ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜ1ΩΝ ΣΤ.
ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ
Ε. ΤΜΗΜΑ Ε.
ὑπαλλάττεται τὸ λεγόμενον, ἀλλ’ ἡ διάνοια μένει κατὰ πᾶν
ἡ αὐτὴ, κρίνειν οὐ πρόκειταί μοι, φυλαττομένῳ τὸ μῆκος
τῶν ὑπομνημάτων, ἀλλὰ καὶ νῦν αὐτὸ τοῦτο χάριν ἀναμνήσεως εἶπον, ἐπεὶ καὶ κατὰ τὰς μελλούσας λέγεσθαι ῥήσεις
οὐδὲν ἐρῶ περὶ τῶν τοιούτων γραφῶν. ὁ τοίνυν τῆς λέξεως
νοῦς, εἰ μὲν ἁπλῶς τις ἀκούοι τοῦ λεγομένου σαφής ἐστι,
δηλοῦντος τοῦ Ἱπποκράτους τὴν ἑαυτοῦ γνώμην, ὡς οὐκ εἴη
τοῦ χοροῦ τῶν ἄτεχνον ἡγουμένων εἶναι τὴν φύσιν, ἀλλὰ
τεχνικὴν καὶ προνοητικὴν τοῦ ζώου. 510 _ δύναμιν δὲ
προσήκει νῦν ἀκούειν ἐκ τοῦ τῆς φύσεως ὀνόματος ἐνοικοῦσαν
αὐτοῖς τοῖς σώμασι τοῖς διοικουμένοις ὑπ’ αὐτῆς, ἧς
τὴν οὐσίαν ἥτις ἐστὶν οὐκ ἀναγκαῖον ἐν τῷ παρόντι ζητεῖν,
ὥσπερ οὐδὲ τῆς ψυχῆς ἡμῶν ἢ τοῦ κατ’ αὐτὴν ἡγεμονικοῦ.
δεῖται γὰρ οὐδενὸς αὐτῶν ἐνεστηκὼς λόγος, ἀλλὰ
μόνον ὅτι καλῶς ὑπελάμβανεν ὁ Ἱπποκράτης τὴν φύσιν ἰατρὸν
εἶναι τῶν νοσημάτων. ἴσως γάρ τις οἰήσεται τὴν ἰατρικὴν
τέχνην ἀναιρεῖσθαι τῷ λόγῳ τούτῳ. διὰ τοῦτ’ οὖν
οὐχ ἁπλῶς ἀκούειν χρὴ, νούσων δὲ φύσιες ἰατροί. βαθύτερον
γὰρ νόημα κατὰ τὴν λέξιν τήνδε περιέχεται, διαρθρώσιος
ἀκριβεστέρας δεόμενον, ἣν (οὐ) πρόσθεν ἐποιησάμην ἑτέρωθι. γινώσκοντας δέ μου τὴν προαίρεσιν τοὺς
ἑταίρους, οἷς χαριζόμενος ἐπὶ τὴν ἐξήγησιν ἀφῖγμαι τοῦ
προκειμένου γράμματος, ἀναμνήσω καὶ νῦν, ὡς ἕκαστον τῶν
δογμάτων τῶν ἀποδείξεως δεομένων ἅπαξ που διελθὼν τελέως,
οὐκ ἐν ἑτέρῳ βιβλίῳ γράφω, μακρολόγον περιττὴν
εἰδὼς γινομένην, εἰ περὶ τῶν αὐτῶν λέγει τις τὰ αὐτὰ, καθάπερ
ἔνιοι πεποιήκασι τῶν νεωτέρων ἰατρῶν, οὐ δὶς μόνον
ἢ τρὶς, ἀλλὰ καὶ τετράκις ἢ πλεονάκις ἔτι περὶ τῶν αὐτῶν
τὰ αὐτὰ γράψαντες ἐν πολλοῖς ὑπομνήμασί τε καὶ συγγράμμασιν.
ἐγὼ δὲ ἅπαξ ἀποδείξας τι, χρῶμαι τοῦ λοιποῦ
κατὰ τὰ ἄλλα βιβλία, τὸ κεφάλαιον μόνον ἀναμιμνήσκων,
ὡς ἀποδέδεικταί μοι κατὰ τόδε γράμμα καὶ νῦν οὖν ἅπαξ
ποιήσομαι τὸν περὶ τῆς φύσεως λόγον. ὅπως τέ φησιν αὐτὴν
ἰατρὸς εἶναι τῶν νοσημάτων ὁ Ἱπποκράτης, ὅτι τὲ τὴν
ἰατρικὴν τέχνην οὐδαμῶς ἀναιρεῖσθαι συμβέβηκεν ὑπὸ τοῦ
δόγματος τούτου. σὺ δὲ ὁ τοῖσδε τοῖς ὑπομνήμασιν ὁμιλῶν,
ἤδη μοι πρόσεχε τὸν νοῦν ἀρχομένῳ τοῦ λόγου, τὰς νόσους ὑπὸ τροφῆς ἐν καιρῷ δοθείσης ποιᾶς καὶ ποσῆς, αἰονήσεώς
τε καὶ καταπλασμάτων καὶ κλυστήρων καὶ φλεβοτομίας,
ὅσα τ’ ἄλλα τοιαῦτα θεραπεύεσθαί τις λέγων οὐκ ἂν
ψεύσαιτο, καθάπερ οὐδ’ ὁ φάσκων ὑπὸ τῶν ἰατρῶν θεραπεύεσθαι
τὰς νόσους, οὐδ’ ὁ τὴν ἰατρικὴν τέχνην θεραπευτικὴν
εἶναι τῶν νοσούντων. ὥσπερ δὲ ὁ ταῦτα λέγων
οὐκ ἂν ὡς ψευδόμενος ἐλεγχθείη, κατὰ τὸν αὐτὸν τρόπον
οὐδ’ ὁ τὴν φύσιν ἐπὶ σωτηρία τοῦ ζώου πράττειν πάνθ’
ἡγούμενος. ἕπεται δὲ τούτῳ καὶ τὸ τὰς νόσους ἐκείνην
πρώτην ἰᾶσθαι καὶ μάλισθ’ ὅταν ἐναργῶς ὑγιάζῃ τὸν ἄνθρωπον,
ἱδρῶτας χεάσασα πολλοὺς ἢ δι’ οὔρων ἢ διὰ
γαστρὸς ἢ δι’ ἐμέτων κενώσασα τοὺς λυποῦντας χυμούς.
τί τοίνυν τούτων ἁπάντων ἀξιώματι πρῶτόν ἐστιν,
ἢ τί δεύτερον ἢ τί τρίτον, ὅσα ποιεῖν ὑγίειαν ἔφαμεν,
ἐπισκέψασθαι προσήκει. καὶ μάλισθ’ ὅτι καὶ ἄλλα τινὰ
προσέρχεται δι’ ὧν αἱ νόσοι θεραπεύονται, περὶ ὧν ἁπάντων
τῆς κατὰ τὴν ἀξίαν τάξεως ἄμεινον ἐγνῶσθαι. δοκεῖ γὰρ ἡμῖν ἄμεινον μὲν λέγεσθαι καὶ ἡ φύσις ἰᾶσθαι τὰς
νόσους. ὀρθῶς δὲ καὶ ἡ ἰατρικὴ καὶ ὁ ἰατρός. ἀληθῶς
δὲ καὶ ὁ ὑπηρέτης αὐτοῦ καὶ ἡ φλεβοτομία καὶ δι’ αὐτὴν
γενομένη ῥύσις τοῦ αἵματος. ἴσως δ’ ἀξιώσει τις καὶ
τὸν μάγειρόν τι συντελεῖν καὶ τὸν ὑφάντην καὶ τὸν οἰκοδόμον
καὶ τὸν χαλκέα καί τινας ἄλλους τεχνίτας, ὧν τοῖς
ἔργοις εἰς ὑπηρεσίαν χρώμεθα τῶν παρασκευαζομένων τοῖς
ἀνθρώποις ὑγείας ἕνεκα. ἀλλὰ τῶν τοιούτων ἔνια μὲν 511
ὗλαι βοηθημάτων, οὐ βοηθήματά εἰσιν, ἔνια δ’ ὄργανα
τοῖς βοηθοῦσιν ἐπιτήδεια. βοηθήματα δὲ γίνεται διὰ τοὺς
ἐν καιρῷ δέοντι καὶ ὡς προσήκει χρωμένους αὐτοῖς. ὅταν
μὲν γὰρ ὠφελήσαι δοθεὶς αὐτοῖς οἶνος, ἡ δόσις αὐτοῦ βοήθημά
ἐστι. κἂν δ’ ἀκαίρως προσενεχθεὶς παραφροσύνην
ἢ φρενῖτιν ἐργάσηται, νοσῶδες αἴτιον, οὐχ ὑγιεινὸν οὐδὲ
βοήθημα γίνεται. τίς οὖν αἴτιός ἐστι τῆς γενέσεως τοῦ βοηθήματος;
ὁ τὸν καιρὸν εὑρίσκων δηλονότι. τίνα δὲ τοῦτον
οἱ Ἕλληνες ὀνομάζουσιν; ἢ καὶ τοῦτο πᾶσιν εὔδηλον ὁ ἰατρὸς
οὗτος καλεῖται; ὥστε ἰατρὸς οἴνου κυριώτερος εἰς ὑγίειαν φυσικήν τε καὶ ποίησιν. ὑγιαίνουσί τε γὰρ ὠφέλιμος
οἶνος γίνεται καιρῷ καὶ μέτρῳ πινόμενος, ἰᾶταί τε τὰς
νόσους ὅτε χρὴ προσφερόμενος. ἀλλ’ ὅ γε ἰατρὸς οὐχ ὅτι
ζῶόν ἐστι ἢ ὅτι πεζὸν ἢ ὅτι δίπουν ἢ ὅτι λογικὸν ἢ πολιτικὸν,
ἐπίσταται καιρὸν καὶ μέτρον ἑκάστης τῶν ὑλῶν, ἀλλ’
ὅτι τέχνην μεμάθηκεν ὑγιεινῶν τε καὶ νοσωδῶν γνωστικήν.
εἰ γὰρ δι’ ἐκείνων ταῦτ’ ἐπίστατο, πάντες ἄνθρωποι τὴν
αὐτὴν ἐπιστήμην εἶχον, ὥστε προτέρα κατὰ τὸ ἀξίωμα τῶν
ἰατρῶν ἐστιν ἡ τέχνη, δι’ ἣν ἰατροὶ γίνονται. τῇ γὰρ ἐκείνης
δυνάμει χρώμενοι τὰς νόσους θεραπεύομεν. ἀλλ’ ὅν
ἔχει λόγον ὕλη καὶ τὰ ὄργανα πρὸς ἰατρόν τε καὶ τὴν
τέχνην αὐτοῦ, τοῦτον αὖ πάλιν αὐτός τε καὶ ἡ τέχνη πρὸς
τὴν ἐν τῷ θεραπευομένῳ φύσιν. ἐκείνη γάρ ἐστιν ἡ πάντα
τὰ δέοντα πράττουσα κατὰ τὰ τῶν ζώων σώματα καὶ τρέφουσα
μὲν, ἡνίκα θρέψεως δεῖται, παρασκευάζουσα δ’ αὐτὴ
τὸ αἷμα δι’ οὐ θρέψει τὰ τροφῆς δεόμενα μόρια. τῷ
δ’ αἵματι πάλιν αὐτῷ πρὸς τὸ γεννηθῆναι παρασκευάζουσα τὴν ἐν τῇ γαστρὶ πεπτομένην τροφήν. εἰ δέ γε καταποθέντα
τὰ σιτία μήτε πεφθείη καλῶς μήτ’ ἀναδοθείη
μήθ’ αἱματωθείη μήτε τὴν τῶν τροφησομένων δύναμιν εὕροι,
τὴν ἀρχὴν οὐδ’ ἂν τροφὴ λέγοιτο γεγονέναι τοῦ σώματος
ἡμῶν. ὥσπερ δ’ εἰς τὸ τραφῆναι τὰ θρέψεως δεόμενα
μόρια 507 κυριωτάτη τῶν αἰτιῶν ἐστιν ἡ τρέφουσα
δύναμις αὐτὰ, κατὰ τὸν αὐτὸν τρόπον ἡ μὲν ἐν τῇ γαστρὶ
πρὸς τὴν τῶν σίτων πέψιν, ἡ δ’ ἐν ἥπατί τε καὶ φλεψὶ
πρὸς τὴν τοῦ πεφθέντος αἱμάτωσιν. οὐ μὴν οὐδ’ ἀναγκαῖον
ἅπαντά με τὰ κατὰ μέρος ἔργα τῆς φύσεως διέρχεσθαι
νῦν. ἀρκεῖ γὰρ ἀναμνῆσαι μόνον, ὡς ἐν τοῖς τῶν
φυσικῶν δυνάμεων ὑπομνήμασιν ἐδείχθησαν αἱ καθόλου
δυνάμεις αὐτῆς, αἷς ἅπαντα τὰ κατὰ τὸ ζῶον ἐργάζεται,
τέτταρες οὖσαι. πρώτη μὲν ἡ τῶν οἰκείων ἑλκτικὴ, δευτέρα
δὲ ἡ τούτων αὐτῶν ἀλλοιωτικὴ τε καὶ πεπτικὴ καὶ
τρίτη ἡ καθεκτικὴ τῶν οἰκείων καὶ τετάρτη τῶν οὐκ οἰκείων
ἀποκριτική. ταύταις οὖν ταῖς δυνάμεσιν οὐ μόνον
ὑγιεινὸν φυλάττει τὸ ζῶον, ἀλλὰ νοσῆσαν ὑγιάζει, κἀκ τῶνδε δῆλον, ὅσον ἀξιώματι προύχει τῶν ποιητικῶν ὑγείας αἰτίων.
ἅπαντα γὰρ τἄλλα παρασκευάζει τὴν οἰκείαν ὕλην αὐτῇ,
καθάπερ ἐκτὸς ὁρῶμεν ἄλλην τέχνην ἄλλῃ ὑπουργοῦσαν.
ὑφάντῃ μὲν γὰρ κερκίδας καὶ ἱστοὺς καὶ κτένας ὁ τέκτων
παρασκευάζει. τούτῳ δὲ ξύλα μὲν ὁ ὑλοτόμος, ἀξίνην δὲ
καὶ σκέπαρνον ὁ χαλκεὺς, τῷ χαλκεῖ δ’ αὐτῷ τὸν σίδηρον
ὁ μεταλλεύς. καὶ σπάνιόν ἐστιν εὑρεῖν τέχνην ποιητικὴν
οὐδεμιᾶς ἑτέρας δεομένην ἢ ὄργανα παρασκευαζούσης ἢ ὕλην
ἐπιτήδειον εἰς τὸ δημιουρ 512 γούμενον. οὕτως οὖν
καὶ τῷ ἰατρῷ πολλαί τέχναι παρασκευάζουσι τὰς ἐπιτηδείους
ὕλας, ὥσπερ αὐτὸς αὗ πάλιν τῇ φύσει μετά τινων
ὑπηρετῶν. ἀνάλογον γάρ ἐστιν ὡς ἀρχιτέκτων πρὸς οἰκοδόμους
καὶ τέκτονας καὶ τοὺς ἄλλους τεχνίτας, ὧν ἐστιν ἀρχικὸς
ὁ ἰατρὸς πρὸς ὑπηρέτας. εἰσὶ δ’ οὗτοι ῥιζοτόμοι, μυρεψοὶ,
μάγειροι καταπλάττοντες, ἐπιβρέχοντες, κλύζοντες,
ἀποσχάζοντες, φλεβοτομοῦντες, σικυάζοντες. εἰ δ’ ἡμεῖς καὶ ταῦτα μεμαθήκαμέν τε καὶ πράττομεν, ὅμοιόν τι ποιοῦμεν
ἐρέσσειν ἐπισταμένῳ κυβερνήτῃ καὶ ῥᾳδίως ἐπ’ ἄκρου ἀναβῆναι
δυναμένῳ τοῦ ἱστοῦ, ὅσα τ’ ἄλλα τῶν ναυτῶν ἐστιν
ἔργα γινώσκοντί τε καὶ πράττοντι. καὶ γὰρ στρατηγοὶ
πολλοὶ πολλάκις καὶ τοξεύειν καὶ ἀκοντίζειν καὶ μάχεσθαι
διὰ ξιφῶν τε καὶ δοράτων ἐπίστανταί τε καὶ πράττουσι
καὶ βασιλεῖς ὡσαύτως, ἀλλ’ οὐκ ἢ βασιλεὺς ἢ στρατηγὸς
ἦν Ἀλέξανδρος ὁ Μακεδὼν ἢ Φίλιππος ὁ πατὴρ αὐτοῦ
ταῦτα τὰ τῶν στρατιωτῶν ἔπραττον, ἀλλὰ καθ’ ἑτέρας τέχνας
ὑπηρετικὰς τῇ στρατηγικῇ τε καὶ βασιλικῇ. καὶ τοίνυν
καὶ ἡμεῖς ᾗ μὲν ἰατροὶ γινώσκομεν ἑκάστου βοηθήματος
ποιότητά τε καὶ ποσότητα καὶ καιρὸν καὶ τρόπον χρήσεως,
ᾗ δ’ ὑπηρέται φλεβοτομοῦμεν καὶ σικυάζομεν καὶ τἄλλα
διὰ τῶν χειρῶν ἐνεργοῦμεν. ἀξιώματι τοιγαροῦν ἡ μὲν ἰατρικὴ
πρώτη τῶν ἰατρῶν ἐστιν, ὁ δ’ ἰατρὸς τῆς ὑπηρετικῆς
τέχνης, ἐκείνη δὲ τῶν ὑπηρετῶν, οἱ δ’ ὑπηρέται τῶν παρασκευαζουσῶν
αὐτοῖς τά τε ὄργανα καὶ τὰς ὕλας τῶν
τεχνῶν, ἐκεῖναι δὲ ἐργαζομένων τὰ κατὰ ταύτας τεχνιτῶν, αὐτοὶ δ’ οἱ τεχνῖται τῶν παρασκευαζομένων ὑλῶν τε καὶ
ὀργάνων. ἀνάπαλιν τοίνυν ἕνεκα μονιμωτέρας γνώσεώς τε
καὶ μνήμης τῷ καταλόγῳ τῶν τεχνῶν ἀκόλουθον, ἐσχάτους
μὲν εἰς ὑγιείας φυλακὴν καὶ ποίησιν εἶναι τοὺς κατασκευάζοντας
ἡμῖν κλυστῆρας καὶ φλεβότομα καὶ σμίλας καὶ ψοιλίδας
καὶ κλυστῆρας καὶ τἄλλα τῆς ἰατρικῆς τέχνης ὄργανα,
σὺν αὐτοῖς δὲ καὶ τοὺς τὰς ὕλας προπαρασκευάζοντας, οὓς
ὀνομάζουσι ῥιζοτόμους καὶ βοτανικοὺς καὶ τὰ ἐκ τῶν μετάλλων
ὅσα τ’ ἄλλα τοιαῦτα παρέχοντας. ἀνωτέρω δὲ τούτων
τὰς τέχνας αὐτῶν, ὡς ἀνωτέρω τοὺς ὑπηρέτας τῶν
ἰατρῶν καὶ τούτων ἀνωτέρω τὴν τέχνην αὐτῶν, ἐφ’ ᾗ
τοὺς ἰατροὺς, εἶτα τὴν ἰατρικὴν αὐτὴν, ἥτις πάλιν ὑπηρετεῖ
τῇ φύσει. καὶ τῶν γε τῆς φύσεως αὐτῆς δυνάμεων
ἔνιαι μέν εἰσι πρῶται, καθ’ ἃς τὸ ζῶον ἐν τῇ ζωῇ διαμένει,
τὸ τελεώτατον ἀξίωμα πρὸς τὴν ἀρίστην ζωὴν τοῦ σώματος
ἔχουσαι. καλῶ δὲ ἀρίστην ζωὴν τὴν ἐν ὑγιείᾳ δηλονότι,
μοχθηρὰ γὰρ ἡ ἐν νόσοις. ἕτεραι δ’ εἰσὶ τούτων
ὑπηρετικαὶ δυνάμεις, εἶτ’ ἐκείνων πάλιν ἄλλαι. καὶ τοίνυν ἐπειδὴ τὸν κατάλογον ἅπαντα τῶν πρὸς ὑγίειάν τε καὶ ζωὴν
ἀναγκαίων τεχνῶν τε καὶ δυνάμεων ἐν τῷδε τῷ λόγῳ προὐθέμην
εἰπεῖν ἑτέρωθί γε μηδαμόθι διεληλυθὼς, οὐκ ὀκνήσω
καὶ τὰ τῶν διηκουσῶν ἡμᾶς δυνάμεων ἀξιώματα προσθεῖναι.
