ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΝΤΙΔΟΤΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.
τινῶν Ἀνδρομάχου ἀντιδότων.] Ὁ περὶ τῆς θηριακῆς
λόγος εἰς ὅλον βιβλίον ἐκταθεὶς, σύντομον ἐργάζεται τὸν
περὶ ἄλλων ἀντιδότων λόγον, ἃς ἐν τῷδε τῷ γράμματι
πρόκειταί μοι διελθεῖν, ἀπὸ τῆς Μιθριδατείου καλουμένης
ἀρξαμένῳ, πρὸς μὲν τὰ πλεῖστα τῶν δηλητηρίων φαρμάκων
δραστικωτέρας ὑπαρχούσης, ἀπολειπομένης δὲ ἐν τῇ τῶν
ὑπ᾿ ἐχίδνης δηχθέντων ἰάσει τῆς θηριακῆς ὀνομαζομένης.
ἐπεὶ δὲ καὶ ταύτην καὶ σχεδὸν ἁπάσας τὰς ἀρίστας ἔγραψεν ἐφεξῆς ὁ Ἀνδρόμαχος ἐν τῇ τῶν ἐντὸς φαρμάκων διδασκαλίᾳ,
διὰ τοῦτο κᾀγὼ πάσας αὐτὰς, ὡς ἐκεῖνος ἔγραψεν,
ἐφεξῆς παραθήσομαι.
τὰ θανάσιμα ἰδίως ποιοῦσα, καὶ πρὸς τὰ ἐντὸς πάθη πάντα.
♃ Γλυκυῤῥίζης δραχ. ζ΄ S". καὶ τετρώβολον, ὀπίου δραχ. δ΄.
ὀβολοὺς β΄. καστορίου δραχ. στ΄. πολίου δραχ. ε΄. ὀβολοὺς β΄.
κόστου δραχ. ε΄. καὶ ὀβολοὺς β΄. ναρδοστάχυος δραχ. στ΄. ὀβολοὺς
β΄. κασίας δραχ. ε΄. ὀβολοὺς β΄. λιβάνου δραχ. στ΄. σεσέλεως δραχ. ε΄.
ὀβολοὺς β΄. ὑποκυστίδος χυλοῦ δραχ. στ΄. ἀκόρου δραχ. β΄. σκορδίου
δραχ. στ΄. ὀβολοὺς β΄. φύλλου δραχ. δ΄. γάλλου δραχ. ε΄. τριώβολον.
οἱ δὲ δραχ. στ΄. κύφεως δραχ. στ΄. 440 ὀβολοὺς β΄.
σμύρνης δραχ. στ΄. κρόκου δραχ. ζ΄. ὀβολοὺς β΄. κινναμώμου δραχ. ζ΄.
ὀβολοὺς β΄. στύρακος δραχ. ε΄. ὀβολοὺς δ΄. δαύκου σπέρματος
δραχ. στ΄. τριώβολον, ζιγγιβέρεως δραχ. ζ΄. ὀβολοὺς β΄. φοῦ Ποντικοῦ
δραχ. β΄. πετροσελίνου δραχ. δ΄. ὀβολοὺς γ΄. νάρδου Κελτικῆς
δραχ. δ΄. μαράθρου σπέρματος δραχ. δ΄. νάρδου Ἰνδικῆς δραχ. δ΄. ὑπερικοῦ δραχ. β΄. ἀκακίας δραχ. β΄. Γεντιανῆς δραχ. δ΄. οἱ δὲ
δραχ. β΄. ἀνίσου δραχ. γ΄. θλάσπεως δραχ. στ΄. ὀβολοὺς δ΄. μήου
ἀθαμαντικοῦ δραχ. δ΄. οἱ δὲ δραχ. β΄. ῥόδων ξηρῶν δραχ. δ΄. κόμμεως
δραχ. β΄. καρδαμώμου δραχ. δ΄. οἱ δὲ δραχ. β΄. σχοίνου δραχ. στ΄.
ὀβολοὺς β΄. ὀποπάνακος δραχ. στ΄. ὀβολοὺς β΄. ὀποβαλσάμου
δραχ. στ΄. ὀβολοὺς δ΄. χαλβάνης δραχ. ζ΄. σκίγκου δραχ. β΄. ὀβολοὺς
β΄. τερμινθίνης δραχ. στ΄. ὀβολοὺς β΄. οἴνου Χίου τὸ ἱκανὸν,
μέλιτος Ἀττικοῦ ἑφθοῦ τὸ ἱκανόν.
