δακνώδεσι, πυκνὰ ἀνίσταντο.
ὅταν δὲ μεθ’ ὑγρότητος ὑδατώδους μιχθῇ καὶ ἐκκενοῦται,
τὸν τοιοῦτον χυμὸν οὐκέτι ἄκρητον ὀνομάζει.
ἐμάθομεν δὲ καὶ αὐτὸ τοῦτο περὶ τῶν ἀκράτων ἐκκρίσεων,
ὧν εἶπε κακοήθειαν ἐν τῷ προγνωστικῷ καὶ περὶ τῶν λεπτῶν
τὴν σύστασιν χυμῶν, ὅτι πάντες ἄπεπτοι καὶ δεόμενοι 27 ῥωμαλέας φύσεως εἰς τὸ πεφθῆναι. δακνώδεις δ’ εἰκότως
ἦσαν, εἴπερ γε καὶ χολώδεις καὶ ἄκρατοι. τοῦτο δ’ αὖ
πάλιν εἵπετο τῷ δακνῶδες εἶναι, τὸ συνεχῶς ἐξανίστασθαι,
ὥστε καὶ κατὰ τοῦτο τὸ σύμπτωμα κάμνειν τῶν νοσούντων
τὴν δύναμιν.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.