κοπιώδεσι τεταρταίοις ἔστιν ὅτι ἔρχεται καὶ ῥύεται τῆς
ἀποστάσιος. ἢν δὲ πρὸς τούτῳ καὶ αἱμοῤῥαγήσῃ ἀπὸ
ῥινῶν ἱκανῶς καὶ πάνυ.
ἤτοι οἰκέτῃ ἢ φίλῳ ἢ οἰκείῳ· ἐὰν δὲ, τῇ τοῦ Ἀρχιγένεος,
ἤτοι δούλῃ ἢ γυναικὶ ἢ καθ’ ὅντινα τρόπον οἰκείᾳ.
παρῃτησάμην δὲ μεμνῆσθαι τῆς ἐν ταῖς γραφαῖς διαφωνίας, ὅ 492 ταν ἡ αὐτὴ φυλάττεται διάνοια, καὶ
νῦν αὖθις ἀναμεμνήσθω τοῦτο πρὸς τὰ μέλλοντα καὶ μέντοι
καὶ ὅτι κοπιώδεις ὀνομάζει πυρετοὺς οὐ πάντως ἐκείνους
ὧν προηγήσατο συχνὴ κίνησις, ἀλλὰ πάντας ὅσοις ἂν ᾖ
κοπιώδης αἴσθησις. αὐτὸς γοῦν ἐν ἀφορισμοῖς ἔγραψε, κόποι
αὐτόματοι φράζουσι νούσους. καὶ νῦν γε μᾶλλον ἡγητέον
αὐτῷ περὶ τῶν οὕτω κοπιωδῶν εἶναι τὸν λόγον ἐπὶ πλήθει
παχέων τε καὶ φαύλων χυμῶν ὡς τὸ πολὺ γινομένων, διὸ
καὶ δι’ οὔρων ἐκκενωθέντων αὐτῶν ἡ νόσος παύεται. πιστοτέρα
δ’ ἡ λύσις 476 γίνεται, τὴν δὲ ἀρχὴν τῆς κενώσεως
ἐν ἡμέρᾳ κρισίμῳ λαβούσης. ὅσοι δ’ οὔτε δι’ οὔρων
οὔτε δι’ αἱμοῤῥαγίας ἐκρίθησαν, εἰς ἀπόσκημμα τούτοις
ἡ νόσος εἴωθε τελευτᾷν.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.