πρῶτον μὲν οὖν εἰσὶν αἱ τὴν ὑγιεινὴν συμμετρίαν
φυλάττουσαι τῷ ζώῳ κατὰ ποσόν τε καὶ ποιόν. ἐπειδὴ
γὰρ οὐκ ἔστι μόνιμος ἡ οὐσία τοῦ σώματος ἡμῶν, οὔτε
κατὰ τὸ ποσὸν οὔτε κατὰ τὸ ποιὸν, ἀλλ’ ἡ μὲν ποσότης
μειοῦται κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοὴν, ἡ δὲ ποιότης
ὑπαλλάττεται τρεπομένης ἀεὶ τῆς κράσεως, οὐ μόνον
ἐκ τοῦ περιέχοντος, ἀλλὰ κἀξ ἡμῶν, ὡς ἐν τοῖς ὑγιεινοῖς
ἐπιδέδεικται. πρὸς μὲν τὴν τῆς ποσότητος ἐπανόρθωσιν
ἡ θρεπτικὴ δύναμις ἡμῖν ἐστι, πρὸς δὲ τῆς ποιότητος ἥ
τε ἀναπνοὴ καὶ ἡ καθ’ ὅλον τὸ σῶμα διαπνοή. δεομένων
δὲ ὕλης οἰκείας τῶν 513 τρέφεσθαι μελλόντων, ἑτέρα τίς
ἐστιν ἡμῖν δύναμις, ἣν οὐ χεῖρον ὀνομάσαι συντόμου καὶ
σαφοῦς ἕνεκα διδασκαλίας αἱματοποιητικήν· ᾗ πάλιν ἐπιτήδειος
ἑτέρα δύναμίς ἐστιν, ἡ κατὰ τὴν γαστέρα πεπτική. κοιναὶ δὲ ἁπασῶν τῶν εἰρημένων δυνάμεων ἕτεραι τέτταρές
εἰσιν, ὧν ἔμπροσθεν ἐμνημόνευσα, κληθεισῶν ὑπ’ ἐμοῦ σαφηνείας
ἕνεκεν, ἑλκτικῆς, καθεκτικῆς, ἀλλοιωτικῆς καὶ ἀποκριτικῆς.
τούτων οὖν ἡμᾶς ἀξιῶ μεμνῆσθαι, γινώσκοντας
ἐνταῦθα μόνον εἰρῆσθαί μοι τὸν λόγον τόνδε, δεικνύντα
τὴν φύσιν ἁπασῶν τεχνῶν πρώτην τε καὶ κυριωτάτην
ἰάσεως.
τὰ μὲν οἷον τὸ σκαρδαμύσσειν, τὰ δὲ καὶ ἡ γλῶσσα ὑπουργέει
καὶ ὅσα ἄλλα τοιαῦτα. ἀπαίδευτος ἡ φύσις ἐοῦσα
καὶ οὐ μαθοῦσα τὰ δέοντα ποιέει.
ἐπὶ τὰς ἐνεργείας εἶπεν, οὐχ ὡς ἡμεῖς διανοούμενοί τε καὶ
προαιρούμενοι πράττομεν οὕτως γινομένας. τὸ γοῦν σκαρδαμύσσειν, ὀνομάζεται δ’ οὕτως τὸ κλείσαντα τὰ βλέφαρα
διὰ ταχέων αὖθις ἀνοῖξαι, παραχρῆμα τοῖς γεννηθεῖσιν
εὐθέως ὑπάρχει ζώοις ἀδιδάκτως. δῆλον δ’ ὅτι τὸ ἔργον
τοῦτο μεγίστην ὠφέλειαν παρέχει τοῖς ὀφθαλμοῖς. ἔκαμνέ
τε γὰρ ἀνεῳγμένα τὰ βλέφαρα παντὶ τῷ χρόνῳ τῆς ἐγρηγόρσεως,
ἐνέπιπτέ τ’ ἂν ἔξωθεν αὐτοῖς πολλὰ λυμαινόμενα
τοῖς χιτῶσιν αὐτῶν. τούτου δ’ ἔτι θαυμασιώτερόν ἐστιν
ἔργον τῆς φύσεως, ὃ παρορῶσιν οὐχ οἱ πολλοὶ μόνον, ἀλλὰ
καὶ τῶν ἰατρῶν οἱ πλείονες καίτοι καθ’ ἑκάστην ἡμέραν
γινόμενον. ἐὰν γοῦν παιδίῳ διετεῖ δείξας ἄρτον ὀνομάσῃς
αὐτὸν τοῦτο τοὔνομα τὸν ἄρτον ἅμα τῷ δεῖξαι καὶ ποιήσῃς
οὕτω δίς που καὶ τρὶς, ὅτι τε τοῦ δεικνυμένου σώματος
ἡ ἄρτος φωνὴ σημεῖόν ἐστιν ἐνόησε τὸ παιδίον αὐτό
τε μιμησάμενον αὐτὴν φθέγγεται μὴ διδαχθὲν ὅπως χρὴ
κινῆσαι τὴν γλῶτταν. ἀνάλογον δὲ τούτῳ καὶ κατὰ τὰς
ἄλλας κινήσεις, ἃς ὀνομάζουσι προαιρετικὰς, ὑπὸ πάντων
γίνεται τῶν ζώων. ἐὰν γοῦν ἐθελήσῃ κάμψαι τι τῶν κώλων,
αὐτίκα τοῦτο ποιεῖ, καίτοι μὴ γινώσκον ἐκεῖνον τὸν μῦν ὑφ’ οὗ κάμπτεται. κατὰ τὸν αὐτὸν λόγον ἐκτεῖναι βουληθὲν
ἐκτείνει δι’ ἑτέρου μυὸς, 508 ἀλλ’ οὔθ’ ὅστις ὁ
μῦς οὗτός ἐστιν οὔτε κατὰ τίνα τρόπον ἐνεργεῖν δύναται
δῆλόν ἐστι τῷ κινουμένῳ ζώῳ. πῶς γὰρ οἷόν τε γινώσκειν
αὐτὰ, ἃ μηδὲ τοῖς πολλοῖς τῶν ἰατρῶν ἐστι πρόδηλα; καίτοι
τί λέγω πολλοῖς; ἐνίους γὰρ τῶν μυῶν οὐδὲ τῶν ἀνατομικωτάτων
τις ἔγνω πρὸ ἡμῶν, ὥσπερ καὶ τὸν κάμπτοντα
τὴν ἰγνύην, ἐγκατακεκρυμμένον τῇ διαρθρώσει, ἀλλ’
ὅμως ἅπαντες ἄνθρωποι κάμπτουσι τὴν κατὰ γόνυ διάρθρωσιν
ἅμα τῷ βουληθῆναι. καὶ μὴν οὐ μόνον τοῖς ἀνθρώποις
ὑπάρχει τὸ τοιοῦτον τῆς ἐνεργείας εἶδος, ἀλλὰ
καὶ τοῖς ἄλλοις ζώοις ἅπασιν. οὕτως ἄρα τῆς φύσεως ἡ
δύναμις ἰσχυροτέρα ἐστὶ πρὸς τὸ πράττειν ἁπάσης τέχνης
βέλτιον, ἃ συμφέρει τοῖς ζώοις. καὶ τοίνυν Ἱπποκράτης
τῆς μὲν τῶν βλεφάρων κινήσεως, ἧς κινοῦμεν αὐτὰ καὶ
πρὸς ἄλλην τινὰ πρᾶξιν ἔχομεν τὸν νοῦν, 514 ἐμνημόνευσεν
ἐν τῷ φάναι, οἷον τὸ σκαρδαμύσσειν· τῆς δὲ κατὰ
γλῶτταν ἐν τῷ φθέγγεσθαι διὰ τοῦ φάναι καὶ ἡ γλῶσσα δὲ ὑπουργέει. προελομένων γὰρ ἡμῶν ἡντιναοῦν φθέγξασθαι
φωνὴν, ἡ γλῶσσα πρὸς τὴν διάρθρωσιν αὐτῆς ἑτοίμως
ὑπηρετεῖ. τὰ γοῦν παιδία τὰ νῦν πρῶτον ἀκούσαντα τῶν
δυσκρίτων φωνῶν οἷον τῆς στρὰξ καὶ σφὶγξ, εὐθέως αὐτὰς
φθέγγονται μιμούμενα, μήθ’ οὕστινας μῦς τῆς γλώσσης
δεῖ κινῆσαι γινώσκοντα μήθ’ ὅπως αὐτὴν ἀνατείνειν ἢ
κλᾷν ἢ περιάγειν ἢ στηρίζειν ἄνω πρὸς τὴν ὑπερώαν ἢ
τοὺς προσθίους ὀδόντας ἤ τι μέρος ἄλλο τοῦ στόματος.
ὅταν δ’ εἴπῃ, καὶ ὅσα ἄλλα, τῶν προαιρετικῶν ἀναμιμνήσκει
σε κινήσεων, ἐφ’ ὧν, ὡς ἔφην, τὰ ζῶα πάντα μὴ
ὅτι τὰς κινήσεις τῶν μυῶν, ἀλλὰ μηδ’ αὐτοὺς γινώσκοντα
τοὺς μῦς, ὅμως ἅμα τῷ προελέσθαι κάμψαι τὸ μόριον ἢ
ἐκτεῖναι, παραχρῆμα τοῦτο ποιεῖ, καθάπερ γε κἂν εἰς τὸ
πλάγιον ἀπάγειν ἐθελήσῃ καὶ περιτρέψαι καὶ ἐλελίξαι, κἂν
ὁπωσοῦν ἑτέρως κινῆσαι. διὸ καὶ τούτοις αὐτοῖς ἐπεφώνησεν,
ἀπαίδευτος ἡ φύσις οὖσα οὐ μαθοῦσα τὰ δέοντα ποιεῖ.
καλοῦνται μὲν οὖν οἱ μαθόντες ὁτιοῦν μάθημα πεπαιδεῦσθαι
κατ’ ἐκεῖνο, τῇ φύσει δ’ ὑπάρχει πεπαιδευμένα τὰ μέγιστα εἶναι χωρὶς τοῦ μαθεῖν, ὥσπερ ὁ Θουκυδίδης ἐπὶ
τοῦ Θεμιστοκλέους εἶπεν. οἰκείᾳ γὰρ συνέσει καὶ οὔτε
προμαθὼν εἰς αὐτοὺς οὐδὲν οὔτε ἐπιμαθὼν, τῶν δὲ παραχρῆμα,
δι’ ἐλαχίστης βουλῆς κάλλιστος γνώμων καὶ τῶν
μελλόντων ἐπὶ πλεῖστον τοῦ γενησομένου ἄριστος
εἰκαστής.
σιάλου ἀναγωγὴ, πνεύματος εἴσοδος, ἔξοδος, χάσμη, βὴξ,
λυγμὸς, οὐ τοῦ αὐτοῦ παντάπασι τρόπου.
κάλλιστ’ ἄν τις εἰπεῖν ἐγὼ διεξελθὼν πρότερον οὕτω μεταβήσομαι
πρὸς τοὺς ἐξηγησαμένους τὸ βιβλίον, ἅπαντας μὲν
οἰομένους ἀφωρίσθαι τῆς προγεγραμμένης ῥήσεως τὴν νῦν
ἡμῖν προκειμένην, ἐξηγουμένους τε τὰς λέξεις αὐτοῖς ἁπάσας ὡς εἰς πρόγνωσιν διαφερούσας. ἐμοὶ δὲ φαίνεται τὸ
προκείμενον ἐξ ἀρχῆς ἔτι καὶ νῦν διὰ ταύτης ὅλης κατασκευάζειν
ὁ Ἱπποκράτης· προὔκειτο δὲ αὐτῷ δεῖξαι τὴν
φύσιν πάντα ἐπὶ σωτηρίᾳ τοῦ ἀνθρώπου πράττουσαν. ἀρξάμενος
οὖν ἀπὸ τῶν ἔργων αὐτῆς, ὅσα κατὰ τὰ σώματα
τῶν ζώων ὑγιαινόντων ἐργάζεται καὶ διελθὼν αὐτὰ κατὰ
τὴν πρὸ ταύτης ῥῆσιν, ἑξῆς ὅσα κατὰ τὰς νοσώδεις διαθέσεις
ἢ κοινὰς ὑγιαινόντων καὶ νοσούντων σωμάτων, ἐπὶ σωτηρίᾳ
τοῦ ζώου ποιεῖ κατὰ τὸν ἐνεστῶτα λόγον ἐδήλωσεν,
ὧν ἕκαστον ἐγὼ κατὰ μέρος προχειριζόμενος ἐπιδείξω, τινὰ
μὲν, ὡς ἔφην, ὄντα ἴδια νοσωδῶν διαθέσεων, ἔνια δὲ κοινὰ
νοσοῦσί τε καὶ ὑγιαίνουσι, καὶ νοσοῦσι γίνεται ποτὲ μὲν
ἑπόμενα τῷ πρώτῳ τῆς κατὰ τοὺς ὀφθαλμοὺς νοσώδους
διαθέσεως, ὥσπερ ὅταν φλεγμαίνουσι, ποτὲ δὲ τῆς φύσεως
ἀποκρινούσης τὸ πλεο 515 νάζον ὑγρὸν ἢ γεννώσης τὸ
λεῖπον ἐν τοῖς κατ’ αὐτοὺς ἀδέσιν. οὕτω δὲ καὶ ἡ τῆς ῥινὸς
ὑγρότης, ἐκκενουμένων δι’ αὐτῆς τῶν κατὰ τὸν ἐγκέφαλον ἀθροιζομένων περιττωμάτων γίνεται. καὶ οἱ πταρμοὶ
δὲ φύσεως μὲν ἔργον ὑπάρχουσιν ἀεὶ, γίνονται δὲ ἐπὶ νοσώδεσι
διαθέσεσιν. ὀνομάζω δὲ νοσώδεις διαθέσεις οὐ μόνον
ὅταν ἤδη νοσῶσιν, ἀλλὰ κἀπειδὰν ἄρχηταί τις αὐτῶν
συνίστασθαι. οἷον γὰρ ἐπ’ ὀφθαλμῶν ἐστιν ἡ τάραξις ἰδίως
ὀνομαζομένη, φλεγμονῆς ἀρχή τις οὖσα, τοιαῦται πολλαὶ
νοσώδεις διαθέσεις ἀρχόμεναι συνίστασθαι λύονται τῆς φύσεως
ἐκκρινούσης τοὺς γεννῶντας αὐτὰς ἀτμούς τε καὶ χυμούς.
εἴρηται δὲ περὶ πάντων τῶν τοιούτων ἐν ταῖς περὶ
τῶν συμπτωμάτων αἰτίαις. ἔνια μὲν γὰρ αὐτῶν ἀεὶ ὑπὸ
τῆς φύσεως γίνεται, κωλυτικὰ δ’ ἐστὶ νοσωδῶν διαθέσεων,
ἤτοι γεννωμένων ἢ γεννᾶσθαι μελλουσῶν, ὥσπερ ἔνια τῶν
ἤδη γεγενημένων τε καὶ συμπεπληρωμένων θεραπευτικὰ, καὶ
τοῦτ’ ἔστι τὸ τοὺς ἐξηγητὰς ἀπατῆσαν, ὡς οὐκ εἴη νῦν ὁ
λόγος Ἱπποκράτους περὶ τῶν τῆς φύσεως ἔργων, ἀλλ’ ἔν γε
τοῖς τρισὶν ὑπομνήμασιν ἐν οἷς διέρχομαι περὶ τῶν ἐν τοῖς
συμπτώμασιν αἰτίων, ἅπας οὗτος ὁ λόγος ἐξείργασταί μοι
δεικνύντι τῆς φύσεως ἐνεργούσης γίνεσθαι τοιαῦτα πάντα συμπτώματα, περὶ ὧν νῦν ὁ λόγος ἐνέστησε. καὶ γὰρ ὁ
τῶν ὤτων ῥύπος ὑπ’ ἐκείνης γίνεται καθαιρούσης ἐγκεφάλον
τὰ περιττώματα, καὶ ἡ βὴξ ἕνεκα τοῦ καθαρὰς ἐργάζεσθαι
τὰς ὁδοὺς τῆς ἀναπνοῆς ἐδείχθη γενομένη, καθάπερ γε καὶ
ὁ λυγμὸς καὶ χάσμη καὶ σκορδονισμὸς, ἐκκρίσεως ἕνεκεν
περιττωμάτων. ἔνια δὲ τῶν εἰρημένων κατὰ τὴν προκειμένην
ῥῆσιν οὐδὲ συμπτώματα ὅλως ἐστὶν, ὡς καὶ ἥ τε ἀναπνοὴ
καὶ ἡ καθ’ ὅλον τὸ σῶμα διαπνοή. δεδήλωται δὲ ὑπ’
αὐτοῦ περὶ μὲν τῆς ἀναπνοῆς, ἔνθα φησίν· πνεύματος εἴσοδος,
ἔξοδος. περὶ δὲ τῆς διαπνοῆς ἐφεξῆς, ἔνθα πάλιν
ἔγραψε, τροφῆς καὶ πνοῆς. σιάλου δὲ γένεσις ἐν τῷ στόματι
τῶν προνοητικῶς ὑπὸ τῆς φύσεώς ἐστι γενομένων,
ὥσπερ γε καὶ ἡ ἐκ θώρακός τε καὶ πνεύμονος ἀναγωγὴ τῶν
πτυέλων. εἴρηται δὲ καὶ περὶ τούτων ἐν τῇ προκειμένῃ
ῥήσει κατὰ τήνδε τὴν λέξιν, στόματος σιάλου ἀναγωγή. καὶ
χρὴ τὸ μὲν, στόματος σιάλου, καθ’ ἑαυτὸ προενέγκασθαι,
τὸ δ’ ἀναγωγὴ μετ’ αὐτὸ προσθέντας τοῦ πτυέλου, τάχα
μὲν ἁμαρτηθέντος εὐθὺς ἐν ἀρχῇ τοῦ πρώτου τῶν ἀντιγράφων ὑπὸ τοῦ πρώτου βιβλιογράφου, τάχα δὲ αὐτοῦ
τοῦ Ἱπποκράτους παραλιπόντος, ὡς ἂν ἑαυτῷ τινα ὑποτύπωσιν
γράφοντος, οὐ πρὸς ἔκδοσιν σύγγραμμα. τὸ δ’ ἐπὶ
τῇ τελευτῇ τῆς προκειμένης ῥήσεως γεγραμμένον οὐ τοῦ
αὐτοῦ παντάπασι τρόπου τοιόνδ’ ἐστί. πάντα τὰ εἰρημένα
πᾶσι τοῖς εἰρημένοις οὐ τοῦ αὐτοῦ τρόπου ἐστίν. ὡς γὰρ
ἐδείξαμεν, ἔνια μὲν ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων μόνων
γίνεται, τινὰ δὲ ἐπὶ μόνων τῶν νοσωδῶν διαθέσεων, ὥσπερ
δ’ αὖ πάλιν ὑπ’ ἀμφοτέρων ἔνια, καὶ τινὰ μὲν αὐτῶν μόνης
τῆς φύσεώς ἐστιν ἔργα. γραφόντων δὲ τήνδε τὴν λέξιν τῶν
ἐξηγητῶν πολυειδῶς ὀλίγον ὕστερον αἱ γραφαὶ λεχθήσονται.
νυνὶ δὲ πρότερον, ὅσον ἔθ’ ὑπόλοιπόν ἐστιν ὅλης τῆς
ῥήσεως, ἐν ᾗ τὰ φύσεως ἔργα κατέλεξεν, ἐξηγήσομαι.
τροφῆς καὶ πνοῆς καὶ τοῖσι θήλεσι, τούτοισι καὶ
κατὰ τὸ ἄλλο σῶμα ἱδρῶτες, κνησμοὶ, σκορδινισμοὶ καὶ
ὅσα τοιαῦτα.
ἐγὼ καὶ νῦν τὴν τοῖς πλείστοις ὁμολογουμένην γραφὴν, ὅλῃ
τε τῇ κατὰ τὴν ῥῆσιν διανοίᾳ συμφωνοῦσαν, ἔν τε τοῖς
ἀκριβέσι τῶν παλαιῶν ἀντιγράφων εὑρισκομένην εἱλόμην.
ἔστι δ’ ὁ νοῦς αὐτῆς τοιοῦτος, ὥσπερ ἐπὶ τῶν προειρημένων
συμπτωμάτων ἔργα φύσεως αὐτοδιδάκτου διῆλθεν ἐπὶ
σωτηρίᾳ τοῦ ζώου γενόμενα, κατὰ τὸν αὐτὸν τρόπον καὶ
νῦν οὔρου καὶ ἀφόδου καὶ φύσης διττῆς ἐμνημόνευσε καὶ
τροφῆς καὶ διαπνοῆς καὶ τῶν τοῖς θήλεσι ζώοις ὑπαρχόντων
μόνοις, εἶτ’ ἐφεξῆς ἱδρώτων τε καὶ κνησμῶν καὶ σκορδονισμῶν.
