τοῖς ὀφθαλμοῖς; ἢ δηλονότι τὰ κατὰ τὸ προγνωστικὸν εἰρημένα κατὰ τήνδε τὴν ῥῆσιν. ἢν γὰρ τὴν αὐτὴν φεύγωσιν
ἢ δακρύωσιν ἢ διαστρέφωνται ἢ ὁ ἕτερος τοῦ ἑτέρου ἐλάσσων
γίνηται ἢ τὰ λευκὰ ἐρυθρὰ ἴσχωσιν ἢ πελιδνὰ ἢ μέλαινα
φλεβία ἐν ἑωϋτοῖσιν ἢ λῆμαι περὶ τὰς ὄψεις ἢ ἐναιωρούμενοι
φαίνωνται ἢ ἐξίσχοντες ἢ ἔγκοιλοι ἰσχυρῶς γινόμενοι.
προεξηγησάμεθα δὲ ἐν ἐκείνῳ τῷ βιβλίῳ σὺν τοῖς
ἄλλοις ἅπασι καὶ ταῦτα.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.