αὐχμὸν ὠνόμασεν οὐ πάνυ τι συνήθως. εἰώθαμεν γὰρ οὐ
τὴν ἁπλῶς ξηροτέραν, ἀλλὰ τὴν ἄκρως ξηρὰν ὀνομάζειν οὕτως.
ἀμήχανον δέ ἐστι καὶ ἄπιστον εἰς τοσοῦτον γενέσθαι
τὸν χειμῶνα ξηρὸν, ὡς αὐχμηρὰν ἀπεργάζεσθαι τὴν γῆν
ὥσπερ ἐν θέρει. οὐ γὰρ ἐν ἦρι τοιαύτη γίνεται κατάστασις,
ᾗ νῦν ὅμοιον γεγονέναι φησὶ τὸν χειμῶνα τὸ
σύνολον.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.