ἥ τε γὰρ δι’ οὔρων διάκρισις ἐὰν ἀναμνησθῇς
ὅπως γίνεται, θαυμαστὴν ἐνδείξεταί σοι πρόνοιαν εἰς τὰ
ζῶα, τῆς τε τῶν νεφρῶν κατασκευῆς ἕνεκα καὶ τῆς τῶν
οὐρητήρων ἐκφύσεως, ἣν ἐκ τῆς κοιλίας τῶν νεφρῶν ἴσχουσιν,
ἔτι τε ἐπιθεμάτων, ἃ τοῖς εἰς τὴν κύστιν ἐμφυομένοις
στόμασιν αὐτῶν ἐπίκειται, τοῦ τε μυὸς, ὃς ἀνάλογον τῷ
κατὰ τὴν ἕδραν σφιγκτῆρι περιβέβληται τῷ τραχήλῳ τῆς
κύστεως, ἐπὶ τούτοις τε τῶν ἄλλων ὅσα μικρότερα μέν ἐστι τούτων καὶ ἧττον θαυμαστὰ, τοσαύτην δ’ ἔχοντα χρείαν
εἰς τοὔργον, ὥστε εἰ μὴ τὸν τρόπον τοῦτον ἅπαντα κατεσκεύαστο,
μοχθηρῶς ἂν ἢ οὐδ’ ὅλως ἐγένετο τὰ περὶ τὴν
τῶν οὔρων διάκρισίν τε καὶ κένωσιν. ὡσαύτως δὲ καὶ τὰ
κατὰ τὴν ἄφοδον, ὅπερ ἐστὶν ἀπόκρισιν τῶν περιττῶν τῆς
τροφῆς, παρεσκευασμένα τῇ φύσει κατὰ τὴν τῶν τροφίμων
ὀργάνων κατασκευὴν, ἐνδείκνυται τὴν εἰς τὰ ζῶα πρόνοιάν
τε καὶ σοφίαν αὐτῆς, ἃ σύμπαντ’ ἔχεις ἐν τοῖς περὶ χρείας
μορίων εἰρημένα. νυνὶ δ’ ἀρκεῖ τῶν κεφαλαίων ἀναμιμνήσκειν
μόνον. ἔνιοι μὲν οὖν ἑκάτερον τῶν ἐν ἀρχῇ τῆς προκειμένης
ῥήσεως γεγραμμένων ἀναγνόντες αὐτὸ καθ’ ἑαυτὸ
μόνον οὔρων, αὐτὸν ἐνταῦθα καὶ ἀποπαθημάτων μνημονεύειν
φασίν. ἔνιοι δὲ συνάψαντες ἀμφότερα τὴν ἄφοδον τῶν
οὔρων, ὅπερ ἐστὶ τὴν κένωσιν, ἐκ τῆς λέξεως δηλοῦσθαί
φασιν, ὡς εἰ καὶ οὔρου ἔκκρισιν εἶπεν. οὗτοι τοίνυν ἐν
ἀρχῇ τῆς ῥήσεως ἔγραψαν κόπρου καὶ οὔρου ἄφοδος, ὡς εἰ
καὶ οὕτως εἴρητο, κόπρου καὶ οὔρου κένωσις, ὥσπερ δὲ τῆς τροφῆς περιττώματα θαυμαστὴν οἴκονομίαν ἔχει κατὰ
τὴν διάκρισιν, οὕτω καὶ περὶ τὴν τῆς φύσης ἀπόκρισιν
ἑκατέρας, τῆς τε κατὰ τὸ ἀπευθυσμένον ἔντερον καὶ τῆς
διὰ τοῦ στομάχου γινομένης, ἣν ἐρυγὴν ὀνομάζουσιν, ἥτις
φύσεως ἐμφαίνεταί τις πρόνοια πρὸς ἔκκρισιν ἑκατέρας
τῆς φύσης ὁρμώντων τῶν ὀργάνων ἐν οἷς ἀθροίζονται.
φαίνονται ἐκκρινόμεναι, κἂν ὑπνοῦντες τύχωσιν οἱ ἔχοντες
αὐτὰς, κἂν ἐν καταφορᾷ καὶ καταλήψει καὶ ληθάργῳ καὶ
κάρῳ καὶ παραφροσύνῃ καὶ βαθεῖ κώματι. παραπλησίως
δ’ ἂν εὕροις τέχνην τῆς φύσεως, εἰ μάθοις ὅσα περὶ τε
τὴν τῆς τροφῆς οἰκονομίαν καὶ τοῦ πνεύματος ἐργάζεται καὶ
τούτων ἔτι 517 μᾶλλον θαυμάσεις, εἰ γνοίης ὅσα τοῖς
θήλεσιν ἕνεκα τῆς κυήσεως ἐτεχνήσατο. παραπλήσια δὲ
αὐτοῖς ἐστὶ καὶ τὰ καθ’ ὅλον τὸ σῶμα, περί τε τὴν τῶν
ἱδρώτων ἔκκρισιν καὶ κνησμοὺς καὶ σκορδονισμούς. ὀνομάζουσιν
μὲν οὖν κνησμὸν τὴν διὰ τῶν ὀνύχων ἐπιβολήν τε
καὶ κίνησιν, ἣν ἐπὶ τῶν ὀδαξουμένων μορίων ποιεῖται τὰ
ζῶα φύσει καὶ τούτου πᾶσιν ὑπάρχοντος αὐτοῖς. ἐθεάσασθε οὖν καὶ πρώην, ἡνίκα τὴν αἶγα ζῶσαν ἀνετέμνομεν ἐγκύμονα
οὖσαν, τὸ καταδεδεμένης αὐτῆς ἐξαιρεθὲν ἔμβρυον,
ὅπως ἐπὶ τὴν γῆν κατατεθὲν πρῶτον ἐπὶ τῶν τεττάρων
ποδῶν βαδίζειν ἐπεχείρησεν, οὐδενὸς αὐτὸ διδάξαντος ἕνεκα
βαδίσεως ὑποτεθεῖσθαι ταῦτα τὰ μόρια, καὶ μικρὸν ὕστερον
ἀποσεισάμενον τὴν περικειμένην ἔξωθεν ἑαυτῷ περιττὴν
κατὰ τοῦ δέρματος ὑγρότητα, καὶ μετ’ ὀλίγον αὖθις ἑνὶ τῶν
ποδῶν τὰς πλευρὰς κνησάμενον, ἐφ’ ᾧ καὶ πάντες οἱ παρόντες
ἀνεκράγετε, πρῶτον μὲν ὅτι τὴν ἴασιν εὗρεν αὐτὸ τοῦ
συμπτώματος ἄνευ τοῦ διδαχθῆναι, δεύτερον δὲ ὅτι διὰ
τοῦδε τοῦ μορίου δύναται μόνου γενέσθαι, καὶ τρίτον ὅτι
κατὰ τόνδε τὸν τρόπον. ὁ δὲ σκορδονισμὸς τοιοῦτον μέν
ἐστι σύμπτωμα κατὰ πάντας οἶμαι τοὺς μῦς, οἷόν περ ἐπὶ
τῆς χάσμης γίνεται μόνοις τοῖς περὶ τὴν κάτω γένυν,
ἐδείχθη δ’ ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις, εἴ τί
γε μέμνησθε, καὶ τοῦτο κενώσεως ἕνεκα τῶν ἐν τοῖς μυσὶν
ἀτμωδῶν περιττωμάτων ὑπὸ τῆς φύσεως γινόμενον.
ὁρᾶται δὲ ἀδιδάκτως αὐτὸ καὶ τὰ βρέφη καὶ τὰ ἄλλα ζῶα ποιοῦντα. ταῦτ’ οὖν ἅπαντα καὶ ὅσα σὺν αὐτοῖς εἴπομεν,
ὥσπερ καὶ τὸ ἀποσείσασθαι τὴν ὑγρότητα, μικρὸν ἔμπροσθεν
ἐπὶ τοῦ κατὰ τὴν ἀνατομίαν ἐρίφου λέλεκται, θαυμαστήν
τινα τῆς φύσεως ἐνδείκνυται πρόνοιαν εἰς τὰ ζῶα,
καθ’ ἣν ὑγιαίνοντά τε φυλάττεται καὶ νοσοῦντα θεραπεύεται.
ἅμα τῇ νούσῳ καὶ ἡ ψυχὴ, τὸ σῶμα φέρβεται.
τις ὅ τί ποτε σημαίνειν βουληθεὶς ἔγραψε τὸ φύεται.
δύναται μὲν γὰρ ἀκούεσθαι καὶ τὸ γεννᾶται, καθάπερ ὁ
Ἀσκληπιάδης ὕστερον ὑπέλαβε, δύναται δὲ καὶ τὸ αὐξάνεται,
δύναται δ’ ὥσπερ τινὲς ἤκουσαν, ἀντὶ τοῦ διασώζεται,
τροφῇ καὶ ἀναπνοῇ χρωμένων ἡμῶν. ὅσοι γὰρ οἴονται
τὴν ψυχὴν εἶναι πνεῦμα, διασώζεσθαι λέγουσιν αὐτὴν ἔκ τε τῆς ἀναθυμιάσεως τοῦ αἵματος καὶ τοῦ κατὰ τὴν εἰσπνοὴν
ἑλκομένου διὰ τῆς τραχείας ἀρτηρίας εἴσω τοῦ σώματος,
οὐκ ἄδηλον δ’ ἐστὶ καὶ ὡς οὐδὲν ὧν εἶπον ἀποφήνασθαι
δυνατὸν ἡμῖν ἐστι διατεινομένοις, ὡς ἀληθὲς εἴη,
μὴ πρότερον οὐσίαν ψυχῆς ἀκριβῶς ἐξευροῦσιν. εἰ μὲν οὖν
ὥσπερ ἐν τῷ περὶ ἑβδομάδων ὁ γράψας τὸ βιβλίον ἐκεῖνο
σαφῶς ἀπεφήνατο περὶ ψυχῆς οὐσίας, οὕτως καὶ κατ’ ἄλλο
τι τῶν ὁμολογουμένων γνησίων Ἱπποκράτους συγγραμμάτων
ἦν εἰρημένον, εἶχον ἄν τι κἀγὼ λέγειν περὶ τοῦ φύεται ῥήματος.
ἐπεὶ δ’ οὐδαμόθι τῶν γνησίων βιβλίων Ἱπποκράτης
ἀπεφήνατο 518 σαφῶς, ὅ τί ποτε σημαίνει τὸ φύεται
ῥῆμα. πρὸς δὲ τὸ τοῦτ’ ἀγνοεῖν οὐδ’ αὐτὸς ἐμαυτὸν
πέπεικα ψυχῆς οὐσίαν ἐπίστασθαι βεβαίως. ὅτι μὲν γὰρ ὁ
ἐγκέφαλος αἰσθήσεώς τε καὶ κινήσεως τῆς καθ’ ὁρμὴν ἡγεμών
ἐστι τοῖς τοῦ ζώου μορίοις ἅπασιν, ἐν τοῖς περὶ τῶν
Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἀποδέδειγμαι. πέπεισμαι
καὶ πρός γε τούτῳ τὸ κατὰ τὰς κοιλίας αὐτοῦ πνεῦμα 510 πρῶτόν τι τῶν ὀργάνων εἶναι τῶν ψυχικῶν,
ὅπερ ἦν μοι προπετέστερον ἀποφηναμένῳ ψυχῆς οὐσίαν εἰπεῖν.
εἴτε δὲ ἡ ὅλη τοῦ ἐγκεφάλου φύσις ἐκ τῆς τῶν τεττάρων
στοιχείων κράσεως εἰς τοιαύτην οὐσίαν ἦλθεν, ἢ ἰδιότητος,
καθ’ ἣν αἰσθήσεώς τε καὶ κνήσεως τῆς καθ’ ὁρμὴν
ἀρχηγὸς ἔσται τῷ ζώῳ καὶ δηλονότι καὶ μνήμης τε καὶ νοήσεως,
εἴτε τις ἄλλη δύναμις ἀσώματος ὑπὸ τοῦ δημιουργήσαντος
ἡμᾶς ἐντέθειταί τε τῷ ἐγκεφάλῳ καὶ χωρίζεται πάλιν
ἀποθνησκόντων, οὐδεμίαν ἔχω ἀπόδειξιν βεβαίαν, ἀλλὰ
καὶ τοὺς ἀποφηναμένους τι τούτων ἡγοῦμαι πλεονεκτεῖν ἐμοῦ
προπετείᾳ μᾶλλον ἢ σοφίᾳ, καὶ μέντοι καὶ περιττὸν εἶναι
νομίζω τοῖς ἰατροῖς ἐπίστασθαι ψυχῆς οὐσίαν. ἀρκεῖ γὰρ
γινώσκεσθαι τοῖς τὴν ἰατρικὴν τέχνην λογικῶς μεταχειριζομένοις
ὡς ἡ κατὰ φύσιν κρᾶσις αὐτοῦ τοῦ ἐγκεφάλου καὶ
κατὰ τὰς κοιλίας αὐτοῦ πνεύματος ἄχρι περ ἂν διασώζηται,
ζῆν δυνάμενον τὸ ζῶον. ἐὰν δὲ ἤτοι τὸ κατὰ τὰς κοιλίας
πνεῦμα διαφθαρῇ παντάπασιν ἢ τῆς κατὰ φύσιν κράσεως ἐπὶ πλεῖστον ἐκτραπῇ, μετὰ τῆς κατὰ τὸν ἐγκέφαλον
ἀκολουθῆσαι. ταῦτα γὰρ γινώσκων ὁ ἰατρὸς τῆς τ’ εὐκράσεως
καὶ τῆς ὑπάρξεως προνοήσεται ἀεὶ κατὰ τὰς εἰρημένας
μεθόδους ὑφ’ ἡμῶν, ἔν τε τοῖς ὑγιεινοῖς καὶ τοῖς θεραπευτικοῖς
ὑπομνήμασι, ἃς ἔδειξα πάσας Ἱπποκράτην πρῶτον
εἰρηκότα. διὰ τοῦτ’ οὖν οὐδὲ γνησίαν νομίζω τὴν
προκειμένην ῥῆσιν εἶναι, παρεγγεγράφθαι δ’ ὑπό τινος
ὥσπερ καὶ ἄλλας οὐκ ὀλίγας. ἴσως δὲ καὶ τὸν υἱὸν αὐτοῦ
Θεσσαλὸν ἀθροῖσαί φασι τὰς ὑπογραφὰς τοῦ πατρὸς εὑρόντα
γεγραμμένας ἐν χάρταις τε καὶ διφθέραις καὶ δέλτοις, καὶ
τοιαύτας τινὰς παρεντεθεικέναι ῥήσεις. τῶν μέντοι γραψάντων
ὑπομνήματα τοῦ προκειμένου βιβλίου τινὲς ἀντὶ
τοῦ βελτίων γίνεται τὸ φύεταί φασιν εἰρῆσθαι. γίνεσθαι
δ’ αὐτὴν ἐν τῷ χρόνῳ βελτίονα νομίζουσι τοῖς προνοουμένοις
ἐπιστήμης τε καὶ σοφίας, ἀλλ’ οὔτε ἰατρικὸς ὁ λόγος
οὔθ’ ὁμολογῶν τοῖς ἐπιφερομένοις. ὅτι γὰρ ἐπὶ τῆς οὐσίας
αὐτῆς εἴρηται τὸ φύεται δῆλον ἐκ τοῦ φάναι· ἢν δ’ ἐκπυρωθῇ, ἅμα τῇ νούσῳ καὶ ἡ ψυχὴ τὸ σῶμα φέρβεται. καὶ
δόξειε δ’ ἂν ἐκδείκνυσθαι τὸ ἐκπυρωθῇ ῥῆμα τὴν οὐσίαν
τῆς ψυχῆς ἡγεῖσθαι τὸν Ἱπποκράτην τὸ ἔμφυτον εἶναι
θερμὸν, ὃ καὶ τῶν φυσικῶν ἔργων αἰτιᾶται πολλαχόθι. μέγιστα
δ’ ἐνταῦθα κινεῖται δόγμα διαπεφωνημένον καὶ αὐτοῖς
τοῖς φιλοσόφοις. ἔνιοι μὲν ἡγοῦνται οὐσίαν εἶναι ψυχῆς
τε καὶ φύσεως, οἱ μὲν ἐν τῷ πνεύματι τιθέμενοι τὴν
ὕπαρξιν αὐτῶν, οἱ δ’ ἐν τῇ τοῦ σώματος ἰδιότητι. τινὲς
δὲ οὐ μίαν, ἀλλ’ ἰδίαν ἑκατέρᾳ τὴν οὐσίαν εἶναί φασι καὶ
οὐ σμικρῷ δέ τινι διαφερούσας, ἀλλ’ ὅλῳ τῷ γένει, ὅπου
γε καὶ τὴν μὲν τῆς φύσεως φθαρτὴν εἶναι ἡγοῦνται, τὴν
δὲ τῆς ψυχῆς ἄφθαρτον. Ἀριστοτέλης μὲν οὖν καὶ Πλάτων
ὑπὸ μίαν προσηγορίαν ἀμφοτέρας 519 ἄγουσι τὰς
δυνάμεις, οὐ μόνον ᾗ λογιζόμεθα καὶ μεμνήμεθα ψυχὴν
καλοῦντες, ἀλλὰ καὶ τὴν ἐν τοῖς φυτοῖς, ᾗ τρέφεταί τε καὶ
αὔξεται καὶ διασώζεται, μέχρι περ ἂν ἐν τῷ χρόνῳ ξηρανθῇ.
τοῖς Στωικοῖς δ’ ἔθος ἐστὶ φύσιν μὲν ὀνομάζειν, ᾗ τὰ φυτὰ διοικεῖται, ψυχὴν δὲ ᾗ τὰ ζῶα, τὴν οὐσίαν
ἀμφοτέρων μὲν τίθενται τὸ σύμφυτον πνεῦμα καὶ διαφέρειν
ἀλλήλων οἴονται ποιότητι. ξηρότερον μὲν γὰρ πνεῦμα τὸ
τῆς ψυχῆς, ὑγρότερον δὲ τὸ τῆς φύσεως εἶναι, δεῖσθαι δ’
ἄμφω πρὸς διαμονὴν οὐ τροφῆς μόνον, ἀλλὰ καὶ ἀέρος.
καὶ ὅσοι γε τοῦ δόγματος τούτου νομίζουσιν ἡγεμόνα τὸν
Ἱπποκράτην γεγονέναι, καθάπερ ἐν τῷ περὶ ἑβδομάδων εἴρηται,
τὸ φύεσθαι λέγουσιν εἰρῆσθαι κατὰ τῆς γινομένης
ἐν αὐτοῖς προσθέσεως ἐξ ἀμφοτέρων τῶν οὐσιῶν, τῆς τε
τροφῆς καὶ τοῦ ἀέρος ὡς ἐναργῶς φαίνεται, κατὰ τὴν ἑκατέρου
χρείαν ἐπιστάμεθα. δέδεικται γὰρ ἡ μὲν ἀναπνοὴ
τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας φυλάττειν, ἡ δὲ
τῶν σιτίων προσφορὰ τὸ διαῤῥέον τῆς σωματικῆς οὐσίας
ἀναπληροῦν, καὶ εἴπερ εἶδός τι τοῦ σώματός ἐστιν ἡ ψυχὴ,
προσηκόντως ἂν λέγοιτο φύεσθαι μέχρι τοῦ θανάτου. εἰ δέ
ἐστιν ἑτέρα τις αὐτῆς οὐσία τῆς φύσεως, ἣν Ἀριστοτέλης
μὲν ὀνομάζει θρεπτικὴν, ἐπιθυμητικὴν δὲ Πλάτων, ἀληθὲς
ἂν εἴη τὸ εἰρημένον, οὐκ ἀληθὲς δὲ ἐπὶ τῆς διανοητικῆς ψυχῆς. ὅτι μέντοι τὸ ἔμφυτον θερμὸν, ᾧ μάλιστα ἀναφέρει
τὰ σωματικὰ τῶν ἔργων ὁ Ἱπποκράτης, ἐκπυρωθὲν οὐ
μόνον οὐκ ἔστι δυνάμενον τὰς ἔμπροσθεν ἐνεργείας ἐπιτελεῖν,
οὐδὲ τρέφειν ἡμᾶς, ὅπερ ἦν αὐτῷ κυριώτατον, ἀλλὰ διαφθείρει
τε καὶ τήκει καθάπερ τὸ πῦρ, εὔδηλόν ἐστι τῷ
λόγῳ σκοπουμένοις ἡμῖν καὶ τὰς ὑπὸ τῶν διακαῶν πυρετῶν
συντήξεις τοῦ σώματος ἐναργῶς ὁρῶσι. περιλελειμμένης δὲ
κατὰ τὸν εἰρημένον λόγον ἅπαντα τῆς τρίτης ψυχῆς ἢ δυνάμεως
ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν αὐτὴν, ἣν ὁ Πλάτων
ἐκάλει θυμοειδῆ, καὶ περὶ ταύτης ἄμεινόν ἐστιν εἰπεῖν ἕνεκα
τοῦ μηδὲν ἔτι ὑπολείπεσθαι κατὰ τὸν περὶ ψυχῆς λόγον.
