ὡς ἂν ἔχῃ ἡ τροφὴ, οὕτω καὶ τὸ ἔξω ἕπεσθαι.
πρὸς τὸ κάκιον ἢ βέλτιον ἐπιδιδόναι φησί. αἷμα δὲ λέγει
νῦν ὅλον τὸν ἐν τοῖς ἀγγείοις χυμὸν, ἐν ᾧ καὶ φλέγματός
τε καὶ χολῶν καὶ ἰχώρων περιέχεται. τοῦτο γὰρ ἄμεινόν
τε καὶ χεῖρον γίνεται. τὸ δ’ ἐν αὐτῷ περιεχόμενον, ὃ κυρίως
αἷμα λέγεται καὶ κατὰ τὴν ἐπικράτειαν αὐτοῦ τὸ σύμπαν
ὀνομάζεται, μοχθηρὸν εἰπεῖν ἀδύνατον, ὥσπερ οὐδ’
ἄλλην τινὰ χρόαν ἔχον, ὅτι μὴ τὴν ἐρυθράν.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.