♃ Σμύρνης δραχ. ζ΄ S". ὀβολοὺς δ΄. οἱ δὲ γ΄. νάρδου
ἶσον, κρόκου δραχ. ζ΄. ὀβολοὺς γ΄. ὀπίου δραχ. δ΄. ὀβολοὺς β΄ S".
στύρακος δραχ. ε΄. καστορίου δραχ. στ΄. ὀβολὸν ἕνα, κινναμώμου
δραχ. ζ΄. ὀβολοὺς γ΄. πολίου δραχ. στ΄. ὀβολοὺς γ΄. σκορδίου δραχ.
ζ΄. ὀβολοὺς γ΄. ζιγγιβέρεως τὸ ἶσον, κόστου δραχ. στ΄. ὀβολοὺς
γ΄. πεπέρεως λευκοῦ δραχ. ε΄. ὀβολοὺς β΄. πεπέρεως μακροῦ
δραχ. στ΄. ὀβολοὺς γ΄. σεσέλεως δραχ. ε΄. ὀβολοὺς β΄. ἀβροτόνου
δραχ. ε΄. ὀβολοὺς β΄. πετροσελίνου δραχ. ιδ΄. δαύκου σπέρματος
δραχ. στ΄. ὀβολοὺς γ΄. κασσίας δραχ. ε΄. ὀβολοὺς γ΄. λιβάνου δραχ. στ΄. ὀβολοὺς β΄. ὑποκυστίδος χυλοῦ δραχ. στ΄. ὀβολὸν α΄ S".
νάρδου Κελτικῆς δραχ. δ΄. μαράθρου σπέρματος δραχ. δ΄. μαλαβάθρου
φύλλων δραχ. δ΄. νάρδου Ἰνδικῆς δραχ. δ΄. ἀκόρου, φοῦ
Ποντικοῦ, σαγαπηνοῦ, βαλσάμου καρποῦ, ὑπερικοῦ, Ἰλλυρίδος,
ἀνὰ δραχ. β΄. μίλτου Λημνίου δραχ. στ΄. κύφεως, σκίγκου
ὀσφύος, ἀνὰ δραχ. στ΄. ἀκακίας, κόμμεως, καρδαμώμου,
πελεκίνου, ἀνὰ δραχ. β΄. θλάσπεως δραχ. στ΄. ὀβολοὺς δ΄. Γεντιανῆς
δραχ. δ΄. οἱ δὲ γ΄. ἀνίσου δραχ. γ΄. ῥόδων ξηρῶν δραχ. δ΄.
μήου ἀθαμαντικοῦ ἶσον, σχοίνου δραχ. στ΄. ὀβολοὺς γ΄. ὀποπάνακος
δραχ. στ΄. χαλβάνης δραχ. στ΄. ὀβολοὺς γ΄. ὀποβαλσάμου
τὸ ἶσον, ἀριστολοχίας δραχ. α΄. ὑσσώπου δραχ. γ΄. πρασίου δραχ. α΄.
χαμαιπίτυος δραχ. γ΄. λιβανωτίδος δραχ. ε΄. τερμινθίνης δραχ. στ΄.
τριώβολον, μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, οἶνον μὴ βάλε.
τὰ ἐντὸς βρέφη ἐκβάλλειν.] ♃ Σμύρνης δραχ. ιε΄. κρόκου
δραχ. ιστ΄. νάρδου Ἰνδικῆς δραχ. ιστ΄. κινναμώμου, κασσίας, πάνακος, ἀνὰ δραχ. ιγ΄. ἀμώμου δραχ. η΄. σκορδίου δραχ. κε΄. ἐν
ἄλλῳ δραχ. ε΄. σχοίνου ἄνθους δραχ. η΄. μήου ἀθαμαντικοῦ δραχ. γ΄.
ῥόδων χυλοῦ δραχ. ιβ΄. ὀβολοὺς γ΄. φοῦ δραχ. ε΄. ὀβολοὺς γ΄.
ὑπερικοῦ δραχ. ε΄. ζιγγιβέρεως δραχ. στ΄. πεπέρεως μέλανος δραχ. στ΄.