θερμασία μέν τις ἔμφυτος ἐν ἥπατι περιέχεται, καθ’ ἣν
αἷμα γεννᾶται· θερμασία δὲ ἑτέρα πλείων ἐστὶ, κατὰ τὴν
καρδίαν εἰς θυμοῦ γένεσιν ἡμῖν δοθεῖσα. καὶ γὰρ χρεία
τούτου τὶς ἐστιν, ὡς ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ
Πλάτωνος δογμάτων ἐπιδέδεικται. δεῖται μὲν αὐτὴ ἡ θερμασία
τῆς τροφῆς, ἡ δ’ ἑτέρα τῆς ἀναπνοῆς. οὕτω γὰρ
ὀνομάζειν ἔθος ἐστὶ τοῖς ἰατροῖς τὴν διὰ τῶν ἀρτηριῶν γινομένην καθ’ ὅλον τὸ σῶμα διττὴν ἐνέργειαν, ἐκπεμπουσῶν
αἰθαλῶδες περίττωμα κατὰ τὴν συστολὴν, ἑλκουσῶν δὲ
τὸν πέριξ ἀέρα κατὰ τὴν διαστολήν.
καὶ λύσιν καὶ ἀραίωσιν.
ὀνομάζουσι δ’ οὕτως τὰς ἐκ πολλοῦ χρόνου κατὰ τὸ
σῶμα τῶν ἀνθρώπων διαμενούσας. οὔτε γὰρ φαίνεται τοῦτο
γινόμενον οὔτε αὐτὸς ἀγνοεῖ σαφῶς ἐν ἀφορισμοῖς εἰπών·
οἱ πρεσβῦται 520 τῶν νέων τὰ μὲν πλεῖστα νοσέουσιν
ἧσσον, ὅσα δὲ αὐτοῖς χρόνια νοσήματα γίνεται, τὰ πολλὰ
συναποθνήσκει. προσθεὶς δ’ ἐν αὐτῷ τῷ λόγῳ τὸ τὰ πολλὰ
καὶ μὴ καθόλου ποιησάμενος τὴν ἀπόφασιν, ὡς ὅσα χρόνια
νοσήματα γίνεται [τὰ πολλὰ] συναποθνήσκει, δῆλός ἐστιν εἰδὼς ἔνια λυόμενα πρὸ τοῦ θανάτου. τίνα τοίνυν ἐστὶ
ταῦτα, καθάπερ γε καὶ τίνα τὰ μὴ λυόμενα πρὸ τοῦ θανάτου,
διὰ τῶν ἀφορισμῶν αὐτὸς ἐνεδείξατο γράφων ὧδε·
βράγχοι καὶ κόρυζαι τοῖς σφόδρα πρεσβυτέροισιν οὐ πεπαίνονται.
ψυχρῶν οὖν ἐνταῦθα μνημονεύσας δῆλός ἐστιν ἔνια
τῶν θερμῶν συγχωρῶν λυθῆναι δύνασθαι κατὰ τὴν τῶν
πρεσβυτέρων ἡλικίαν, εἴ γε τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν
ἰάματα. σπάνια γάρ ἐστι ταῦτα καὶ τάς γε κεφαλαίας τὰς
θερμὰς, ἑτεροκρανίας τε καὶ νεφρίτιδας τὰς τοιαύτας, ἔτι
τε ἀρθρίτιδας, ὅσαι πάνυ θερμὴν ἔχουσι τὴν διάθεσιν.
οὗτος μὲν οὖν ἐκ τῆς τοῦ γήρως κράσεως γινόμενος ὁ τρόπος
τῆς λύσεως ἐν τῷ μέρει τῶν πεπασμῶν ἐστι, δηλοῦντος
τοῦ πεπασμοῦ πᾶσαν ἀγωγὴν εἰς τὴν σύμ 511 μετρον
κρᾶσιν, ὡς ἐπὶ τῶν πεπαινομένων ἐδείχθη καρπῶν. ἑτέρους
δὲ δύο τρόπους προστίθησιν ἔτι σπανιωτέρους τοῦ πεπασμοῦ,
τόν τε κατὰ τὴν ἀραίωσιν καὶ τὸν ἀμφιβόλως εἰρημένον,
εἴτε κατὰ τὴν διάλυσιν εἴτε κατὰ λύσιν ἀκοῦσαι χρή
γίνεται δὲ οὗτος ἐξ αὐτῆς τῆς σωματικῆς οὐσίας κοινῆς ἅπασιν οὔσης, μὴ ὅτι τοῖς ἐμψύχοις, ἀλλὰ καὶ τοῖς ἀψύχοις.
ἀποῤῥεῖ μὲν γάρ τι πάντως αὐτῶν, ἀλλὰ πλεῖστον
μὲν τῶν μαλακωτέρων, ἔλαττον δὲ τῶν ἧττον μαλακῶν. οὕτως
γοῦν ἔνιοι τῶν παρὰ φύσιν ὄγκων λύονται, διαφορουμένης
τῆς οὐσίας αὐτῶν κατὰ βραχὺ χρόνῳ πλείονι, καὶ γίνεται
τοῦτο τοῖς καλῶς διαιτωμένοις, ὡς ὅσοι γε πληρωτικῇ
διαίτῃ χρῶνται, τὴν ἐπιῤῥοὴν τοῖς πεπονθόσι μέρεσιν ἴσην
τῇ διαφερομένῃ ποιούμενοι φυλάττουσι τὰ πάθη. τρίτον
δὲ τρόπον εἴρηκε λύσεως τὴν ἀραίωσιν τοῦ σώματος, ὑπὸ
μὲν τῶν ἰατρῶν ἐκ προνοίας γινομένην, ὑπὸ δὲ τῆς γεροντικῆς
ἡλικίας σπανίως, ὅταν ἀσθενεστέρας γινομένης τῆς
δυνάμεως ἰσχνοτέρας τε τῆς ἕξεως, ἀτροφωτέρου δὲ καὶ
τοῦ δέρματος ἀραιωθῶσιν οἱ πόροι. ἡμεῖς μὲν οὖν οὕτως
ἐξηγούμεθα τὴν ῥῆσιν, ἀεὶ πειρώμενοι τοῖς ἀπὸ τῶν ἀῤῥώστων
ὁρωμένοις ὁμολογούσας ἐπιδεικνύναι τὰς λέξεις αὐτοῦ,
τῶν δ’ ἐξηγητῶν οἱ πλεῖστοι πάντα μᾶλλον ἢ τοῦτο πράττουσιν,
οἵ γε καὶ νῦν ὡς ἐπὶ πάντων τῶν νοσημάτων εἰρημένου
τοῦ λόγου τὰς αἰτίας ἀποδιδόναι πειρῶνται. τούτων δ’ ἀτοπώτερα λέγουσιν οἱ τὰ τοιαῦτα πάθη φάσκοντες
ἐν τῷ γήρᾳ λύεσθαι, τῆς ψυχῆς μὲν οὖν ὀργὰς, φιλαργυρίας,
δεισιδαιμονίας, τοῦ δὲ σώματος ἐρωτικὰς διαθέσεις.
τῶν ἐναντίων ἰάματα, περὶ οὖ πολλάκις ἤδη διείλεγμαι.
θερμοῦ.
ἀποφάσεως καθόλου μέρος ὑπάρχον. τὸ γάρ τοι ψυχρὸν
ἐπικουρεῖ μὲν τοῖς ψυχροῖς πάθεσι, κτείνει δὲ τοὺς θερμοὺς νοσοῦντας. ἀφ’ ἑνὸς γὰρ ὡς ἐπὶ παραδείγματος
ἐπὶ πάντα τἀναντία μετάγειν χρὴ τὸν λόγον.
ἐς κεφαλὴν καὶ τὰ θερμὰ καὶ τὸ ὑγρόν. ἡ δὲ εὐθυμίη
ἀφίησι καρδίην.
γραφὰς αὐτῆς πλείονας ἐποιήσαντο καὶ ταῖς γραφαῖς οἰκείας
ἐξηγήσεις, ἀληθέστερον δ’ ἂν εἴποι τις, οὐ ταῖς γραφαῖς
τὰς ἐξηγήσεις, ἀλλὰ ταῖς ἐπινοηθείσαις ἐξηγήσεσι προσαναπεπλάκασι
τὰς γραφάς. εὐθὺς οὖν ἡ ἀνασπᾷ ῥῆσις τί
ποτε σημαίνει κατὰ τὴν λέξιν; ἀνασπᾶσθαι τὴν καρδίαν
καὶ τὸν πνεύμονα λέγειν αὐτὸν ὑπὸ τῆς ὀξυθυμίης ἐξηγησόμεθα,
προσκειμένου δὲ τοῦ, ἐς ἑωυτὰ καὶ ἐς κεφαλὴν, διανοίας ἑτέρας ἔμφασις γίνεται τοιαύτης, ἡ καρδία καὶ ὁ
πνεύμων ἀνασπᾷ καὶ εἰς ἑαυτὰ καὶ εἰς τὴν κεφαλὴν καὶ τὰ
θερμὰ καὶ τὸ ὑγρὸν, ὄντος καὶ τοῦ θερμὰ πλησίον ἀδιανοήτου.
θερμὸν γὰρ ἐχρῆν ἢ θερμὰ εἰρῆσθαι μᾶλλον.
ἄμεινον οὖν ἐστιν ἴσως ἀπογνόντα τῆς κατὰ μέρος ἐν τῇ
ῥήσει λέξεως, ὡς συγκεχυμένης, ἔκφρασιν αὐτῆς μᾶλλον ἢ
παράφρασιν ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ ποιήσασθαι.
τοῦτο δ’ ἀδύνατον γενέσθαι, μὴ κᾂν ἕν γ’ ἔτι τῶν ὀνομάτων
ἐξηγησαμένων ἡμῶν, ὅπερ ἐστὶ τὸ ἀνασπᾷν. δυοῖν γὰρ θάτερον
ἐν ταῖς ὀξυθυμίαις, ἤτοι τὸν πνεύμονα καὶ τὴν καρδίαν
εἰς τὴν κεφαλὴν ἀνασπᾶσθαι φάναι ἢ τὴν καρδίαν καὶ
τὸν πνεύμονα καὶ τὴν κεφαλὴν ἀνασπᾷν εἰς ἑαυτὰ τό τε
θερμὸν καὶ τὸ ὑγρόν. πιθανὸν γὰρ ἐκ τῶν κατὰ τὸ ἧπαρ
χωρίων, ὅθεν ἡ χορηγία τοῦ αἵματός ἐστιν, ἀνασπᾶσθαι
τήν τε θερμασίαν καὶ τὴν ὑγρότητα. φαίνεται οὖν ἐναργῶς
ἐν ταῖς ὀξυθυμίαις μείζονά τε καὶ σφοδρότερον ἡ καρδία
ποιουμένη τὸν σφυγμὸν ἅμα ταῖς καθ’ ὅλον τὸ ζῶον
ἀρτηρίαις. εὔλογον δὲ καὶ τὰ πληρώσαντα τὴν διαστολὴν αὐτῆς ἕλκεσθαι τηνικαῦτα πλείω. τοῦ δὲ πρὸς τὴν κεφαλὴν
ἀναφέρεσθαι τό τε ὑγρὸν καὶ τὴν θερμασίαν πλείονα σημεῖόν
ἐστι τὸ κατὰ τοὺς ὀφθαλμούς τε καὶ τὸ πρόσωπον
ὅλον ἔρευθος. ἀλλὰ καὶ εἰ ἅψαιο, θερμότερα ταῦτα φανεῖταί
σοι γεγονότα. προδήλως τε καὶ οἱ ὀφθαλμοὶ λάμπουσί
τε ἅμα καὶ προπετέστεροι δηλοῦσι γεγονέναι καὶ ἡ σύμπασα
κεφαλὴ θερμότερα, κατὰ δὲ τὴν εὐθυμίαν, φησὶν, ἀφίησι
τὴν καρδίαν, τουτέστι καταλείπει τὰ προειρημένα. χρήσιμος
δὲ τῶν εἰρημένων ἡ γνῶσις εἰς τὸ ποτὲ μὲν φυλάττεσθαι
τὴν ὀξυθυμίαν, ποτὲ δ’ αὐτὸν ἐπιτηδεύειν, φυλάττεσθαι
μὲν ὅταν ἡ καρδία καὶ ἡ κεφαλὴ θερμότεραι 522
τοῦ προσήκοντος ὑπάρχουσι κατὰ φυσικὴν δυσκρασίαν, ἤ τι
πάθος θερμὸν ἐπίκτητον, ἐπιτηδεύειν δ’ ἐν τοῖς πάθεσι
ψυχικοῖς καὶ τῇ φύσει ψυχροτέρᾳ κεφαλῇ. ὡσαύτως δὲ ἡ
καθ’ ὅλον τὸ σῶμα κρᾶσις, εἰ μὲν εἴη θερμοτέρα τοῦ δέοντος,
ἤτοι κατὰ πάθος ἢ φύσει, βλαβήσεται μεγάλως ὑπὸ
τῆς ὀξυθυμίης. ἡ δ’ ἐναντία τῇδε μεγάλως ὀνήσεται. τοῦτο
γάρ τοι καὶ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν ἐδείκνυμεν ὑπ’ αὐτοῦ δεδιδαγμένον, ἡνίκ’ ἔλεγεν, ἐπιτηδεύειν ὀξυθυμίην
ἐμποιέειν καὶ χροιῆς ἀναλήψιος ἕνεκα καὶ χυμάσιος.
ἀντὶ τοῦ γυμνασίου λέγειν, ἐνίοτε ἀντὶ τῆς ὀδύνης
ἢ ἁπλῶς ἡστινοσοῦν βλάβης, ὡς ἐν πολλοῖς ὑπομνήμασιν
ἤδη μεμαθήκατε. διὰ τοῦτο τοίνυν ἄλλος ἐπ’ ἄλλο τῶν
τριῶν σημαινομένων ἧκε τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὁ
μέν τις ἡγούμενος αὐτὸν λέγειν τὸ γυμνάσιον, τοῖς ἄλλοις τε
καὶ ταῖς σαρξὶν, οἷόν περ σῖτον εἶναι, τουτέστι τροφὴν καὶ
ῥώμην καὶ ὠφέλειαν· αὐξάνεσθαι γὰρ αὐτίκα καὶ κρατύνεσθαι
καὶ ῥώννυσθαι διὰ τῶν γυμνασίων οὐδὲν ἧττον ἢ διὰ
τῶν τροφῶν. ὁ δέ τις ἄλγημα καὶ ὀδύνην τοῖς ἄρθροις τε
καὶ ταῖς σαρξὶ τὸν πολὺν σῖτον ἤκουσεν εἰρῆσθαι. τὴν γὰρ πληθώραν οὐ μόνον δυσκίνητα ποιεῖν τά τε ἄρθρα καὶ
τὰς σάρκας, ὅπερ ἐστὶ τοὺς μῦς. ἐν τούτοις γὰρ τὸ τῶν
σαρκῶν γένος, ἀλλὰ καὶ ῥευματίζειν ὡς ὀδύνας ἐργάζεσθαι.
ταύτῃ δ’ ἕπεται τῇ γνώμῃ καὶ τὸ κατὰ τὸ τρίτον σημαινόμενον,
ἡγουμένων τινῶν τὸν πολὺν σῖτον, ὅπερ ἐστὶ τὴν
πληθώραν, βλάβην εἶναι τοῖς τε ἄρθροις καὶ ταῖς σαρξὶν,
οὐ μόνον δὲ σαρξὶ καὶ ἄρθροις, ἀλλὰ καὶ πᾶσι τοῖς μορίοις
512 τοῦ σώματος ἡ πληθώρα καὶ βλάβην εἴωθε καὶ ὀδύνας
ἐπιφέρειν. καὶ μέντοι καὶ τὸ δεύτερον μέρος τῆς ῥήσεως,
ἐν ᾧ φησιν, ὕπνος σπλάγχνοισι, τὴν μὲν διάνοιαν ἕξει
τοιαύτην. ὥσπερ ὁ πόνος τοῖς ἄρθροις καὶ ταῖς σαρξὶν,
οὕτως ὁ σῖτος τοῖς σπλάγχνοις, ἤτοι γυμνάσιον ἔσται φέρον
εὐεξίαν ἢ ὀδύνην ἢ βλάβην οἴσει. γυμνάζεσθαι μὲν ἐν τοῖς
ὕπνοις τὰ σπλάγχνα, καθ’ ὅσον ἐνεργεῖ μάλιστα τηνικαῦτα
καὶ κατεργάζεται τὴν τροφὴν, ἀκούειν ἄν τις δύναιτο. βλάβην
δέ τινα καὶ ὀδύνην ἐπιφέρειν οὐκ ἀληθὲς, ἀνωδυνίαν
τε γὰρ καὶ ὠφέλειαν μᾶλλον ὁ ὕπνος, οὐ τοὐναντίον πέφυκεν
ἐργάζεσθαι, πλὴν εἴ τις ἐν ἀρχαῖς παροξυσμῶν λέγοι ταῦτα ποιεῖν αὐτόν. ἀλλὰ νῦν γε χωρὶς διορισμοῦ τῆς ῥήσεως
γεγραμμένης οὐκ ἀληθὴς ὁ λόγος ἔσται. μήτοι τοίνυν
ἄμεινόν ἐστιν οὕτως ἀναγινώσκειν, πόνος τοῖς ἄρθροις
καὶ ταῖς σαρξίν· εἶτ’ ἀφ’ ἑτέρας ἀρχῆς, σῖτος ὕπνος σπλάγχνοισιν,
ἵν’ ὁ λόγος γένηται τοιόσδε, τὸ μὲν γυμνάσιον τοῖς
ἄρθροις καὶ ταῖς σαρξὶν ὠφέλειαν παρέχει, σῖτος δὲ καὶ
ὕπνος τοῖς σπλάγχνοις. τοῦ γὰρ ἐμφύτου θερμοῦ συννεύοντος
εἰς τὸ βάθος, ὡς αὐτὸς ἐδίδαξεν, αἵ τε πέψεις τῶν σιτίων
ἀμείνους γίνονται καὶ τρέφεται τηνικαῦτα τὰ σπλάγχνα.
κατὰ δὲ τὴν ἐγρήγορσιν ἀποτειναμένου πρὸς τὸ δέρμα
τοῦ ἐμφύτου θερμοῦ, τὰ σπλάγχνα ψυχρότερα γίνονται 523
σφῶν αὐτῶν. ἅπερ δὲ ἐκείνοις ὑπῆρχεν ἐν τοῖς
ὕπνοις, ταῦτα τοῖς κώλοις τε καὶ πᾶσι τοῖς ἐκτὸς ἐν ταῖς
ἐγρηγόρσεσιν.
ἐξηγησάμενοι τὸ βιβλίον, ἵν’ ὁ λόγος ᾖ τοιόσδε. τοῖς ἀνθρώποις
αἱ φροντίδες γυμνάσιον προσηγορίᾳ κεχρῆσθαι τῇ
τοῦ περιπάτου δηλούσης τῆς φωνῆς ταύτης εἶδός τι γυμνασίου.
κακοζήλου δὲ τῆς ἑρμηνείας οὔσης, εἰκότως αὐτὴν ὁ
Διοσκορίδης φυλαττόμενος, οὐ περίπατον ἔγραψεν, ἀλλὰ
προσθεὶς τὸ ν γράμμα, περὶ παντὸς, ὥστε γενέσθαι τὴν λέξιν
τοιάνδε· ψυχῆς περὶ παντὸς φροντὶς ἀνθρώποις, ἵν’
ᾖ δηλούμενον ἐξ αὐτῆς, περὶ παντὸς τοῖς ἀνθρώποις, ἀσκητέον
ἐστὶ τὸν λογισμόν. αἱ γάρ τοι διανοήσεις ὀνομάζονται
φροντίδες, ὅθεν καὶ τὸν Σωκράτην φροντιστὴν ἐκάλουν
καὶ φροντίδας τὰ σοφὰ βουλεύματα τἀνδρὸς ὠνόμαζον, ὡς
κᾀν ταῖς Ἀριστοφάνους Νεφέλαις ἔστιν εὑρεῖν, ἔνθα κωμῳδεῖ
καὶ σκώπτει τὸν Σωκράτην ὡς ἀδολέσχην. εἰ δέ τῳ
δόξῃ φιλοσόφου θεωρίας, οὐκ ἰατρικῆς, ὁ λόγος ἔχεσθαι,
πρῶτον μὲν ἐνθυμείτω κοινὸν ἁπασῶν εἶναι τῶν λογικῶν
αὐτὸ τεχνῶν ἐν αἷς τὸν λογισμὸν χρὴ γυμνάζειν, ὡς ἄλλοις τε πολλοῖς εἴρηται τῶν ἰατρῶν, Ἐρασιστράτῳ τ’ οὐκ ὀλιγάκις.
ἔπειτα δὲ καὶ πάθη τινὰ γίνεται τὰ μὲν οἶον ναρκοῦντα
τὸ λογιστικὸν καὶ τὸ μνημονευτικὸν τῆς ψυχῆς, τὰ
δὲ καρώδη καὶ καταφορικά. τούτοις οὖν ἡγητέον ὠφελίμους
εἶναι τὰς φροντίδας, ὡς ἐν ἄλλοις ἐδίδαξε, τὰς ὀξυθυμίας
εἶναι χρησίμους εἰς εὐχυμίαν τε καὶ τῆς κατὰ φύσιν ἕξεως
ἀνάκτησιν.
