ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ Γ.
ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ
Α.
ᾤκει παρὰ Γῆς ἱερὸν, ἐπ’ ἄλλης ἀρχῆς τῶν γινομένων αὐτῷ
τὴν διήγησιν ἀναγίνωσκε. βέλτιον γὰρ οὕτως ἡγεῖσθαι
γεγράφθαι τὴν ῥῆσιν ἢ τὸ σχῆμα σόλοικον ἐξεπίτηδες εὐθέως ἐν ἀρχῇ πεποιῆσθαι τὸν Ἱπποκράτην, μηδὲν ἄλλο
τοιοῦτον σχῆμα καθ’ ὅλον τὸ βιβλίον γράψαντα, μήτ’ ἐν
τῇ τῶν ἀῤῥώστων μήτ’ ἐν τῇ τοῦ λοιμοῦ διηγήσει. τινὲς
μέντοι κατὰ δοτικὴν πτῶσιν ἔγραψαν, Πυθίωνι ὃς ᾤκει
παρὰ Γῆς ἱερὸν, ἐκφεύγειν τὴν περὶ τοῦ σολοικισμοῦ ζήτησιν
βουλόμενοι.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.