πεπέρεως λευκοῦ δραχ. η΄. στύρακος δραχ. ε΄. ὀβολοὺς γ΄. μαράθρου
ἀγρίου σπέρματος δραχ. γ΄. ὀβολοὺς δ΄. πεπέρεως μακροῦ
δραχ. ε΄. οἱ δὲ στ΄. κόστου δραχ. ζ΄. ὀβολοὺς γ΄. τριφύλλου σπέρματος
δραχ. ε΄. Γεντιανῆς δραχ. δ΄. ἀριστολοχίας στρογγύλης δραχ.
δ΄. πολίου δραχ. ε΄. τριφύλλου ῥίζης δραχ. ε΄. ὀβολοὺς γ΄. καρδαμώμου
δραχ. ε΄. ἐχίου ῥίζης δραχ. δ΄. λιβάνου δραχμὰς στ΄. πετροσελίνου
δραχμὰς στ΄. φλόμου δραχμὰς στ΄. σεσέλεως
δραχμὰς ε΄. κυμίνου Αἰθιοπικοῦ δραχμὰς γ΄. βαλσάμου καρποῦ
δραχμὰς δ΄. νάρδου Κελτικῆς δραχ. ζ΄. Λημνίας δραχμὰς
δ΄. μηκωνείου δραχ. δ΄. ὀβολοὺς γ΄. κάγχρυος σπέρματος δραχμὰς
γ΄. κύφεως δραχμὰς δ΄. ἴρεως Ἰλλυρικῆς ἴσον, μανδραγόρου
χυλοῦ δραχμὰς στ΄. ὀβολοὺς γ΄. σαγαπηνοῦ δραχμὰς δ΄.
ὀποπάνακος δραχμὰς γ΄. ἀνίσου δραχμὰς δ΄. ὑποκυστίδος χυλοῦ δραχμὰς στ΄. τερμινθίνης δραχμὰς ε΄. ὀβολοὺς γ΄. καστορίου
δραχμὰς ε΄. ὀποβαλσάμου δραχμὰς ιστ΄. πηγάνου
ἀγρίου σπέρματος δραχμὰς γ΄. χαλβάνης δραχμὰς δ΄. βουνιάδος
σπέρματος ἶσον, ἐλαφείου μυελοῦ δραχμὰς στ΄. ὀβολοὺς
γ΄. μύρου νάρδου δραχμὰς κ΄. αἵματος ἐριφείου ξηροῦ δραχμὰς
ε΄. ὀβολοὺς τρεῖς, καὶ χηνείου ξηροῦ ἶσον, νήσσης αἵματος
δραχμὰς γ΄. τριώβολον, βουφθάλμου Αἰγυπτίου χυλοῦ
δραχμὰς η΄. οἴνου Χίου ἀθαμαντικοῦ τὸ ἱκανόν.
ἐπαγγελίαν ἔχουσα ἐκ τῶν Ἀφροδᾶ.] ♃ Κινναμώμου
δραχ. η΄. ἀμώμου δραχ. δ΄. κασσίας σύριγγος μελαίνης δραχ. ιστ΄.
κρόκου δραχ. ιστ΄. σχοίνου δραχ. ε΄. λιβάνου δραχ. ε΄. πεπέρεως λευκοῦ
δραχ. δ΄. ὀβολοὺς γ΄. καὶ μακροῦ δραχ. α΄. ὀβολοὺς γ΄. σμύρνης
δραχ. ια΄. ὀβολοὺς β΄. νάρδου Ἰνδικῆς δραχ. ια΄. τετρώβολον,
Κελτικῆς δραχ. ιστ΄. ὀβολοὺς β΄. ῥόδων ξηρῶν δραχ. στ΄. κόστου
δραχ. β΄. ὀβολοὺς γ΄ S". ὀποβαλσάμου δραχ. δ΄. ὀβολοὺς β΄. ὀποῦ
Κυρηναϊκοῦ δραχ. γ΄. ἄλλοι δραχ. δ΄ S". στοιχάδος δραχ. ε΄. ὀβολοὺς β΄. τριφύλλου ῥίζης δραχ. δ΄. ἢ τοῦ σπέρματος δραχ. γ΄.
σκορδίου ἄνθους δραχ. ια΄. ὀβολοὺς β΄. πολίου Κρητικοῦ δραχ.