κενὸν πλησθῆναι.
συντρέχειν δηλοῖ σαφές ἐστιν οὕτε τί κενὸν πλησθῆναι.
διὰ τοῦτ’ οὖν ἔνιοι μὲν τῶν ἐξηγητῶν εἰρῆσθαι τὸν λόγον
φασὶ περὶ τῆς ἐπὶ τραύμασιν αἱμοῤῥαγίας, ἔνιοι δὲ περὶ
τῆς ἐπιγινομένης φλεγμονῆς. ἑκάτεροι γὰρ ἀξιοῦσιν εἰς τὸ τετρωμένον μέρος ἐπιῤῥεῖν αἷμα καὶ μέντοι καὶ τούτου γινομένου
κενοῦσθαι τὰς ἐν ὅλῳ τῷ σώματι φλέβας, ὦν προνοητέον
εἶναί φασιν, ὡς ἂν πλησθῶσιν αὖθις. εἶναι δὲ τὴν
πλήρωσιν αὐτῶν διττὴν, ἀναστελλομένου μὲν ὑπὸ τῶν ψυχόντων
καὶ στυφόντων φαρμάκων, καὶ σχήματος δὲ ἐπιτηδείου
τοῦ συῤῥέοντος αἵματος ἐπὶ τοῦ τετρωμένου τραυματίου.
τινὲς δὲ οὐκ ἐπὶ τραυμάτων μόνον, ἀλλὰ κᾀπὶ τῶν σφοδρῶς
συντριβέντων ὀστῶν, μάλιστ’ ἐφ’ ὦν ἔξω τοῦ δέρματος ἀνέσχε
τι μέρος αὐτῶν, ὡσαύ 524 τως δὲ κᾀπὶ τῶν τοιούτων
ἐξαρθρημάτων, ἁπασῶν τε τῶν μεγάλην θλάσιν ἐν τῷ
σώματι ποιουσῶν πληγῶν τὸν λόγον εἰρῆσθαί φασι. τρώματα
γὰρ ὀνομάζει Ἱπποκράτης τὰς μεγάλας βλάβας ἔκ τινος
τῶν ἔξωθεν γενομένας, εἰ καὶ χωρὶς τραύματος. τῇ δὲ
περὶ τοῦ συντρέχειν εἰς ταῦτα τὸ αἷμα καὶ πληροῦν τὸ
ἐκκενωθὲν, αὕτη καὶ τοῖς ταῦτα λέγουσιν ἐξήγησις. ὅτι μὲν
οὖν ὁ Ἱπποκράτης εἴθισται τρώματα καλεῖν τὰς τοιαύτας
βλάβας ἐν πολλοῖς ἤδη τῶν βιβλίων αὐτοῦ μεμαθήκαμεν.
εἰ δὲ καὶ νῦν ἐκείνων μέμνηται, προπετὲς εἰπεῖν. ἔνιοι δ’ ἐπὶ τῶν αἱμοῤῥαγούντων τρωμάτων πληροῦν ἐνθέσει φαρμάκων
τε τῶν ἐπιτηδείων καὶ μοτῶν.
θερμὸν, ἔπειτα ὑποθεὶς ἔσω ἐν τῷ θέναρι τὸ εἴριον
ὑπὸ τὸ οὖς ἐπιθεῖναι, ὡς δοκέῃ τι οἱ ἐξιέναι, ἔπειτα
ἐπὶ πῦρ ἐπιβάλλειν ἀπάτῃ.
οὐχ ἥκιστα διὰ τὸ προσκείμενον ἐπὶ τῷ τέλει λεξίδιον,
τὴν ἀπάτην. ὁ μὲν γὰρ πρὸ αὐτῆς λόγος τοιοῦτός
τίς ἐστιν ἐὰν οὖς ἀλγῇ τις, εἴριον περὶ τὸν δάκτυλον ἑλίξας
δηλονότι τὸν λιχανόν· ἐγχωρεῖ δὲ καὶ περὶ τὸν ἀντίχειρα,
βρέχων ἄλειφα, τουτέστιν ἤτοι ἐλαίῳ ἢ πιμελῇ τετηκυίᾳ
τὸ εἴριον ἐνστάζειν εἰς τὸ οὖς, ὡς καὶ νῦν εἰώθαμεν
ποιεῖν διὰ τῆς ἠμφιεσμένης εἰρίῳ μηλωτίδος, οὐ μόνον
ἄλειφα, καθάπερ αὐτὸς ὠνόμασεν, ἀλλὰ καὶ πᾶν ἄλλο φάρμακον ὑγρὸν ἐγχέοντες. ἔστω δὲ δηλονότι τὸ φάρμακον ἐν
ᾧ τέγγουσι, θερμαινόμενον ἐπὶ πολυχνιαίας φλογὸς ἢ ἐπὶ
τοῦ καλουμένου κηρίωνος. ἐγχεῖν δ’ οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ
πολλάκις ὡς ἀποῤῥεῖν τι πρὸς τὴν ἐκτὸς χώραν τοῦ πόρου
τοῦ ἀκουστικοῦ. τὸ δ’ ἀποῤῥέον τοῦτο μὲν ἡμεῖς ἁπλῶς
εἴριον ὑποτιθέντες δεχόμεθα. κελεύει δ’ ὁ Ἱπποκράτης
ἐπὶ τῷ θέναρι τῆς χειρὸς ἡμῶν ἐπικεῖσθαι τοῦτο, τῆς ἀριστερᾶς
χειρὸς δηλονότι τὸ ἀποῤῥέον ἐκ τοῦ ὠτὸς ὑγρὸν
ἀποδεχόμενον, ᾧ καὶ δῆλον ὡς οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ καὶ
πλεονάκις ἐγχεῖν κελεύει· τούτοις δ’ ἐφεξῆς, εἰ μὲν ἁπλῶς
ἦν γεγραμμένον, ἔπειτα ἐπὶ πῦρ ἐπιβάλλειν, εὐλόγως ἂν
ἔφαμεν ἐξηγεῖσθαι τοὺς εἰπόντας ἕνεκα τούτου κατὰ τοῦ
πυρὸς ἐπιβάλλειν ἀξιοῦν αὐτὸν, ὡς δοκιμάσαι διὰ τῆς ὀδμῆς
ὁποῖόν ἐστιν. αὐτὸς γὰρ οὕτω καὶ τὸ μετὰ βηχὸς ἀναπτυόμενον
ἐκ πνεύμονος ἐδοκίμασεν. ἐπεὶ δὲ πρόσκειται
κατὰ τὸν λόγον, ὡς δοκέῃ τι οἱ ἐξιέναι, καὶ φαίνεται τὸ δοκέῃ
συμφωνεῖν τῷ κατὰ τὸ τέλος εἰρημένῳ τῆς ῥήσεως ὅλης
τῷ, ἀπά 513 τῃ, διὰ τοῦτο ἀποστάντες οἱ δοκιμώτεροι τῶν ἐξηγητῶν ἐπὶ τῇ τοῦ κάμνοντος ἀπάτῃ πρὸς τὴν τοιαύτην
ἐνέργειαν ἀφῖχθαί φασι τὸν Ἱπποκράτην· παρηγορεῖσθαι
γὰρ ἐνίοτε κᾀκ τῶν τοιούτων τοὺς κάμνοντας, ἡγεῖσθαί
τε θεραπείαν ἑαυτῶν ἐπιμελεστέραν γίνεσθαι καὶ μέντοι
καὶ μείζονα τῶν ὄντων τὰ πάθη φαίνεσθαι τοῖς κάμνουσι
χρήσιμόν εἶναί φασιν εἰς τὸ μὴ μέμφεσθαι τοῖς προνοουμένοις,
ὡς οὐ ταχέως 525 ἰωμένοις καὶ πρὸς τὸ πείθεσθαι
τῇ κατὰ τὴν δίαιταν ἀκριβείᾳ. τινὲς δὲ προστιθέασιν
ὅτι καὶ μισθοὺς μείζονας καὶ δῶρα θεραπευθέντες
δώσουσι τοῖς ἰατροῖς οἱ μεγάλων παθῶν ἀπηλλάχθαι νομίζοντες.
ὅπερ αὖ πάλιν ἐνίοις οὐ κατὰ τὴν Ἱπποκράτους
προαίρεσιν εἶναι φαίνεται καὶ διὰ τοῦτο τὴν ῥῆσιν ὅλην
ὑποπτεύουσιν ὡς παρεγγεγραμμένην. οὐδὲ τοῦτό ἐστιν εἰπεῖν
περὶ τῆς προκειμένης ῥήσεως, ὅπερ ἔνιοι πιθανῶς ἔδοξαν
εὑρηκέναι, τὴν παρηγορίαν τῆς ὀδύνης ἀπάτην εἰρῆσθαι
νομίζοντες, ὡς οὐ ταὐτὸν ὂν ἰάσασθαί τε τὴν νοσώδη διάθεσιν,
ἐκκόπταντας τὴν οἶον ῥίζαν αὐτῆς, ὀδύνην τε πραΰνειν παρηγορήσαντας. ἐνίοτε γοῦν αὐτὸ τοῦτο χείρονα τὴν ὅλην
διάθεσιν ἐργάζεται, καθάπερ ἐπὶ τῶν κωλικῶν, αἱ δι’ ὀπίου
καὶ ὑοσκυάμου καὶ μανδραγόρας καὶ στύρακος συντιθέμεναι
ἀντίδοτοι. περιψύχουσαι γὰρ αὗται τὰ μόρια καὶ πρὸς τὸ
δεύτερον ἐκ τῶν αὐτῶν αἰτιῶν παθεῖν ἑτοιμότερα παρασκευάζουσιν,
ἀλλ’ οὐδὲ διὰ τὸ πραΰνειν τὴν ὀδύνην, ὡς ἔφην,
οἷόν τ’ ἐστὶ δέξασθαι προσγεγράφθαι τὴν ἀπάτην. ἐναντιοῦται
γὰρ τῷ, ὡς δοκέῃ τι οἱ ἐξιέναι, τοῦ γράψαντος
οὕτως ἐνδεικνυμένου τῶν καμνόντων ἀπάτης ἕνεκεν, ἐπὶ τὴν
τοιαύτην χειρουργίαν ἀφικνεῖσθαι τοὺς ἰατρούς. ἄμεινον
οὖν ὑπολαμβάνειν οὐδ’ ὅλως εἶναι τὴν ῥῆσιν Ἱπποκράτους.
χολώδεες ἀπὸ πίονος, ἐρυθραί δὲ ἀφ’ αἵματος, μέλαιναι
δὲ ἀπὸ μελαίνης χολῆς. αὖαι δὲ ἀπὸ λιγνυώδεος ἐγκαύσιος
καὶ μητρῴου μορίου, λευκαὶ δὲ ἀπὸ φλέγματος.
τὸ κυρίως οὕτως ὀνομαζόμενον, ὃ καθ’ ἑκάστην ἡμέραν
ἀποκρίνομεν, ἢ τὸν τῶν χυμῶν ὀῤῥόν. ἑκάτερος δ’ ἂν ὁ
λόγος ἐπὶ τὴν τοιαύτην ἥκει διάνοιαν. ἡ γάρ τοι γλῶττα
τῆς ἐν τοῖς χυμοῖς διαθέσεώς ἐστι δηλωτικὴ, καθάπερ καὶ
τὰ οὖρα, καὶ τό τε χρήσιμον ἐκ τῆς ῥήσεως ἔχοντες, ἐκ
περισσοῦ ζητήσομεν ὅ τι ποτὲ σημαίνει τὸ οὖρον. ἔστι δὲ
τὸ χρήσιμον, ὃ καθ’ ὅλην τὴν ῥῆσιν διδάσκει, τὰς μέν τινας
γλώττας χολῆς πλεονεξίαν ἐνδείκνυσθαι, τὰς δ’ αἵματος
ἤ τινος ἄλλου τοιούτου, περὶ ὧν ἐφεξῆς ἁπάντων ἐπισκεπτέον.
ἐν γὰρ τοῖς χρησίμοις εἰς τὰ τῆς τέχνης ἔργα
διατρίβειν ἀξιῶ, παρατρέχοντας ὅσα σοφιστικῶς ἐζήτηται.
χλωρὰς οὖν γλώττας εἴρηκεν, ὡς ἐν τῷ βίῳ συνήθως ὀνομάζουσιν
ἄνθρωποι, χλωρούς τινας ἑωρακέναι φάσκοντες,
οἷς ἂν ἐπὶ τὸ χολωδέστερον ἡ χρόα μεταβάλῃ, τῆς ὠχρᾶς
δηλονότι χολῆς. ταύτην γὰρ ἁπλῶς ὀνομάζουσιν, οὐχ ὥσπερ
τὰς ἄλλας μετὰ προσθήκης, ἤτοι μέλαιναν ἢ ἰώδη καλοῦντες
ἢ ἐρυθρὰν ἢ ξανθὴν ἢ λεκιθώδη. ἐγγυτάτω μὲν οὖν ἐστι καὶ τοῦ αὐτοῦ σχεδόν τι γένους ἡ ξανθὴ χολὴ τῇ ὠχρᾷ.
λέγουσι δὲ τοὐπίπαν ἄνευ τοῦ προσθεῖναι τὴν ὠχρὰν ἁπλῶς
οὕτως χολὴν ἐμεμηκέναι τὸν ἄνθρωπον. ἐπὶ δὲ τῆς ξανθῆς
σπανίως ἔστιν εὑρεῖν ἁπλῶς τινα λέγοντα. προστιθέασι
γὰρ εὐθέως αὐτῇ τὸ τοῦ χρώματος ὄνομα, ξανθὴν χολὴν
ἐμεμηκέναι τόνδε τινὰ λέγοντες ἢ ἄκρατον χολήν. ἰώδη δὲ
καὶ μέλαιναν χολὴν οὔτ’ 526 ἰατρός τις οὔτ’ ἰδιώτης
ὠνόμαζεν ἄνευ προσθήκης, ὥσπερ οὐδὲ ἰσατώδη καὶ πρασοειδῆ
καὶ λεκιθώδη. καὶ γὰρ ταῦτα χολῶν ὀνόματά ἐστιν
ὑπό τινων ἰατρῶν εἰρημένα, παρωνύμως ταῖς χρόαις, ἃς
ἔχουσιν. οὕτως δὲ καὶ τὴν ἐρυθρὰν χολὴν ὀνομάζουσιν, αἵματος
οὖσαν ὀῤῥόν. ἡ δὲ λεκιθώδης τῆς ξανθῆς παχυνθείσης
γίνεται χολῆς, καθάπερ ἡ ὠχρὰ, προσλαβούσης ὑδατώδη
τινὰ οὐσίαν. αἱ τοίνυν χλωραὶ γλῶτται νῦν εἴρηνται
σαφῶς ἀντὶ τῶν ὠχρῶν, ὑπὸ τῆς ὠχρᾶς χολῆς βαπτόμεναι.
μεγάλας τε γὰρ ἔχουσα φλέβας ἡ γλῶττα καὶ κατὰ τὴν οὐσίαν
οὖσα χαύνη τε καὶ σπογγοειδὴς, ἑτοιμοτέρα τῶν ἄλλων
ἐστὶ μορίων, ὅσα σκληρὰ καὶ πυκνὰ, δέξασθαί τε τοὺς ὀῤῥώδεις χυμοὺς εἰς αὐτὴν, βαφῆναί τε πρὸς αὐτῶν ὥσπερ
τὰ ἔρια. παρέγκειται δὲ τῷ λόγῳ τὸ χολῶδες, ἀπὸ πίονος
ἐνδεικνυμένου τἀνδρὸς τὴν γένεσιν τῷ χολώδει πλείστην ἐκ
τοῦ πίονος ἐν τῇ τροφῇ γίνεσθαι. πίονα δὲ ἀκουστέον οὐ
μόνον τὸ λιπαρὸν, ἀλλὰ καὶ τὸ γλυκὺ καὶ ὅλως τὸ ἐν τοῖς
κατὰ φύσιν ἔχουσιν ἡδύ. μόνοι γὰρ οἱ παρὰ φύσιν διακείμενοι,
πικροῖς καὶ στρυφνοῖς καὶ ὀξώδεσιν ἐδέσμασι χαίρουσιν.
οἱ δὲ κατὰ φύσιν ἔχοντες καί ἀπεριττότατοι τά
τε λιπαρὰ καὶ τὰ γλυκέα καὶ τά γε μηδεμίαν ἔχοντα ἰσχυρὰν
ποιότητα, μεθ’ ἡδονῆς προσφέρονται. πάντ’ οὖν τὰ
τοιαῦτα τὸ πῖόν ἐστιν ἐν τροφῇ καὶ διὰ τοῦτο καὶ πίονα
ἄρουραν καὶ λιπαρὰν χώραν εἰρήκασι πολλοὶ τῶν παλαιῶν,
εὔφορον ἐνδεικνύμενοι διὰ τῶν προσηγοριῶν τούτων ὑπάρχειν
αὐτὴν, τῶν ὑγιαίνουσιν ἡμῖν ἀμέμπτως ἐσθιομένων
καρπῶν. ὅτι δ’ ἔκ τε μέλιτος καὶ ὅλως τῶν γλυκέων, ὅταν
ἐπὶ πλέον θερμανθῶσιν, ὁ πικρόχολος γεννᾶται χυμὸς, ἐν
τῷ περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐπιδέδεικται κατὰ τὸ τέταρτον ὑπόμνημα, μετὰ τοῦ καὶ φαίνεσθαι σαφῶς ὅταν
ἐν τῇ γαστρὶ πλείονι χρόνῳ τὰ τοιαῦτα μείνῃ, μήτ’ ἀναδοθῆναι
φθάσαντα μήτε πεφθῆναι τὴν ὠχρὰν ἐξ αὐτῶν γεννωμένην
χολήν. ὅσοι γοῦν ἤμεσαν τηνικαῦτα, τὴν τοιαύτην
ἤμεσαν. περὶ μὲν οὖν τῆς ὠχρᾶς γλώττης ἱκανὰ καὶ ταῦτα.
τὰς δ’ ἐρυθρὰς ἀφ’ αἵματος γίνεσθαί φησιν. οὐδὲ γὰρ οὐδ’
ἐπινοῆσαι δυνατὸν ἀφ’ ἑτέρου χυμοῦ πλεονεκτοῦντος, ἐρυθρὰν
γενέσθαι χρόαν ἔν τινι μορίῳ. τὸ γὰρ χρῶμα τῶν
χυμῶν ἐστὶ τῶν ἐπικρατούντων δηλονότι καὶ πλεονεκτούντων,
οὐ τῶν ἐλλειπόντων. οὕτως δὲ καὶ τὰς μελαίνας γλώττας
ἀπὸ μελαίνης χολῆς γίνεσθαί φησιν, ὁ γὰρ αὐτὸς λόγος
κἀνταῦθα. τὰς δὲ αὔας, ὅπερ ἐστὶ ξηρὰς, ἱκανῶς ἐκ πυρετοῦ
διακαοῦς, ὃς οἷον πῦρ κατακαίων τὸ αἷμα λιγνύει
μᾶλλον ἤπερ ἀτμῷ παραπλήσιον ἀναθυμίασιν ἐργάζεται·
διὸ καὶ μέλαιναι πολλάκις αἱ τοιαῦται φαίνονται γλῶτται.
γίνονται δὲ τοιαῦται γλῶτται καὶ ἀπὸ μητρῴου μορίου, τῆς
ὑστέρας δηλονότι. καὶ γὰρ καὶ ταύτῃ φλεγμαινούσῃ πυρετοὶ
θερμότατοι συνεδρεύουσιν. ὥσπερ δὲ ὠχραὶ μὲν ἀπὸ τῆς ὠχρᾶς, μέλαιναι δ’ ἀπὸ τῆς μελαίνης, ἐρυθραὶ δ’ ἀπὸ
τοῦ αἵματος, οὕτως ἀπὸ φλέγματος αἱ λευκαὶ γίνονται
γλῶτται. τοῖς μὲν οὖν εἰρημένοις σημείοις ἀκολουθεῖ διὰ
παντὸς τὰ δηλούμενα, τοῖς δὲ πράγμασιν οὐκ ἐξ ἀνάγκης
τὰ σημεῖα, φλεγμαινούσης γὰρ τῆς μήτρας οὐ διὰ παντὸς
οἱ πυρετοὶ διακαεῖς γίνονται, καθάπερ οὐδ’ αἵματος πλεονάζοντες
ἐρυ 514 θραίνεται γλῶττα. καὶ μέντοι καὶ χολῆς
μελαίνης ἐν σπληνὶ περιεχομένης ἢ κατά τινας κάτω
φλεβῶν, ἡ γλῶττα τὴν χρόαν οὐ μεταβάλλει, καθάπερ οὐδ’
ἐπὶ τῆς ὠχρᾶς, οὐδ’ ἐπὶ τοῦ φλέγματος, ἀλλ’ ὅταν ἤτοι
κατὰ τὴν γαστέρα περιέχηταί 527 τι τούτων ἢ θερμασίας
πολλῆς χεούσης τε καὶ πνευματούσης τοὺς χυμοὺς, ἡ
φορὰ γίνεται πρὸς τὸ μετέωρον. καθόλου τοίνυν ἐστὶ ῥητέον
ὡς ἕκαστον τῶν εἰρημένων ἐπὶ τῆς γλώττης σημεῖον
ἐνδεικτικόν ἐστιν, ἤτοι πυρετοῦ περικαοῦς, ἅμα τῷ καθ’
ἕκαστον αὐτῶν ὑφ’ Ἱπποκράτους γεγονέναι χυμοῦ πλεονάζειν ἢ
τοῦ περὶ τὴν γαστέρα περιέχεσθαι τὸν τοιοῦτον.
