κρίσις ἅμα καὶ ἀποστασία.
πολλάκις εἴρηκε πεπασμόν. ἐμνημόνευσε δὲ καὶ νῦν αὐτῶν
ἕνεκα τῶν προειρημένων, ὡς ἔφην, ἵνα ὁ σύμπας λόγος γένηται τοιοῦτος, καὶ τοῖς κορυζώδεσι καὶ βραγχώδεσιν ἀπὸ
τῶν ἐκ τῆς κεφαλῆς κατάῤῥων, ὅταν ἐπιγενομένου τοῦ πυρετοῦ
πεφθῇ, τὸ ψυχρὸν ἅμα καὶ ὑγρὸν ῥεῦμα καὶ πεφθὲν
ἐκκριθῇ, βεβαίαν ἔλπιζε τὴν κρίσιν τοῦ νοσήματος γεγονέναι
καὶ μηκέθ’ ὑποτροπιάσαι τὸν ἄνθρωπον.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.