στ΄. ὀβολοὺς β΄. ἀσάρου δραχ. β΄. ἀκόρου δραχ. γ΄. ὀβολοὺς γ΄ S".
δαύκου σπέρματος τὸ ἴσον, ἀνίσου σπέρματος δραχ. β΄. κυμίνου
Αἰθιοπικοῦ ἴσον, ῥήου Ποντικοῦ δραχ. ε΄. ὀβολοὺς γ΄ S".
βουνιάδος σπέρματος ἀγρίας δραχ. γ΄. ἢ γογγυλίδος σπέρματος
ἴσον, φοῦ Ποντικοῦ δραχ. β΄. μέλιτος ἑφθοῦ τὸ ἱκανόν.
πάντα τὰ ἐντὸς πάθη, ὡς Νικόστρατος.] ♃ Ῥίζης γλυκείας,
μαλαβάθρου φύλλου, ὀποβαλσάμου, ἀγαρικοῦ, κινναμώμου
ἀνὰ δραχ. ιγ΄. ζιγγιβέρεως, τριφύλλου σπέρματος, ἀμώμου,
πηγάνου ἀγρίου σπέρματος, ἀρκευθίδων μὴ πεπείρων
ξηρῶν ἀνὰ δραχ. ιε΄. πετροσελίνου ἀνὰ δραχ. η΄. ὀποῦ μήκωνος
ἴσον, καστορίου, πεπέρεως μακροῦ, ὑποκυστίδος χυλοῦ,
κύφεως ἀνὰ δραχ. ιβ΄. ὀβολοὺς β΄. πολίου, πεπέρεως λευκοῦ,
σεσέλεως, βδελλίου ἀνὰ δραχ. ιε΄. ὀβολοὺς γ΄. σχοίνου ἄνθους,
κόστου ἀνὰ δραχ. ιβ΄ S". δαύκου σπέρματος, θλάσπεως ἀνὰ δραχ. ιγ΄. ναρδοστάχυος δραχ. κδ΄. κασσίας μελαίνης ῥίζης δραχ. ιστ΄.
λιβάνου, πάνακος, ὀποπάνακος, ἀνὰ δραχ. ιβ΄. ἀκόρου δραχ. ε΄.
σκορδίου δραχ. ιζ΄. μαράθρου, νάρδου Κελτικῆς, Γεντιανῆς,
ῥόδων ἄνθους, κόμμεως, ὀποῦ Κυρηναϊκοῦ, καρδαμώμου,
ἀμμωνιακοῦ θυμιάματος, ἐχίου ῥίζης, ἀπαρίνης χυλοῦ, ἀνὰ
δραχ. η΄. σαγαπηνοῦ, ὑπερικοῦ, ἀκακίας χυλοῦ, ἴρεως Ἰλλυρικῆς,
ἀνὰ δραχ. ιδ΄. σμύρνης στακτῆς δραχ. κ΄. κρόκου δραχμὰς
λ΄. στύρακος δραχμὰς ια΄. ὀβολοὺς β΄. φοῦ, μήου, δικτάμνου,
βουνιάδος σπέρματος, καλάμου ἀρωματικοῦ, ἀνὰ δραχμὰς
η΄ ἢ ι΄. ἀνίσου, ἀσάρου, ἀγαρικοῦ, σκίγκου, ἀνὰ δραχμὰς
στ΄. τερμινθίνης, ἀνὰ δραχμὰς ιδ΄. ὀβολοὺς δ΄. χαλβάνης
δραχμὰς ε΄. νήσσης θηλείας αἵματος, ἐριφείου αἵματος,
ἀνὰ δραχμὰς ζ΄. πεπέρεως μέλανος καὶ πεπέρεως μακροῦ,
441 ἀνὰ δραχ. κδ΄. κροκομάγματος ἴσας, πενταφύλλου ῥίζης,
ὀριγάνου ἀγρίου, πρασίου, στοιχάδος, ἄμμεως, χαμαίδρυος,
χαμαιπίτυος, κενταυρίου λεπτοῦ, ἀριστολοχίας λεπτῆς, ἀνὰ
δραχ. στ΄. λημνίας σφραγῖδος δραχ. λ΄. χηνείου αἵματος, χελώνης θαλασσίας, ῥήου Ποντικοῦ ἀνὰ δραχ. ζ΄. μέλιτος Ἀττικοῦ τὸ
ἀρκοῦν· ἡ πόσις κυάμου μέγεθος ἐν ὕδατι. ποιεῖ καὶ πρὸς