ὅπου τοῦ ὑγροῦ σύντηξις.
μὴ μεταβαλλομένων μηδ’ αἱματουμένων καλῶς τῶν σιτίων,
οἷς καὶ τὸ ποθὲν αὐτὸ συμμεταβάλλεται. ποτὲ δὲ συντήξεώς
τινος ἐν τῷ σώματι μορίῳ γεννωμένης, ὡς ὁ Σαβῖνος ἔγραψε.
ταῦτα μὲν οὖν ἀμφότερα παρὰ φύσιν διοικουμένου
τοῦ σώματος γίνεται, κατὰ φύσιν δ’ ἔχοντος, ἅμα τῇ τῶν
χυμῶν γενέσει τὸ ποτὸν μεταβαλλόμενόν τε καὶ χροϊζόμενον
ἐργάζεται τὰς διαφορὰς τῶν οὔρων, οὔτε κατὰ τὰς τῶν πεπωμένων
ποιότητας οὔτε κατὰ τὰς τῶν συντακέντων ἐν τῷ
σώματι μορίων, ἀλλὰ κατὰ τὰς ἰδέας τῶν γεννηθέντων χυμῶν,
ὡς ἔμπροσθεν ἤδη δέδεικται. ὁπότε μὲν οὖν διασώσει
τὸ οὖρον τῶν πεπωμένων τὴν χρόαν, εἰ μὲν ὕδωρ εἴη τὸ
ποθὲν, ἥ τις οἶνος λευκὸς καὶ λεπτὸς, ὑδατῶδες φαίνεται
καὶ λευκόν· εἰ δὲ παχὺς καὶ μέλας εἴη ὁ οἶνος, μελάντερόν τε καὶ παχύτερον, ὥσπερ γε καὶ ξανθότερον, εἰ παλαιὸς
καὶ κιῤῥὸς ὁ οἶνος. τῶν δὲ συντακέντων μορίων ἐνδείκνυται
τὴν χρόαν, ὅταν οἷον ὀροβοειδῆ τε καὶ κριμνοειδῆ συνεξέρχηταί
τινα αὐτοῖς. ἀφ’ ἥπατος γάρ ἐστι τὰ τοιαῦτα,
καθάπερ γε τὰ σαρκωδέστερα τῶν νεφρῶν, οὕτω δὲ καὶ τὰ
πεταλώδη τῆς κύστεως, τὰ δὲ λιπαρὰ πιμελῆς, τὰ δὲ κριμνώδη
μὲν τῷ τε μεγέθει καὶ τῇ σκληρότητι, μὴ μέντοι
λευκὰ, σαρκὸς συντετηγμένης γνωρίσματα, καθάπερ γε καὶ
τὰ μέλανα τῆς σπληνὸς μᾶλλον. οὐ μέντοι τά γε τοῖς τῶν
ὑποζυγίων ἐοικότα συντήξεώς ἐστι σημεῖον, ὥσπερ ὁ Σαβῖνος
ᾤετο. δέδεικται γὰρ ἐν τῷ εἰς τοὺς ἀφορισμοὺς ὑπομνήματι
τὰ τοιαῦτα γινόμενα τοῖς τὸν καλούμενον ὠμὸν
χυμὸν ἠθροικόσι πλεῖστον, ὅταν ὑπὸ θέρμης χυθῇ. τηνικαῦτα
γὰρ αὐτῷ συμβαίνει πνευματουμένῳ πρὸς τὴν κεφαλὴν
ἀναπέμπειν πνεῦμα φυσῶδες, ὅθεν αἱ κεφαλαλγίαι
γίνονται.
τοὺς χυμούς.
οἰομένων προστάσεις χυμῶν εἰρῆσθαι ἐκ τῆς γαστρὸς ὁρμώντων,
ἐνίους δὲ τοὺς ἐπιπηγνυμένους τῆς γλώττης τινῶν
καὶ τοὺς διαβρέχοντας αὐτήν. ἄμεινον δὲ τούτους ἅπαντας
ἀκούειν, ἵνα ἐπὶ τῶν ὁπωσοῦν ψαυόντων τῆς γλώττης χυμῶν
ὁ λόγος ᾖ γινόμενος. ὁμόχρους γὰρ αὐτοῖς φαίνεται,
κἂν ἐκ 528 τῆς γαστρὸς ἄνω φέρωνται, κἂν διὰ τῶν
φλεβῶν ἥκωσι τῶν τρεφουσῶν, κἂν ἐξ ἀτμῶν τινων ἀναφερομένων
ἔξωθεν αὐτὴν ἐπιπήγνυνταί τε καὶ περιπήγνυνται
χωρὶς τοῦ διαβρέχειν τὸ βάθος, διὰ τοῦτο οὖν αὐτὸ καὶ
τοὺς χυμοὺς διαγινώσκομεν· ἐὰν μὲν γὰρ χλωρὰ γένηται,
τοὺς πικροχόλους, ἐὰν δὲ μέλαινα, τοὺς μελαγχολικοὺς, ἀνάλογον
δὲ τοῖσδε τοὺς ἄλλους ὑπέρ ὧν ὀλίγον ἔμπροσθεν εἶπον, ἐξηγούμενος τὴν ῥῆσιν, ἐν ᾗ φησι γλῶσσαι χλωραὶ,
χολώδεες.
χυμοὺς, ἀλλὰ καὶ ἡ γευστικὴ κατ’ αὐτὴν δύναμις.
οὕτω γοῦν ἐνίοις μὲν ἔχουσι πικρὸν χυμὸν ἐν τῇ γλώττῃ
πάντα φαντάζεται πικρὰ, κἂν ᾖ γλυκύτατα, καθάπερ τοῖς
ἰκτεριῶσιν, ἐνίοις δ’ ἁλμυρὰ διὰ τὸν ἁλυκὸν ὀνομαζόμενον
χυμόν. ἐναργὲς δὲ τούτου τεκμήριον ἐπ’ αὐτῶν τῶν ὑγιαινόντων
ἐστίν. ἐὰν γοῦν τις ἀψινθίου γευσάμενος εὐθέως
ἐπ’ αὐτῷ γεύηταί τινος ἄλλου, πικρὸν αὐτὸ φανεῖται, κἂν
ἅλας μασησάμενος ἄλλο τι μετ’ αὐτὸ αὐτίκα προσενέγκηται,
καὶ τοῦτο φανεῖται τὸ γευσθὲν ἁλμυρόν. οὕτως οὖν
κᾀν ταῖς νοσώδεσι διαθέσεσιν, ὅταν μὴ καθαρὰ καὶ ἀπέριττος ᾖ κατὰ τὴν φύσιν τοῦ περιττώματος ὁ τῶν σίτων
τῶν ἐν αὐτῇ πλεοναζόντων χυμὸς, ἐὰν τὸ προσφερόμενον οὗ
γεύσεταί τις ἔξω πάσης ᾖ σφοδρᾶς ποιότητος. εἰ δὲ μὴ,
μικτή τις. αἴσθησις ἔσται τῇ γλώττῃ δυοῖν χυμῶν, αὐτοῦ
τε τοῦ κατ’ αὐτὴν πλεονάζοντος καὶ τοῦ κατὰ τὸ προσφερόμενον
ἐπικρατοῦντος. ἔνια μὲν γὰρ ἱκανῶς ἐστιν ἁλμυρὰ,
τινὰ δὲ πικρὰ, τινὰ δὲ δριμέα, καθάπερ ὀξέα μὲν ἄλλα,
γλυκέα δ’ ἄλλα. μικτὴ τοιγαροῦν, ὡς ἔφην, εἰ τῶν τοιούτων
τις γεύοιτο, γενήσεται τῶν χυμῶν αὐτῶν ἡ διάγνωσις, ἔκ τε
τοῦ κατὰ τὴν γλῶτταν ὑπάρχοντος ἤδη καὶ τοῦ ψαύοντος
ἔξωθεν αὐτῆς. διὰ τοῦτ’ οὖν ὁ Ἱπποκράτης ἕν τι τῶν
τοιούτων ἔγραψεν εἰς ἀνάμνησιν ἑαυτῷ, καθάπερ εἴωθε
ποιεῖν ἐν τούτοις τοῖς ὑπομνήμασι.
τὸ ἄγγος.
τὴν ὑστέραν, τὸ γοῦν λεγόμενον εὔδηλόν ἐστιν. ἐὰν
γάρ τι τῶν εἰρημένων σημείων περὶ τοὺς τιτθοὺς γένηται,
νοσώδη διάθεσιν εἶναι κατὰ τὴν ὑστέραν δηλοῖ. πολλάκις
γὰρ ἤδη μεμαθήκατε περὶ τῆς κοινωνίας τῶν τιτθῶν πρὸς
τὴν μήτραν.
θανάσιμος, ὁ δὲ πικρὸς οὔ.
τοῦ κατὰ τὸ οὖς ῥύπου. τῷ δ’ ἰατρῷ βδελυρὸν ἂν εἴη
τὸ πρόσταγμα. πρόδηλον δ’ ὡς οὐκ ἐν ἄλλῳ καιρῷ δύναται
γενέσθαι ὁ ῥύπος γλυκὺς ἢ καθ’ ὃν ὁ ἐγκέφαλος νοσεῖ.
κατὰ φύσιν γάρ ἐστιν αὐτῷ τὸ πικρῷ φαίνεσθαι, διὸ καὶ
τὸ γλυκὺ ἐγκεφάλου συντηκομένου φασὶ γίνεσθαι.
εἴτε κίνησις ἡ κατὰ τὴν ὁδοιπορίαν ἢ τὸν πλοῦν, ἥ δ’ ὑπαλλαγὴ
τοῦ ἀέρος ὀνήσει καὶ μάλισθ’ ὅταν εἰς ἐναντίαν ἔχοντα
κράσιν ἀέρα μεταστῇ· λέγω δ’ ἐναντίαν οὐ μόνῳ τῷ
κατὰ τὴν οἰκείαν τοῦ κάμνοντος χώραν, ἀλλὰ καὶ τῇ κράσει
τοῦ νοσήματος. εἰ μὲν γὰρ ὑγρὸν εἴη, ξηροτέρου τοῦ
ἀέρος εἰς ὃν με 515 ταβαίνει δεήσεται· εἰ δὲ ξηρὸν,
ὑγροτέρου. κατὰ τὴν αὐτὴν δὲ καὶ ψυχροτέρου μὲν εἰ θερμὸν,
θερμοτέρου δὲ εἰ ψυχρόν. κατὰ τὴν αὐτὴν δὲ
ὑγροτέρου καὶ ψυχροτέρου εἰ θερμὸν εἴη καὶ ξηρόν· οὕτω
δὲ καὶ κατὰ συζυγίαν. ἔτι δὲ μᾶλλον ὠφελήσει τὸν μετανιστάμενον,
ἐὰν κατὰ τὰ μέτρα τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς
τοῦ νοσήματος ἡ πρὸς τὸν ἀέρα τὸν ἐναντίον γίνηται
μεταβολή. τὸ μὲν γὰρ ἐπ’ ὀλίγον ἐκ τῆς κατὰ φύσιν κράσεως εἰς ψυχροτέραν μεθιστάμενον, ὀλίγῳ τοῦ συμμέτρου
κατὰ τὴν κρᾶσιν ἀέρος θερμοτέρου, τὸ δ’ ἐπὶ πολὺ
πολλῆς καὶ τῆς εἰς τοὐναντίον ὑπερβολῆς δεῖται. καὶ περὶ
χωρίων δὲ τὸν αὐτὸν εἰρῆσθαί σοι νόμιζε λόγον. ἀκριβῶς
γὰρ ἀλλήλοις ἐστὶν ἐναντία τὰ τοῦ συμμέτρου τε καὶ μέσου
παραχωροῦντα τὸ ἴσον ἑκατέρωσε.
βραχεῖαν τροφὴν διδόντος τῷ σώματι, τοιαῦτα δ’ ἐστὶ τά
τε λάχανα καὶ τῶν ἀκροδρύων τὰ πλεῖστα. ταῦτ’ οὖν, φησιν,
ὀλιγοχρόνιον βιοτὴν ἔχει, τουτέστι τοὺς χρωμένους αὐτοῖς
ὀλιγοχρονίους ἐργάζεσθαι πέφυκεν, ἢν αὐτὰ τὰ σιτία ταχέως
ἐκ τοῦ σώματος κενοῦνται. κακόζηλον δ’ ἐστὶ τὴν ἐν τῷ
σώματι μονὴν τῶν σιτίων ζωὴν ἀκούειν αὐτόν.
καὶ μάλιστά γ’ αὐτῶν τὰ εἰς τὴν πρώτην διάρθρωσιν ἥτις
ἐστὶ κατ’ ἰσχίον, οὐ μὴν ἀληθῆ γε τὰ περὶ τῆς φλεβοτομίας
εἶναι πειθομένης, καθάπερ οὐδὲ αὐτῶν τῶν προσιεμένων
αὐτὴν οὐδεὶς ἀκριβῶς ἐπείσθη. δηλοῦσι γὰρ ἔργῳ
τοῦτο, μηδέποτε ἐπὶ τῶν ἀῤῥώστων χρώμενοι. κατὰ μέντοι
τὴν ῥῆσιν αὐτὴν ἡ λέξις οὐκ ἀκριβῶς ἑρμηνεύεται γράψαντος
αὐτοῦ τὰς ἐπὶ τοῖς ὠσὶ φλέβας. οὐ γὰρ τὰς ἐπὶ
τοῖς ὠσὶν ἐχρῆν, ἀλλὰ τὰς περὶ τὰ ὦτα λελέχθαι. φλέβες
γάρ τινές εἰσιν ὄπισθεν τῶν ὤτων ἀξιόλογοι. κατ’ αὐτὰ
δὲ τὰ ὦτα πάνυ σμικραὶ καὶ δυσθεώρητοι καὶ τὰ πολλὰ
μηδὲ φαινόμεναι.
ἐστιν ἡ λαγνεία νοσοῦσιν ἀπὸ φλέγματος. οἱ γὰρ ἀσθενεῖς
εἰς ἔσχατον ἀῤῥωστίας ὑπ’ αὐτῆς ἀφικόμενοι βλαβήσονται
μεγάλως, οἱ δ’ ἰσχυρὰν ἔχοντες τὴν δύναμιν οὔτε καταλυθήσονται
καὶ ὠφεληθήσονται, ξηραινούσης τῆς λαγνείας τὴν
τοῦ φλέγματος περιουσίαν. μεμαθήκατε γὰρ ὅτι λαγνεία
ξηραίνει, καθάπερ ἀγρυπνία, κατὰ τὸ διαφορεῖν ἐπὶ πλέον
τοὺς χυμούς. ἀλλὰ καὶ θερμαίνει τὸ σῶμα τοῖς ἐῤῥωμένην
ἔχουσι τὴν δύναμιν ἡ λαγνεία, τοῖς δ’ ἀσθενέσιν ἐν μὲν
τῷ παραχρῆμα θερμαίνει, ψύχει δὲ μετὰ ταῦτα γενναίως.
χολῆς ὡς ὅμοιον αἱμοῤῥοΐδι.
τῶν πολυτρόφων σιτίων, οὕτω καὶ νῦν ἀκουστέον ἐστὶν
ἰσχυρὰ ποτὰ καὶ βρωτὰ τὰ πολλὴν διδόντα τῷ σώματι τροφὴν,
ἀλλὰ τὰ τὴν δύναμιν ἔχοντα, κρόμμυα δηλονότι καὶ
σκόροδα καὶ σίλφιον καὶ ὀπὸν οἶνόν τε παλαιότατον, ὅσα
τ’ ἄλλα τοιαῦτα τὴν φυσικὴν δυσκρασίαν αὐξάνοντα, τῇ δὲ
ταύτης ἐναντία χρησιμώτατα. πολλάκις γὰρ ἤδη μεμαθήκαμεν
ὡς τὰς μὲν ἀμέμπτους φύσεις ὠφελεῖ τὰ ὅμοια, τὰς
δὲ δυσκράτους ὥσπερ καὶ τὰς νόσους, τὰς τῆς καθεστώσης
αὐταῖς κράσεως ἐναντία. τινὲς δὲ τῶν ἐξηγησαμένων τὸ βιβλίον
τῆς ἐχομένης ῥήσεως τὴν ἀρχὴν τέλος ἐποιήσαντο
τῆς νῦν προκειμένης, ὡς γίνεσθαι τοιαύτην, θερμοκοιλίοισιν
ἰσχυ 531 ρὰ ποτὰ καὶ βρωτὰ ταρακτικὰ μελαίνης χολῆς.
ὅτι μὲν οὖν ταρακτικὰ τῶν κατὰ τὴν γαστέρα μάλιστά
ἐστι τοῖς θερμοκοιλίοις τὰ τοιαῦτα πρόδηλον, οὐ μὴν
ὁμοίως γε τὰ καθ’ ὅλον τὸ σῶμα ταράττει πᾶσιν, ἀλλὰ καὶ
τοῖς τὴν ἐν τούτοις κρᾶσιν ἤτοι θερμὴν ἢ ξηρὰν ἔχουσιν ἢ κατ’ ἄμφω δύσκρατον, ὡς οὑ μόνον χολῆς μελαίνης ἐστὶ
ταρακτικὰ τὰ τοιαῦτα τῶν ἐδεσμάτων, ἀλλὰ καὶ τῆς ξανθῆς.
ἴσως δ’ ἐπεὶ μείζονα βλάβην ἡ μέλαινα χολὴ ταραχθεῖσα
φέρει διὰ τοῦτ’ ἐπ’ αὐτῆς ἠξίωσαν ἀκούειν τοῦ λόγου κατὰ
ἐξοχήν. οἱ πλεῖστοι δὲ περιγράψαντες αὐτὴν κατ’ αὐτὴν
τὴν προκειμένην ῥῆσιν ἀρχὴν τῆς ἑπομένης ἐποιήσαντο.
τῶν ἐναργῶς φαινομένων ἐστὶ καὶ πολλοὺς κατ’
ἐπιστάσεις αὐτῆς ἐθεασάμεθα μελαγχολήσαντας. ἐνίους δ’
οὐ μόνον ἅπαξ ἢ δὶς, ἀλλὰ καὶ τρὶς καὶ τετράκις εἰς μελαγχολίαν
ἐμπεσόντας, ἅμα τῷ στῆναι τὴν αἱμοῤῥοΐδα,
τινὰς δὲ καὶ καθ’ ἕκαστον ἔτος εἰς τὸ πάθος ἐπιφερομένους,
εἰ μὴ φθάσειεν, ἤτοι δι’ αἱμοῤῥοΐδος ἢ διὰ τοῦ καθαρθῆναι
μέλαιναν χολὴν ὠφεληθέντες· οἱ πλεῖστοι μὲν οὖν αὐτῶν αἷμα μέλαν ἐκκενοῦνται διὰ τῆς αἱμοῤῥοΐδος, οὐ μὴν
ἅπαντές γε. γίνεται οὖν οὐ κατὰ μίαν αἰτίαν αἱμοῤῥοῒς,
ἀλλ’ ἐνίοτε μὲν οὖν αὐτῆς τῆς φύσεως ἐκκαθαιρούσης τὸν
μελαγχολικὸν χυμὸν, ἐνίοτε δὲ πλῆθος ἐκκενούσης, ὡς καὶ
τοῖς διὰ ῥινῶν αἱμοῤῥαγοῦσιν. ἔστι δ’ ὁτὲ φλεβὸς ἀναστομωθείσης
τῇ βίᾳ τοῦ κατασκήψαντος εἰς αὐτὴν, ἄνευ τοῦ
τὴν φύσιν ἐργάζεσθαι τοῦτο προνοητικῶς, διὸ καὶ τὸ κενούμενον
ἐνίοτε μέλαν οὐκ ἔστι καὶ μέντοι καὶ τῆς φύσεως
ἕνεκα τοῦ τὸ μέλαν ἐκκενῶσαι τὴν ἀναστόμωσιν ἐργαζομένης.
