τῶν ἄρθρων διὰ τῶν νεύρων τὴν ἀπάρτισιν ἢ χαλαρά τε
εἴη φύσει καὶ τὰς ἐπιτάσιας εὐφόρως φέρῃ. συχνοὺς γὰρ
ἄν τις ἴδοι, οἳ οὕτως ὑγροί εἰσιν, ὥστε ὁπόταν ἐθέλωσι,
τότε αὐτοῖσι τὰ ἄρθρα ἐξίστανται ἀνωδύνως καὶ καθίστανται
ἀνωδύνως.
γὰρ τὴν ὑγρότητα τῆς φύσεως τοῦ ἀνθρώπου γιγνομένων τῶν νευρωδῶν σωμάτων χαλαρῶν, οὐ διότι ταῦτά ἐστι χαλαρὰ,
διὰ τοῦτο ὑγραινομένων τῶν περὶ τὰ ἄρθρα. ἡ λέξις
αὐτοῦ τὸ ἐναντίον εἴρηκε, δοκεῖ μοι βουληθεὶς τὴν ἑτοιμοτάτην
ἐπὶ πλέον ἔκτασιν τῶν νευρωδῶν ποιεῖσθαι σωμάτων,
ἐκ τῆς τῶν ἀνθρώπων ὑγρότητος οὐ κρατῆσαι τούτων κατὰ
τὴν ἑρμηνείαν, ἀλλὰ χρησάμενος οὐ κυρίως λίαν συνδέσμῳ
πρὸς τὴν τῆς αἰτίας νόησιν ἄγει τοὺς ἀναγινώσκοντας.
De Humero iis Modis Prolapso quos Hippocrates non Vidit. Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1829.
Funding provided by Andrew W. Mellon Foundation.