τεταρταῖον, πρὸς δὲ τὰ θανάσιμα, ὡς οὐκ ἄλλη. Ἀντίδοτος
Αἰλίου Γάλλου, ᾖ Καῖσαρ συμφώνως, ταύτῃ καὶ Χάρμης
ἐχρήσατο, ποιοῦσα πρὸς τὰ θανάσιμα καὶ ἰοβόλα, κᾂν
τόπον ἑρπετῶν καταῤῥάνῃς, φυγαδεύσεις. ποιεῖ πρὸς ῥεῦμα
πᾶν ὀφθαλμῶν, καὶ τῶν λοιπῶν ἀναξηραίνουσα, δυσαρεστήματα
λύει, πυρετοὺς χρονίους καὶ περιοδικούς. ποιεῖ δὲ
καὶ ἐπὶ τῶν δυστραπέλως καθαιρομένων γυναικῶν, ἀλύπως
ἔμβρυα ἐκκρίνει, ποιεῖ καὶ πρὸς φθισικούς. ἡ δόσις καρύου
Ποντικοῦ μεθ᾿ ὕδατος κυάθων δ΄. ἐπὶ δὲ τῶν ἐχεοδήκτων σὺν
οἴνῳ. 900 ♃ Σμύρνης δραχ. ιβ΄. κρόκου δραχ. ιδ΄. νάρδου ιδ΄.
σχοίνου ιβ΄. κινναμώμου β΄. ἀμώμου δ΄. χαλβάνης ια΄. τερμινθίνης
δραχ. ε΄. πεπέρεως λευκοῦ ι΄, καὶ μακροῦ λβ΄. κόστου
δραχ. η΄. λιβάνου ιβ΄. ὀποῦ μήκωνος ἶσον, σκορδίου δραχ. ν΄. ἐν
ἄλλῳ η΄. πολίου δ΄. ὑποκυστίδος χυλοῦ ιβ΄. πετροσελίνου ιη΄.
σεσέλεως ιδ΄. δαύκου σπέρματος ιστ΄. ὀποβαλσάμου ιβ΄. ὀποπάνακος ἴσον, καστορίου η΄. μέλιτος Ἀττικοῦ ξε. β΄. Ἀντίδοτος
Ζωπύριος. ♃ Κινναμώμου δραχ. γ΄. σμύρνης στακτῆς
δραχ. ε΄. νάρδου ε΄. δίδοται καρύου Ποντικοῦ μέγεθος σὺν ὕδατι,
κυάθοις τρισὶν ἐπ᾿ ἐνιαυτόν.
Ταύτας μὲν οὖν τὰς ἀντιδότους τὰς γεγραμμένας
πάσας ὁ Ἀνδρόμαχος ἔγραψεν. ἐπεὶ δὲ τὰ διὰ μέτρων
γεγραμμένα, καὶ πρὸς ἀκρίβειαν τῶν σταθμῶν τῶν
φαρμάκων, καὶ πρὸς μνήμην ἐστὶ χρησιμώτατα, διὰ τοῦτο
καὶ τὰς ὑπὸ Δαμοκράτους συγγεγραμμένας ἀξιολόγους ἀντιδότους
ἐφεξῆς ὑπέταξα, τὴν ἀρχὴν ἀπὸ τῆς Μιθριδατείου
ποιησάμενος.
ἥν λέγουσι Μιθριδάτειόν τινες τῶν σφόδρα ἐπισήμων,
δραστικὸν φάρμακον πρὸς πᾶν πάθος πᾶσάν τ᾿ ἀντίδοτον
εἶπον ποιεῖν.
κατασκευάζεται, διὰ τοῦτο καλῶς ἐποίησε, προσγράψας αὐτοῦ
τὴν κατασκευὴν, ἐφεξῆς γεγραμμένην.
πρὸς τὴν φθίσιν καὶ μιᾶς πρὸς τὰ δηλητήρια.] Μεμνημένου
δὲ τοῦ Δαμοκράτους καὶ ἄλλων ἀντιδότων ἀξιολόγων,
ἄμεινον ἔδοξέ μοι κᾀκείνας διὰ τὴν αὐτὴν χρείαν ἐν μέτρῳ
γεγραμμένας ὑπ᾿ αὐτοῦ παραθέσθαι. τὴν μὲν οὖν θηριακὴν
ὀνομαζομένην ὅπως συντίθησιν ἐν τῷ πρὸ τούτου λόγῳ
δεδήλωκα· νυνὶ δὲ τὰς ἐφεξῆς αὐτῆς γεγραμμένας
παραθήσομαι.