συμβαίνει δὲ ποτε κενωθέντι τῷ μοχθηρῷ τὸ χρηστὸν
συνακολουθεῖν, ὅταν μὴ φθάσῃ μῦσαι τὸ ἀγγεῖον, ἀλλ’
ἐπὶ πλέον ἀνεστομωμένων διαμένῃ. κατὰ τὴν προκειμένην
οὖν ῥῆσιν (οὐ) τοῦτο λέγειν αὐτὸν ἡγετέον, ὅτι πᾶσα τὴν
χολὴν μέλαιναν αἱμοῤῥοῒς ἐκκενοῖ καὶ διὰ τοῦτο τοὺς μελαγχολικοὺς
ὠφελεῖ μὲν γινομένη, βλάπτει δ’ ἐπισχεθεῖσα
καὶ ὡς ἀναστομωτέον αὐτήν ἐστιν, εἰ μύσειεν.
πάντων δὲ τῶν ἐξηγητῶν οὐκ οἶδ’ ὅπως ὑποθεμένων αὐτὰς
ὠφελεῖσθαι καὶ μίξιν ἀκουσάντων τὴν πρὸς γυναῖκα, χωρὶς
Ἡρακλέος τοῦ Ἐρυθραίου. πάντων δὲ διαφερομένων ἐν
τῷ κατὰ τὰς ἐπαυξέας σημαινομένῳ, 532 ὅ μοι δοκεῖ πιθανώτατον
ὡς ἐν αἰνίγμασιν εἶναι, τοῦτο μόνον ἐρῶ. νόσους
τὰς ἐπαυξεῖς, τὰς αὐξανομένας ἐν τῷ χρόνῳ καὶ χείρονας
ἀεὶ γινομένας, εἰ μὴ φθάσειε λυθῆναι, οἶον ἀπὸ ποδάγρας,
516 ἀρθρίτιδας, νεφρίτιδας, ἐπιλήψιας, μελαγχολίας
ἁπάσας βλαπτομένας ὑπ’ ἀφροδισίων. Σαβῖνος δ’
ἐπαυξεῖς ἀκούει νόσους τὰς τοῖς παιδίοις γενομένας καὶ
συναυξανομένας ἄχρι τοῦ δύνασθαι, ὡς αὐτὸς ὀνομαστί φησι,
μίγνυσθαι, ἐπιληψίαν τε εἶναι καὶ φρενίτιδας καὶ τεταρταίους
πυρετοὺς καὶ κεφαλαλγίαν, οὐ μὴν φαίνεταί γε πᾶσι τὰ πάθη ταῦτα γενόμενα, πλὴν τῆς ἐπιληψίας, ἢ καὶ δι’
αὐτὸ τοῦτο πρὸς τῶν παλαιῶν ὀνομασθῆναι συνέβη παιδίων
πάθος. γίνεται δὲ καὶ ὁ κατὰ τὴν κύστιν λίθος παισὶν,
ἀλλ’ οὐχ οὕτως πολλοῖς ὡς ἐπιληψία. ταύτην μὲν οὖν ἐν
τῇ μεταβολῇ τῆς τῶν παίδων ἡλικίας, ὡς τὰ πολλὰ συμβαίνει
λύεσθαι, τοῖς μὴ μεγάλα πλημμελοῦσι περὶ τὴν δίαιταν.
ὁ δ’ ἐν τῇ κύστει λίθος οὐχ ὑπὸ μεταβολῆς τῆς ἡλικίας,
ἀλλ’ ὑπὸ χειρουργίας μόνης θεραπεύεται. γινώσκοντες
οὖν ἡμεῖς καὶ χωρὶς τῆς προκειμένης ῥήσεως, ὅτι τε
τὴν ἐπιληψίαν καὶ τὰ ἄλλα ὅσα φλεγματικὰ νοσήματα μεγάλως
ὀνίνησιν ἡ μεταβολὴ τῆς τῶν παίδων ἡλικίας εἰς τὴν
τῶν μειρακίων, εἰ καὶ χωρὶς τῶν ἀφροδισίων χρήσεως γίνοιτο.
πρὸς τούτῳ δ’ ἐπιστάμενοι καὶ ὡς οὔτε νεφρῖτις
οὔτε πυρετὸς τεταρταῖος οὔτε ἀρθρῖτις παύεται δι’ ἀφροδισίων,
ὑπὸ μὲν τῆς προκειμένης ῥήσεως ἀνιγματώδους οὔσης
οὐδὲν διδασκόμεθα, καθάπερ οὐδ’ ὑπ’ ἄλλης οὐδεμιᾶς
τῶν τοιούτων. καὶ γὰρ τὴν ὠφέλειάν ποτε τῷ ψύχειν ἐργάζεται,
μόνους ἐκείνους ὀνινᾶσα τοὺς αἰθαλώδεις ἢ καπνώδεις διαπνοὰς ἴσχοντας, διὰ φυσικὴν δυσκρασίαν. οὗτοι
γὰρ ὅταν ἐπισχεθῶσιν αὐτὰς, βλάπτονται μεγάλως, οὗτοι
καὶ πρὸς τῶν ἀφροδισίων ἐν καιρῷ καὶ μέτρῳ γινομένων
ὠφελοῦνται.
ἅπασι τοῖς τὴν τέχνην μετιοῦσιν, ἄν τ’ οὖν ἐμπειρικοὶ τύχωσιν
ὄντες ἄν τε δογματικοί. τὸ δέ τι μόνοις τοῖς τὰς
αἰτίας ἑκάστου τῶν γινομένων ἐπίστασθαι προῃρημένοις.
ἐρῶ δὲ περὶ προτέρου τοῦ χρησίμου πᾶσιν. ἐν τοίνυν τῇδε
τῇ λέξει, ψύξις τὰ κατὰ κοιλίην σκληρύνει. κοινῇ μὲν
ἐδέξαντο πάντες, οὓς κᾀγὼ γινώσκω περὶ τῶν διαχωρουμένων
αὐτῷ τὸν λόγον εἶναι, τὸν αὐτὸν ὄντα δυνάμει τῷ κατὰ
τοὺς ἀφορισμούς. ἦν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι σκληραί. πότερον δὲ τὴν ἐκ τῶν ἐκτὸς μερῶν τοῦ σώματος
λέγει ψύξιν μόνον, ἥτις κᾀν ταῖς βορείαις γίνεται
καταστάσεσιν, ἢ τῶν ἔνδον, ἐν οἷς ἐστὶ καὶ τὰ κατὰ τὴν
κοιλίαν, ἐπισκέψασθαι παρέλιπον οἱ ἐξηγηταὶ, καίτοι διαφορὰν
ἐχούσας οὐ σμικράν. τὴν μὲν γὰρ τῶν ἔξω ψύξιν ἴσμεν
οἵ γε παραφυλάττοντες τὰ συμβαίνοντα τοῖς ἀνθρώποις ἀεὶ
σκληρύνουσαν τὴν γαστέρα· τὴν δὲ τῶν ἔνδον ἔμπαλιν
ὑγραίνουσαν, ἥ γε καὶ τὰς καλουμένας κοιλιακὰς διαθέσεις
ἐργάζεται, ἐνίοτε καθ’ ὃν καιρὸν αὐτὰ μὲν τὰ σώματα
τῶν ἔνδον μορίων ἐνδέχεται 533 γίνεσθαι σκληρότερα,
διαχωρεῖσθαι δ’ ὑγρὰ, μήτε πεττομένων καλῶς τῶν σιτίων
μήτ’ ἀναδιδομένων. ταῦτα μὲν οὖν ἀναγκαῖα γινώσκεσθαι
τοῖς ἰατροῖς ἅπασι, τὰς δ’ αἰτίας αὐτῶν μόνοις τοῖς ἀρίστοις.
οὐ γὰρ ὅπερ οἱ ἐξηγησάμενοι τὴν ῥῆσιν ταύτην
ἀληθές ἐστιν εἰπεῖν, ὡς τὸ ψυχρὸν συνάγον καὶ πηγνύον
οἷς ἂν ὁμιλήσῃ, σκληρότερα κατὰ τοῦτο ποιεῖ αὐτά. τοῦτο
γὰρ ἐπὶ μὲν αὐτῶν τῶν ψυχομένων σωμάτων, ὅσα μὴ κατὰ
βάθος ἐστὶ, ὀρθῶς ἂν λέγοιτο, τὰ δὲ κατὰ τὴν κοιλίαν ἀδύνατον εἰς τοσαύτην ψύξιν ἐλθεῖν, ὥστε βρωτὰ καὶ ποτὰ
παγέντα σκληρυνθῆναι, καθάπερ τὰ ἐκτὸς ἐν χειμῶνι. τεθνήξεται
γὰρ θᾶττον ὁ ἄνθρωπος, εἰ τοσαύτην ἕξει ψύξιν,
ἀλλὰ μόνον ὅταν ὑπὸ τοῦ περιέχοντος ψύχηται τὰ ἔξωθεν
μέλη τοῦ σώματος, ἀβλαβῶν ὄντων τῶν κατὰ τὴν γαστέρα,
φαίνεται σκληρυνόμενα τὰ διαχωρήματα, θερμοτέρας γινομένης
τῆς κοιλίας, ὥσπερ αὐτὸς ἔλεγεν, αἱ κοιλίαι χειμῶνος
καὶ ἦρος θερμόταται φύσει. καὶ τούς γ’ ἐξηγητὰς εὕροις
ἂν ἀεὶ λέγοντας ἀντιπεριΐστασθαι τὸ θερμὸν τῷ ψυχρῷ,
πρὸς τὸ βάθος τοῦ σώματος ὑποχωροῦν, ὁπόταν ψυχθῇ τὰ
ἐκτός. οὕτως οὖν καὶ νῦν φημὶ, τῆς μὲν γαστρὸς θερμοτέρας
γινομένης, τῆς δὲ ὑποχωρήσεως ἐπεχομένης δι’ ἣν
ὀλίγον ὕστερον αἰτίαν ἐρῶ, πέττεσθαί τε ἅμα κάλλιστα καὶ
ἀναδίδοσθαι τὸν ἐκ τῆς τροφῆς χυλὸν ἅπαντα. τούτου δὲ
συμβαίνοντος ἀκόλουθόν ἐστι ξηραίνεσθαι τὰ διαχωρήματα,
τούτῳ δ’ ἕπεται τὸ σκληρύνεσθαι. δυοῖν γὰρ τούτων αἰτίων
σκληρυνόντων, οἷς ἂν ὁμιλήσῃ σώμασιν, ὧν τὸ μὲν ψυχρόν
ἐστι, τὸ δὲ ξηραῖνον. ἡ μὲν ἐκ τῆς ψύξεως αἰτία τοῖς περιεχομένοις κατὰ τὴν κοιλίαν οὐκ ἄν ποτε συμβαίη ζῶσιν
ἡμῖν. ἡ δὲ διὰ τὴν πολυχρόνιον ἔνδον μόνην, ὅταν χωρὶς
τοῦ τὴν πέψιν ἢ τὴν ἀνάδοσιν βεβλάφθαι γένηται, πάντως
ἀκολουθήσει. λείποι δ’ ἂν οὖν ἔτι τὸ ἀναβληθὲν ἐπιδεῖξαι,
διὰ τίνα αἰτίαν, ὅταν ψυχρὸς ὁ περιέχων ἡμᾶς ἀὴρ γένηται,
χρονίζει τὰ κατὰ τὴν κοιλίαν. ἔστι δὲ τὸ συμβαῖνον τοιοῦτον.
φυσικὸν μὲν γὰρ ἔργον ἐστὶν ἡ τοῦ σιτίων διὰ τῶν
ἐντέρων φορὰ καὶ δέδεικται κατὰ τῶν φυσικῶν δυνάμεων
ὑπομνήματα γινομένῃ τῇ περιστολῇ τῶν ἐντέρων. ἐπίκεινται
δὲ κατὰ τὸ κάτω πέρας οἱ κλείοντες τὴν ἕδραν μῦες,
οἵτινες ἐν τῷ κρύει συνάγονταί τε καὶ σφίγγονται, τὴν
ἐναντίαν λαμβάνοντες διάθεσιν ἢ ὅταν αἰονεῖ τις αὐτοὺς
ὕδατι θερμῷ. χαλῶνται μὲν γὰρ τηνικαῦτα καὶ δέχονται
τὰ καταφερόμενα τῇ θλίψει τε καὶ περιστολῇ τῶν ἐντέρων,
ἐπὶ τὴν ἕδραν περιττώματα καὶ μάλισθ’ ὅταν προκαλεῖται
τὸ θερμὸν, ὡμολόγηται γὰρ καὶ τοῦτο προκλητικὸν ἀποκρίσεως
εἶναι. τῶν δὲ κατὰ τὴν ἕδραν ψυχομένων καὶ διὰ
τοῦτο συναγομένων τε καὶ σφιγγομένων τοὐναντίον ἀκολουθεῖ σύμπτωμα, τὸ τὴν περισταλτικὴν τῶν ἐντέρων ἐνέργειαν
ἀπὸ τῶν κάτω μερῶν ἀρχομένην, ἄνω προωθεῖν τὰ
περιεχόμενα, καθάπερ ἐναργῶς ὁρᾶται πολλάκις, ὅταν ἤτοι
χολῆς καὶ διαχωρημάτων δακνωδῶν ἀφικομένων ἐπὶ τὴν
ἕδραν ἑκόντες αὐτὰ κατασχῶμεν, ἤτοι διά τινα πρᾶξιν ἐν
ἐκείνῳ τῷ χρόνῳ διαπραττομένην ἢ πόῤῥωθεν κοπρῶνος
ὄντες. ἀνατρέχει γὰρ ἄνω ταχέως ὡς μηδὲ βιαζομένης αὖθις
ὑπακούειν ἑτοίμως. ἡ μὲν οὖν αἰτία δι’ ἣν χρονίζει
κατὰ τὴν γαστέρα τὰ σιτία καὶ τὰ ποτὰ, ψυχροῦ τοῦ πέριξ
ἀέρος γινομένου καὶ δὴ λέλεκται. ταύτῃ δ’ ἐδείχθη ξηρότης
αὐτῶν ἑπομένη, καθάπερ γε ἐναργῶς τῇ ξηρότητι
σκληρότης. εἰ δὲ τὰ σώματα τῶν κατὰ τὴν γαστέρα 534
μορίων ψυχθείη, τήν τε πέψιν ἀνάγκη βλάπτεσθαι καὶ δι’
αὐτὴν ὑγραίνεσθαι μᾶλλον ἢ ξηραίνεσθαι τὰ διαχωρήματα.
συμπεπληρωμένου δ’ ἡμῖν ἤδη τοῦ λόγου παντὸς, ἐπὶ τῇ
προτέρᾳ γραφῇ μεταβῶμεν ἐφ’ ἑτέρας ὑπογεγραμμένας.
ὁμολογουμένων ἐστίν. οὐ μὴν ἀεί γε τὰ κατὰ τὴν κοιλίαν
περιτ 517 τώματα φαίνεται ξηραίνειν, ἀλλ’ ὅταν μεγάλως
ὑπ’ αὐτῶν βαρυνθῇ, διὰ τὴν κατάλυσίν τε τῆς δυνάμεως
καὶ ψύξιν τῶν μορίων, ὑφ’ ὧν ἡ τροφὴ πέττεται καὶ
ἀναδίδοται τὰ κατὰ τὴν κοιλίαν, μίξις τὰ κατὰ τὴν κοιλίαν
ψύχει καὶ σκληρύνει. βούλονται μὲν γὰρ ὑπὸ τῆς μίξεως
τὴν ψύξιν γίνεσθαι τῶν κατὰ τὴν κοιλίαν, ὑπὸ δὲ τῆς ψύξεως
τὴν ξηρότητα, καίτοι μὴ γινομένην τῷ λόγῳ τῆς ψύξεως
ἐδείξαμεν, ἀλλὰ τῷ τῆς σκληρότητος. ὃ δὲ ἐν τοῖς
ἔμπροσθεν λόγοις οὐκ εἶπον ἴσως ἄμεινόν ἐστι νῦν προσθεῖναι.
τὴν γὰρ τῶν ἐκτὸς ψύξιν ἐπιδείξαντός μου σκληρύνειν
τὰ διαχωρούμενα τάχα τις οἰήσεται μόνην ταύτην
αἰτίαν εἶναι τοῦ ξηραίνεσθαι τὰ κατὰ τὴν κοιλίαν. ἔστι δ’
οὐχ αὕτη μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς περισταλτικῆς τῶν ἐντέρων δυνάμεως ἀῤῥωστία καὶ προσέτι ῥώμη τῆς καθεκτικῆς
καὶ καθ’ ἣν ἀναδίδοται τὰ τῆς γαστρὸς εἰς ἧπαρ, ἔτι
τε πρὸς τούτοις ἡ δυσαισθησία τῶν ἐντέρων καὶ τὸ τῆς
τροφῆς ἄδηκτον. εἰ δέ τις οἰήσεται παραλελεῖφθαι τὰ στύφοντα
βρώματά τε καὶ πόματα κακῶς ὑπολήψεται. περιέχεται
γὰρ ἐν τοῖς ῥώμην ἐργαζομένοις τῆς καθεκτικῆς
δυνάμεως.
φαγεῖν.
κατὰ τόνδε τὸν ἀφορισμὸν εἴρηται, τὰ σώματα ὅκου
τὶς βούλεται καθαίρεσθαι εὔροα ποιέειν. ἐνταυθοῖ δ’ ἐφ’
ἑνὸς τῶν καθαιρόντων τοῦ σφοδροτάτου παρασκευῆς μιᾶς
εἰς εὔροιαν ἐμνημόνευσε τῆς ἐκ λουτροῦ, χέοντος μὲν τοὺς χυμοὺς, χαλῶντος δ’ εἴ πού τι συντέταται καὶ κατεσκλήρυνται
τὸ σῶμα. λούειν οὖν συμφέρει τοὺς ἑλλεβοριζομένους, οὔτε
πρὸ πολλοῦ τοῦ λαβεῖν τὸν ἑλλέβορον οὔτε μετὰ πολὺν χρόνον,
ἀλλὰ μάλιστα μὲν πρὶν λαμβάνειν. ἐγχωρεῖ δὲ καὶ
μετὰ τὸ λαβεῖν εὐθέως. εἰ δὲ τῆς καθάρσεως ἤτοι γε ἀρχομένης
ἢ ὅσον οὔπω μελλούσης ἄρχεσθαι, λούοις τὸν ἄνθρωπον,
ἀντισπάσεις τὴν ἔσω ῥοπὴν τῶν ὑπὸ τοῦ καθαίροντος
φαρμάκου χυμῶν ἑλκομένων. ὥσπερ οὖν ἐφ’ ὧν
παχὺ τὸ αἷμα λούοντας ἡμᾶς ἐκέλευσε φλεβοτομεῖν, οὕτως
ἐφ’ ὧν μέλλομεν καθαίρειν, χρῆσθαι λουτροῖς πρὸς τὸ θᾶττον
ἅμα καὶ ἀλυπότερον καθαρθῆναι, αὐτὸς δ’ ἐνταῦθα
μόνου τοῦ 535 θᾶττον ἐμνημόνευσεν. ἄμεινον δὲ δὴ οὐ
μόνον ἐν αὐτῇ τῇ ἡμέρα, καθ’ ἣν λαμβάνει ὁ ἄνθρωπος τὸ
φάρμακον, λούειν αὐτὸν, ἀλλὰ κᾀν ταῖς ἔμπροσθεν ἡνίκα
παρεσκευάζετο πρὸς τὴν κάθαρσιν. αὐτὸς γὰρ ὁ Ἱπποκράτης
καὶ τοῦτο κατὰ τοὺς ἀφορισμοὺς ἐκέλευσεν, ἡνίκα ἔγραψε
πρὸς τοὺς ἑλλεβόρους, τοῖς μὴ ῥᾳδίως καθαιρομένοις
προϋγραίνειν χρὴ τὸ σῶμα πρότερον τροφῇ καὶ ἀναπαύσει τε καὶ τροφῇ καὶ ὅλως ὑγραίνειν κελεύει, δηλονότι καὶ λουτροῖς
χρῆσθαι πλείοσιν ἐν ὕδασι ποτίμοις, ὑγραίνει γὰρ καὶ
ταῦτα. καὶ νῦν δὲ προσέθηκε τῇ ῥήσει τὸ φαγεῖν, ἤτοι
καθ’ ὃν χρόνον τὸν ἐλλέβορον ὁ ἄνθρωπος ἢ καὶ κατὰ τὴν
ἔμπροσθεν δίαιταν, ἧς καὶ ἄλλο τι κεφάλαιον ἔφαμεν εἶναι
τὸ λεπτύνειν τοὺς χυμοὺς καὶ τὰς ὁδοὺς τοῖς ἐπὶ τὴν κατὰ
γαστέρα καταφερομένοις χυμοῖς εὐπετεῖς παρασκευάζειν. ἐν
γὰρ τῷ εὔροα ποιεῖν, ὃ κατὰ τοὺς ἀφορισμοὺς ἐκέλευσε,
περιέχεται ταῦτα.
τὴν λέξιν ὁ ἐγρηγορὼς, θερμότερος τὰ ἔξω, τὴν ἔσω δὲ ψυχρότερος,
καθεύδων τἀναντία. καὶ νῦν οὖν νόμιζε τῆς προκειμένης
εἶναι κοινὴν ἐκείνην τὴν ἐξήγησιν. ἃ γὰρ ἐπὶ τοῦ θερμοῦ τῆς κινήσεως καὶ τῆς μεταστάσεως ἤκουσαν
ἐγρηγορότων τε καὶ κοιμωμένων, ταῦτα νόμιζε καὶ περὶ τοῦ
αἵματος ἀκηκοέναι. τὸ γὰρ ἔμφυτον θερμὸν ἐν τούτῳ τε
καὶ τοῖς ἐκ τούτου τρεφομένοις ἐπὶ πλεῖστον.
