φωναὶ βραγχώδεες οὐ μετὰ πολύ.
οὐδὲν ἀνάγουσι. γίνονται δ’ αὖται ποτὲ μὲν τραχύτητος
μόνης τῶν κατὰ τὴν φάρυγγα καὶ λάρυγγα μορίων οὐδεμιᾶς
ἐν τῷ πνεύμονι περιουσίας ὑγρῶν οὔσης. οὗτοι μὲν οὖν οὐδὲν
ἀναπτύουσι τῷ μηδ’ ὅλως ἔχειν τι περισσὸν ἀναγωγῆς
τε καὶ κενώσεως δεόμενον. ἕτεραι δὲ βῆχες γίνονται ξηραὶ
διὰ δυσκρασίαν τῶν ἀναπνευστικῶν ὀργάνων, ἐφ’ ὧν οὐδ’
αὐτῶν ἐστί τι ἀναπτυσθῆναι δεόμενον, ἄλλαι δ’ αὖ γίνονται
μὲν ὑγρῶν περιεχομένων αὐτοῖς ἐκκριθῆναι δεομένων, 21
ἀλλ’ οὐκ ἐκκρίνεται ταῦτα διὰ διττὴν αἰτίαν, ἢ τῷ γλίσχρα
τ’ εἶναι καὶ παχέα καὶ δυσαπολύτως ἐμπεπλάσθαι τοῖς κατὰ
τὸν πνεύμονα βρόγχοις, ὅπερ ἐπὶ τῶν ἀπτύ 353 στων
ὀνομαζομένων γίνεται πλευριτίδων, ἢ τῷ τὸ καταφερόμενον ὑγρὸν ἀπὸ τῆς κεφαλῆς λεπτὸν εἶναι κατὰ τὴν σύστασιν,
οἷόν περ τὸ ὕδωρ. φθάνει γὰρ τὸ τοιοῦτον ἐν τῷ καταφερέσθαι
διά τε τοῦ λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας ἐν
τῷ πνεύμονι χεῖσθαι πρὶν ὑπὸ τοῦ κατὰ τὰς βῆχας ἀνενεχθῆναι
πνεύματος, ὅπερ καὶ τότε τοῖς Θασίοις ἔοικεν εἶναι,
πεπληρωμένης μὲν ὑπὸ τῆς νοτίου καταστάσεως τῆς
κεφαλῆς αὐτῶν, ἐπιπεμπούσης δὲ ῥεῦμα τοῖς κατὰ θώρακα
πᾶσι χωρίοις. ὅτι δὲ τοιαύτη ἦν ἡ βὴξ μαρτυρεῖ καὶ τὸ
συνεδρεῦον αὐτῇ σύμπτωμα. βραγχώδεις γὰρ, φησὶν, οὕτω
βήσσοντες ἐγένοντο, διαβρεχομένων δηλονότι τῶν ὀργάνων
τῶν φωνητικῶν πρὸς τῆς καταφερομένης ὑγρότητος, ὡς ἐν
τοῖς περὶ φωνῆς ἐπιδέδεικται.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.