ἀντιδότους ἄχρι δεῦρο, τὴν Μιθριδάτειον ἔγραψεν
ὁ Δαμοκράτης, ἣν ὀλίγον ἔμπροσθεν ἐγὼ παρεθέμην.
ὑπερβὰς οὖν αὐτὴν, ὡς ἐφεξῆς γράφει, προσθήσω.
Δαμοκράτους γεγραμμένον.]
κατὰ τὸ ε΄. τῶν ἐντὸς παθῶν, ὃ Ἄσωνος ἐπιγράφεται.]
Καλεῖν μὲν οὖν ἔθος ἐστὶ τοῖς νεωτέροις ἰατροῖς ἀντιδότους
οὐ μόνον ὅσα πρὸς τὰ θανάσιμα φάρμακα διδόασιν, ἀλλὰ
καὶ πρὸς τὰ τῶν ἰοβόλων θηρίων δήγματα, καὶ προσέτι
πάθη, καὶ μάλιστα χρόνια, κατά τι τῶν σπλαγχνῶν, ἢ
ἀποστήματα. τεμὼν δὲ τριχῇ τὴν διδασκαλίαν αὐτῶν ὁ
Ἀσκλη 906 πιάδης, πρῶτα μὲν ἔγραψεν ὅσα φησὶ τοῖς κατὰ
περίοδον πυρέττουσιν ἁρμόττειν, ἅμα τῷ καὶ συγχρίσματά τινα, καλεῖ γὰρ οὕτως αὐτὸς, ἐφεξῆς προσγράψαι. ταῦτα
μὲν οὖν ἅπαντα ληξιφάρμακα καὶ ληξιπύρετα καλεῖ· τὸ δὲ
β΄. γένος αὐτῶν θηριακὰ φάρμακα, πρὸς λυσσοδήκτους καὶ
σκορπιοδήκτους, ἔτι τε τούς τε ὑπὸ φαλαγγίων δεδηγμένους
καὶ ἐχιδνῶν. τὸ δὲ τρίτον γένος τῶν φαρμάκων διχῇ τεμὼν
καὶ αὐτὸ, τὸ μὲν ἕτερον αὐτῶν πρὸς τοὺς τὰ θανάσιμα
πεπωκότας ὀνομάζει. τὸ δ᾿ ἕτερον προφυλακτικὸν θανασίμων
φαρμάκων, οὐ κατὰ τὴν αὐτὴν τάξιν τῷ Ἀνδρομάχῳ
τὴν διδασκαλίαν ποιησάμενος. ἐκεῖνος γὰρ, ὡς ἐν
ἀρχῇ τοῦδε τοῦ γράμματος εἴρηταί μοι κατὰ τὴν ἐντὸς ἐπιγραφομένην
τῶν βιβλίων αὐτοῦ, προτάξας ἀντίδοτα πάντα,
ἐφεξῆς γράφει τὰ πινόμενα φάρμακα πρὸς ἡντιναοῦν διάθεσιν,
οὐ μόνον ἀποστημάτων ἢ θανασίμων φαρμάκων ἢ
θηρίων ἰοβόλων, ἀλλὰ κᾂν ἔμβρυον ἐκβαλεῖν δέῃ, καὶ τοῦτο
τὸ φάρμακον ἀντίδοτον ὀνομάζει, καὶ πρὸς σπάσματα καὶ
ῥήγματα, καὶ συνελόντι φάναι πρὸς πάντα τὰ ἐντὸς πάθη,
περὶ ὅ τι ἂν ᾖ μέρος τοῦ σώματος ἡ σύστασις αὐτῶν γεγενημένη. τὰ δὲ πρὸς τὰ τοιαῦτα πάθη πινόμενα φάρμακα
καὶ ποτίσματα κέκληκεν ὁ Ἀσκληπιάδης ἐν τῷ δ΄.