ἐστι, τὸ δὲ κάτω πυρετοῦ γεννητικὸν ἢ αἰσθητικὸν ἢ
ἀρκτικὸν, ὅπερ καὶ πιθανώτατόν ἐστι, καὶ δι’ αὐτό γε τοῦτο
προσκεῖσθαι νομίζω τὸ μᾶλλον, ὡς ἀλλήλοις περιλαμβανομένων
μόνων τῶν εἰρημένων. ἀλλ’ εἰ καὶ τοῦτο συγχωρήσαιμεν,
ἐπέρχεταί τις ἄλλη ζήτησις οὐκ εἰδότων ἡμῶν πότερον,
ὅταν ἐν φλεγμονῇ γένηται τὰ εἰρημένα μόρια, τοῦτο αὐτοῖς
ἕπεσθαί φησι ἢ ὅταν εἰς αὐτὰ συῤῥεύσωσι χυμοί τινες ἐκ
τοῦ σώματος δακνώδεις, ἢ ὅταν ἡ τροφὴ φθαρῇ. καί μοι δοκεῖ βέλτιον εἶναι τὸν λόγον αὐτῷ νομίζειν ἡμᾶς γεγονέναι
περί τε τῆς ἐκ χυμῶν βλάβης καὶ τῆς ἑπομένης αὐτῇ διαφθορᾶς
τῶν σιτίων. ὅταν γὰρ ἤτοι ψυχρὸς ἢ δακνώδης ἐν
τῷ στόματι τῆς κοιλίας ἀθροισθῇ χυμὸς, ἐκ διαφθορᾶς
τῶν σιτίων ἢ μοχθηρᾶς ποιότητος ἢ καὶ συῤῥοῆς τοῦ σώματος,
ἀρχὴ ῥίγους ἐντεῦθεν γίνεται. δέδεικται γὰρ ἐν τῷ
περὶ ῥίγους λόγῳ, διὰ ψυχρὸν αἴτιον ἢ δακνῶδες τὸ ῥῖγος
γινόμενον, ὅταν γε τὸ αἴτιον τοῦτο διὰ σωμάτων αἰσθητικῶν
κινῆται καὶ 536 φέρηται σφοδρότερον· ὥσπερ δὲ
τοῦτο φαίνεται συμβαῖνον, οὕτως ἐνίοτε πυρετὸς ἐπὶ διαφθορᾶς
τροφῆς ὁρᾶται γινόμενος, ἐπειδὰν εἰς τὴν κάτω
κοιλίη ἡ διεφθαρμένη κατενεχθῇ, μὴ προηγουμένου τηνικαῦτα
ῥίγους, ὥσπερ ὁπότε τὰ κατὰ τὸ στόμα τῆς κοιλίας
ἐδάκνετο.
ὕπνος πολύς.
τῇ πείρᾳ μὲν εἴσῃ δι’ ἧς ἅπαντες λόγοι κρίνονται καὶ πρὸ
τῆς πείρας δὲ ποδηγηθείης ἂν εἰς τὴν τοῦ λεγομένου πίστιν
ἐξ ὧν προμεμάθηκας. εἰ μὲν ἐν τοῖς ὕπνοις εἴσω συννεύει
τὸ αἷμα καὶ δηλονότι τὸ ἔμφυτον θερμὸν, ἐν δὲ ταῖς ἐγρηγόρσεσιν
ἐκτὸς ἀποτείνεται, πεφθήσεται μὲν ἐν τοῖς ὕπνοις
τὰ κατὰ τὴν γαστέρα τε καὶ ἧπαρ, ὅλον δὲ τραφήσεται τὸ
σῶμα κατὰ τὰς ἐγρηγόρσεις. εἰ τοίνυν τοῖς κεκενωμένοις
ἔσω μὲν συννεύει τὸ θερμὸν, οὐδὲν δὲ ἔχον ὃ πέψῃ μαραίνεται.
πρῶτον γάρ τοι τῶν ἄλλων ὑπὸ τῆς τροφῆς αὐτὸ
τρέφεται, καθάπερ τὸ πῦρ ὑπὸ τῶν ξύλων, ἀσφαλῶς δὲ
προσέθηκε τὸ πολύς. ὁ γὰρ ὀλίγος ἰᾶται τὸν προγεγονότα
κάματον, ἡνίκα ὁ ἄνθρωπος ἐκκενῷ διὰ τῆς γαστρός. εἶτ’
εἰ καθ’ ἧπαρ καὶ τὰς πρώτας φλέβας εἴη τι χυμῶν ἀπέπτων
ὑπολειπόμενον, ἐκπέπτει πᾶν αὐτό. τοῦτο μὲν οὖν τὸ
δεύτερον μέρος τῆς ῥήσεως οὐδὲν ἔχει ἰσχυρὸν κατὰ τὴν
λέξιν ἁμάρτημα. τὸ δὲ πρότερον, ὃ κατὰ τήνδε γέγραπται
τὴν λέξιν, ἐπισπασμὸς, πνεύμων, ξηρὸν καῦμα, πάμπολυ τοῦ τῶν Ἑλλήνων ἔθους ἀποκεχώρηκεν. ἐχρῆν γὰρ εἰρῆσθαι
κατὰ τήνδε τὴν λέξιν αὐτὸ, ἐπι 518 σπασμὸς γίνεται,
διότι ξηρὸν καῦμα κατὰ τὴν πνεύμονος κρᾶσιν ἐστὶν,
ἐπισπασμὸν ἀκουόντων ἡμῶν δηλονότι τὴν εἰσπνοήν. ὁ δὲ
Κόϊντος οὐδ’ ὅτι ξηρὸς καὶ θερμός ἐστιν ὁ πνεύμων, διὰ
τοῦτο ἔφη γίνεσθαι τὴν ταχεῖάν τε καὶ πυκνὴν ἀναπνοὴν,
ἀλλὰ διὰ τοῦ τοιαύτην ξηραίνεσθαί τε καὶ θερμαίνεσθαι τὸν
πνεύμονα. τὸν γὰρ ἐπισπασμὸν οὐχ ἁπλῶς ἀναπνοὴν ἅπασαν,
ἀλλὰ μόνην τὴν ταχεῖάν τε καὶ πυκνὴν ἐβούλετο δηλοῦν.
ὅτι δὲ ὑπὸ τῆς πυκνῆς ὁ πνεύμων καταξηραίνεται
κᾀν τῷ περὶ διαίτης ὀξέων ὑπ’ αὐτοῦ λέλεκται.
εἰ καὶ μὴ ψυχρότατα. φακὴν δὲ οὐκ ἂν ὁμολογήσαιμι ψυχρὸν
εἶναι βρῶμα. φαίνεται γὰρ σαφῶς ὥσπερ αἱ κολοκύνθαι καὶ σὺν αὐταῖς ἀτράφαξίς τε καὶ βλίτα καὶ θριδακίνη
καὶ χονδρίλη καὶ τῶν σιτηρῶν ἐδεσμάτων ἡ κριθὴ
καὶ κέγχροι ψύχοντα. κατὰ τὸν ἐναντίον δὲ τρόπον ἡ φακὴ
μηδεμίαν ἐνδεικνυμένη ψύξιν ἢ παραχρῆμα μετὰ τὸ
βρω 537 θῆναι περιεχομένη κατὰ τὴν ἄνω κοιλίαν ἢ
ὕστερον ἐν τοῖς λεπτοῖς ἐντέροις ἢ παχέσι γενομένη. τάχα
δ’ ἐπειδὴ ψυκτικὸν ἔχειν τι τὸν στύφοντα χυμὸν ἐδείξαμεν
ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ, τὴν φακὴν
οἰήσεται ψύχειν, ἐπιλελησμένος ἐν τοῖς αὐτοῖς ὑπομνήμασιν
εἰρημένον, ὡς ἕκαστον τῶν τοιούτων, ἁπλοῦν μὲν φαίνεται
καὶ λέγεται, παραβαλλόμενον τοῖς ὑφ’ ἡμῶν ἐκ συνθέσεως
κατασκευαζομένοις, οὐ μὴν ἀκριβῶς γε ἁπλοῦν ἐστιν. ἐδείχθη
γοῦν καὶ ἡ φακὴ κατὰ τὸ πρῶτον γράμμα περὶ τῶν ἐν
ταῖς τροφαῖς δυνάμεων, ἐξ ἐναντίων οὐσιῶν συγκειμένη τῆς
μὲν ἐπεχούσης τὰ κατὰ τὴν γαστέρα, τῆς δὲ εἰς ἀπόκρισιν
αὐτὴν ἐπεγειρούσης. τούτων οὖν ἡ μὲν ἐπέχουσα ψυχρὰ
καὶ γεώδης ἐστὶν, ἡ δ’ ἐπεγείρουσα θερμή. καὶ διὰ τοῦτο ξηραντικὸν μὲν ἔδεσμα φακὴ, ψυχρὸν δ’ οὐδαμῶς ὥσπερ
οὐδὲ θερμὸν, ἀλλ’ ἐξ ἀμφοῖν μικτὸν καὶ μέσον, εἰ καὶ βραχύ
τι πρὸς τὸ θερμότερον ἀποκεχωρηκὸς ἀπὸ τοῦ μέσου. ὁπότ’
οὖν οὐδὲ ψυχρὸν ἁπλῶς συνχωρήσειεν ἄν τις εἶναι τὴν φακὴν,
ἦ πού γε ψυχρότατον ὑπερβολικῶς. καὶ μέντοι καὶ καταπλαττομένη
τοῖς φλεγμαίνουσιν ἕλκεσι φακὴ φαίνεται μὲν
ἀναστέλλουσα καὶ ἀποκρουομένη τοὺς ἐπιῤῥέοντας χυμοὺς
τῷ πεπονθότι μέρει, τῷ σύφειν δηλονότι ποιοῦσα. φαίνεται
δὲ καὶ πεπτικὸν ἔχειν τὸ καὶ πυοποιὸν, ὅπερ ἥκιστα
τοῖς ψυχροῖς ὑπάρχει. εἴτ’ οὖν αὐτὸς ὁ Ἱπποκράτης οὕτως
ἔγραψεν, εἴτε τις ἄλλος ἐστὶν ὁ παρεγγράψας τήνδε
τὴν ῥῆσιν, οὐκ ὀρθῶς ἐγίνωσκε περὶ φακῶν δυνάμεως.
τὴν θερμασίαν πλείονα γινομένην, ἐκ τοῦ βάθους ἄγειν ἐπὶ τὸ δέρμα καὶ διαφορεῖν τοὺς χυμούς. ὅταν οὖν
οὗτοι φθάνωσιν ἠθροῖσθαι κατὰ τὸ σῶμα μοχθηροὶ, διαβιβρώσκουσι
τῇ δριμύτητι τὸ δέρμα καὶ γεννῶσιν ἕλκη
καθάπερ ὅταν παχεῖς καὶ κολλώδεις ὦσιν, ἐμφράττουσιν
ἧπαρ τε καὶ νεφρούς. κατὰ δὲ τὸ δέρμα τὰ μετ’ ὄγκου
ἐργάζεται παθήματα.
κάθαρσις.
ὥσπερ δὲ οὐδὲ σίκυον μόνον αἱ προσενεγκάμεναι καθαρτικὸν
ἴσχουσι τὸ γάλα τῶν θηλαζόντων παίδων, ἀλλὰ κἂν
ἄλλο τι ὑπηλάτων ὀνομαζομένων φαρμάκων. εἴτε δὲ τὴν
μὲν γυναῖκα τὸ ἐλατήριον, τὴν δὲ αἶγα τὸν αἶγα τὸν σίκυον
αὐτὸν, εἴτε δὲ ἀμφότερα βεβρωκυίας, καθαίρειν τὰ παιδία τῷ γάλακτί φησιν, οὐδὲν διαφέρει, καθάπερ οὐδ’ εἰ βεβρωκυῖα
γράψει τις ἢ φαγοῦσα. χρήσιμος δ’ ὁ λόγος εἴς τε
χρείαν ἰατρικὴν καὶ δόγμα φυσικόν. ὅταν γὰρ βουληθῶμεν
ὑποκαθᾶραι 538 βρέφη, διδόντες τι τῶν τοιούτων φαγεῖν,
ἤτοι τῇ θηλαζούσῃ μητρὶ τὸ παιδίον ἢ αἰγὶ, δι’ ἐκείνων
αὐτὸ καθαιροῦμεν, εἴς τε δόγματος ἐπίκρισιν διαπεφωνημένου
χρήσιμον τοῦτο. τινὲς δ’ ἡγοῦνται μηδεμίαν δύναμιν
ἔχειν τῶν ἐν ταῖς τροφαῖς ἐξ ἀρχῆς οὐσῶν διαφυλάττεσθαι
μετὰ τὸ πεφθῆναι καὶ αἱματωθῆναι, τινὲς δὲ διαμένειν
ἄχρι πολλοῦ τὰς ἰσχυρὰς δυνάμεις, ὥστε καὶ τοὺς
ἱδρῶτας αὐτῶν ὄζειν, ὅπερ ἐκ τοῦ νῦν εἰρημένου μαρτυρεῖται.
φαίνεται γὰρ ἐπὶ τῶν τοιούτων φυλαττομένη ἐδηδεσμένων
ἡ δύναμις. ἀλλὰ καὶ παρ’ ἡμῖν κατὰ τὸ ἔαρ ὅταν
τῆς σκαμμωνίας τὰ βλαστήματα φάγωσιν αἶγες, καθαρτικὸν
αὐταῖς γίνεται τὸ γάλα, κἂν τιθυμάλλου δὲ προσενέγκωνται,
ταὐτὸ συμβαίνει. καὶ μέντοι καὶ περὶ τὴν Δωρίδα
καὶ Βοιωτίαν καὶ Θετταλίαν ὅσα τ’ αὐτῇ γειτνιᾷ χωρία
τάσεσι τῶν μυῶν ἑάλωσαν πολλοὶ φαγόντες ὄρτυγας, ἐπειδὴ τὸν ἐλλέβορον ἐσθίουσιν οὗτοι. ταὐτὸ δὲ τοῦτο καὶ
κατὰ τὰς Ἀθήνας οἶδά τισι συμβὰν ὀρτύγων δαψιλέστερον
ἐδηδοκόσι.
πυρὶ, ἐσθῆτι, ἐν ὥρῃ θερινῇ, τῷ δὲ ἐναντίῳ ὡς
ἐναντίως.
καὶ πρὸς τούτοις ἐλινύειν, ὅπερ ἐστὶν ἀπέχεσθαι
σφοδρῶν γυμνασίων. πῶς οὖν νῦν κελεύει γυμνάζεσθαι, ὥς
τινες ἐξηγοῦνται; πῶς δ’ ἐν ἡλίῳ καὶ πυρὶ θερμαίνεσθαι;
λουτρὰ μὲν γὰρ ἐδείχθη ψύχοντα τὰς τοιαύτας κράσεις,
ἀπολύσει μὲν τοῦ καπνώδους καὶ λιγνυώδους, ὃ ταῖς θερμαῖς
κράσεσι συμβαίνει γεννᾷν, ὑγρότητι δὲ ψυχούσῃ τὰ
στερεὰ διαβρέχοντα. πῦρ δὲ καὶ ἥλιος θερμαίνει καὶ τούτοις ὁμοίως ἐσθής τε καὶ ὥρα θερινή. λέγει δ’ οὖν ἐν τοῖς
ἀφορισμοῖς ὧδε· κατὰ μὲν τὰς ὥρας τοῦ ἦρος καὶ ἄκρου
τοῦ θέρεος οἱ παῖδες καὶ οἱ τούτων ἐχόμενοι τῇσιν ἡλικίῃσιν
ἄριστα διάγουσι καὶ ὑγιαίνουσι μάλιστα. τοῦ δὲ
θέρεος καὶ τοῦ φθινοπώρου μέχρι μέν τινος οἱ γέροντες,
τὸ δὲ λοιπὸν καὶ τοῦ χειμῶνος οἱ μέσοι τῇσιν ἡλικίῃσιν.
εἴπερ οὖν ἡ θερμὴ ἡλικία τοῦ χειμῶνος, ἡ ψυχρὰ δὲ τοῦ
θέρους ἄμεινον, οὐκ ὠφέλειαν ἐξ ἡλίου καὶ πυρὸς καὶ ὥρας
θερινῆς τοῖς ἐνθέρμοις φύσει γίνεσθαι νομίζειν αὐτὸν, ἀλλὰ
καὶ βλάβην. καὶ τοίνυν τὸ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως
εἰρημένον τὸ ἐνθέρμῳ δεόμενον ἔχειν ἑαυτῷ τι προσυπακουόμενον,
ἤτοι κράσει ἢ φύσει ἢ σώματι ἢ ἀνθρώπῳ, ὃ
διὰ τῆς ἀντιθέσεως ἐγνώσθη, σώματι καὶ ἀνθρώπῳ λελεγμένον
μᾶλλον ἢ κράσει καὶ φύσει. πάντως γὰρ ἂν εἶπε,
τῇ δ’ ἐναντίᾳ 519 τἀναντία, τὸ τοῦ θήλεος γένους ἄρθρον,
τὸ τῇ προτάξας τοῦ τοῖς ἀῤῥέσιν. γένοιτ’ ἂν οὖν
ὁ σύμπας λόγος τοιοῦτος· τῇ πολυθέρμῳ σώματι, διὰ μὲν
τῶν βρωμάτων καὶ τῶν πομάτων ἡ ἔνδοθεν ψύξις οἰκεία, βλαβερὰ δ’ ἡ ἔξωθεν θερμασία δι’ ἡλίου καὶ πυρὸς καί
ὥρας θερινῆς καὶ ἱματίων, ἐν οἷς ἅπασιν ἡ ξηρὰ θερμασία
δηλοῦται. τὴν γὰρ ὑγρὰν καὶ σύμμετρον, 539 ὁποῖα τῶν
βαλανείων, ψύχειν ἐδείξαμεν τῇ δυνάμει. πρόδηλον δ’ ὅτι
τὰ συνήθη ταῦτα βαλανεῖα λέγομεν ἐν τοῖς τοιούτοις ἀεὶ
λόγοις, ἔνθα μὴ προστίθεμεν ὑδάτων αὐτοφυῶν ἢ θαλαττίων
ἢ θειωδῶν ἢ στυπτηριωδῶν, ἐκεῖνα μὲν γὰρ ξηραίνει
τε καὶ θερμαίνει, οὐ ψύχει, τῷ δ’ ἐναντίῳ φύσει σώματι
τὰ ἐναντία προσυπακοῦσαι πάλιν ἐνταῦθα δεῖ, τῶν μὲν
ὠφελούντων τὰ ὠφελήσαντα, τῶν δὲ βλαπτόντων τὰ βλάπτοντα,
τὰ μὲν ὥσθ’ αἱρεῖσθαι, τὰ δὲ ὥστε φυγεῖν. εἰ
γὰρ τὰς πολυθέρμους φύσεις ἐδέσμασί τε καὶ πόμασιν ἐκέλευσε
ψύχειν, τὰς ψυχροτέρας δηλονότι τοῖς ἐναντίοις ἀξιώσει
θερμαίνειν. καὶ μέντοι καὶ εἰ τὰς θερμοτέρας φύσεις
ἔλεγεν ὑφ’ ἡλίου καὶ πυρὸς καὶ θέρους βλάπτεσθαι, τὰς
ψυχροτέρας δηλονότι διὰ μὲν τούτων ὠφελήσεσθαι, διὰ δὲ
τῶν ἐναντίων βλαβήσεσθαι δηλοῖ.
ἐναντίως τὴν λέξιν ποιήσας τοιάνδε. βρώματα μὲν ταχέως
κρατεῖται, τὰ δ’ ἐναντίως. ἡ γοῦν διάνοια καθ’ ἑτέραν λέξιν
ἡ αὐτή. τὰ γὰρ ἐσθιόμενα διαφέρειν ἀλλήλων φησὶ,
τῷ τὰ μὲν ταχέως κρατεῖσθαι ὑπὸ τοῦ σώματος, τὰ δὲ
βραδέως. ἀκουστέον δὲ κρατεῖσθαι τὸ μεταβάλλεσθαι καὶ
πέττεσθαι καὶ προστίθεσθαι καὶ ἐξομοιοῦσθαι τῷ σώματι.
τῶν δὲ κατὰ μέρος ἐδεσμάτων τινὰ μέν ἐστι ταχέως πεττόμενα
καὶ αἱματούμενα καὶ τρέφοντα, τινὰ δὲ βραδέως ἃ ἐν
τρισὶν ὑπομνήμασιν, ἐν οἷς περὶ τῶν τῆς τροφῆς δυνάμεων
διῆλθον ἀκριβῶς ἅπαντα.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.