ἄρθροισιν, ἀγαθόν. ἢν δὲ ἄνω, οὐχ ὁμοίως λύει τὴν
νοῦσον, ἢν μὴ ἐκπυήσῃ.
διὰ τῶν ἐφεξῆς εἰρησομένων. ὅ γε μὴν λόγος οὗτος οὐ τῶν
ἐπὶ μέρους ἐστὶν, ἀλλὰ τῶν καθόλου καὶ κατὰ τὸ δεύτερον
τῶν ἐπιδημιῶν καὶ κατὰ τοὺς ἀφορισμοὺς καὶ κατὰ τὸ
προγνωστικὸν εἰρημένος, ἃ προεξηγησάμεθα. βούλεται γὰρ
τὰς μὲν ἐκ τῶν ἄνω χωρίων, εἰς τὰ κάτω τοῦ ὀμφαλοῦ γινομένας ἀποστάσεις, ἀγαθὰς εἶναι, τὰς δὲ μὴ τοιαύτας,
οὐκ ἀγαθάς. ἐκλύει δ’ αὐτῶν τι τῆς κακίας, ἐὰν
ἐκπυήσῃ τὰ οἰδήματα. κέχρηται δὲ κᾀνταῦθα τῇ προσηγορίᾳ
τοῦ οἰδήματος, ἐπὶ τοῦ γενικοῦ σημαινομένου τῶν
παρὰ φύσιν ὄγκων, ὡς καὶ πρόσθεν εἴρηται.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.