ἑπομένας, πυρετὸς ὀξὺς, οὖρα λεπτά.
οὖρα τὰ λεπτὰ δηλοῖ τὴν νόσον ἄπεπτον ὑπάρχειν, ὥστ’
οὔτ’ εἰ καὶ μὴ μεγάλως ἦν τὰ φανέντα σημεῖα ὀλέθρια,
σωθήσεσθαι τὸν ἄνθρωπον εἶπεν ἄν τις ἐπὶ τῆς ἑπτακαιδεκάτης
ἡμέρας, ὁρῶν τὴν ἀπεψίαν τῶν οὔρων. αὐτὸς γὰρ εἶπεν ἐν τοῖς τοιούτοις κίνδυνον εἶναι, μὴ οὐ δυνήσεται τῷ
χρόνῳ τοῦ νοσήματος ὁ κάμνων ἐξαρκέσαι.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.