τῶν Ἄσωνος κατὰ τὸ τέλος αὐτὰ γεγραφώς. ὑστάτας μὲν
οὖν ἔγραψεν ἀντιδότους ὁ Ἀσκληπιάδης ἐπὶ τῇ τελευτῇ τοῦ
ἐν Ἄσωνος, τὰ πρὸς τοὺς τὰ θανάσιμα πεπωκότας, ἢ προφυλακτικὰ
τοῦ μηδὲν παθεῖν ὧν πίωσιν. ἐγὼ δὲ πρώτας
ἐνταῦθα γράψαι τὰς τοιαύτας ἔγνωκα, διά τε τὴν πρὸς
τὰς γεγραμμένας κοινωνίαν καὶ ὅτι πολύχρηστοι τυγχάνουσιν
οὖσαι. καὶ γὰρ πρὸς τὰ ἀποστήματα καθ᾿ ὁτιοῦν σπλάγχνον
καὶ μόριον ἐν τῷ βάθει κείμενον ἁρμόττουσι, καὶ πρὸς
ἀτονίαν αὐτῶν ἔνιαι, καὶ πρὸς κακοχυμίαν, ἀνωδυνίαν τε
καὶ πέψιν ἀπέπτων χυμῶν, δι᾿ ὅλης τῆς ἐπιφανείας κένωσιν
ἄδηλον αἰσθήσει, καθάπερ καὶ τὰς αἰσθητὰς, δι᾿ οὔρων
καὶ διαχωρημάτων καὶ πτυσμάτων, ὅσα μετὰ βηχὸς συνεκκαθαίρει
πνεύμονά τε καὶ θώρακα. τὰ πλεῖστα δ᾿ αὐτῶν
καὶ λεπτύνειν τοὺς παχεῖς χυμοὺς πέφυκε, καὶ τέμνειν, καὶ
ἀποῤῥύπτειν τοὺς γλίσχρους, οἷς ἕπεται καὶ τὸ τὰς ἐμφράξεις ὠφελεῖν, ὅσαι συνεχῶς μὲν καθ᾿ ἧπαρ εἰώθασι γίνεσθαι,
συνίστανται δὲ καὶ κατὰ τὰ ἄλλα σπλάγχνα καὶ μόρια·
σκοπὸς γὰρ ἐπ᾿ αὐτῶν ἐστι λεπτῦναί τε καὶ ἀποῤῥύψαι
τοὺς χυμοὺς, ἀναστομῶσαί τε τὰ πεφραγμένα τῶν ἀγγείων
πέρατα.
ὡς αὐτὸς ἔγραψε κατὰ λέξιν.] [Πρὸς τὸν τῆς
μήκωνος ὀπόν.] Τοῖς μὲν οὖν τὸν τῆς μήκωνος ὀπὸν
πιοῦσι συνοίσει ὑδρέλαιον συνεχῶς θερμὸν διδόμενον πίνειν,
καὶ ἀναγκαζόμενον ἐμεῖσθαι· ἢ θερμὸν ὕδωρ μετ᾿ ὀξυμέλιτος
διδόναι καὶ ἀναγκάζειν ἐμεῖν· ἁρμόσει δὲ καὶ διὰ κλυστῆρος
τὴν κοιλίαν κενοῦν.
ἄκρατον πολὺ παραχρῆμα διδόμενον· ἢ πέπερι μετὰ
οἴνου, ἢ κάρδαμον, ἢ καρδάμωμον. ἁρμόσει δὲ καὶ γάλα
πίνειν ὄνειον ἢ βόειον καὶ τὰ περὶ τὴν κοιλίαν καταπλάττειν
ἀλεύρῳ πυρίνῳ ἢ κριθίνῳ ἡψημένῳ μετ᾿ οἴνου,
καὶ κλύσμασι χρῆσθαι πρᾳοτέροις.
βοηθεῖ ποθὲν πήγανον χειροπληθὲς, λεανθὲν μὲν μετ᾿ οἴνου
ἀκράτου, καὶ ζωμὸς ὄρνιθος λιπαρᾶς.
συμφέρει γάλα ποθὲν, μάλιστα μὲν ὄνειον· εἰ δὲ μὴ, ἄλλο
κατ᾿ ἰδίαν, καὶ μετὰ μελικράτου θερμοῦ.
βοηθεῖ οἶνος ἄκρατος ποθεὶς καὶ ζωμὸς ὄρνιθος λιπαρᾶς.
εἰληφόσιν ἁρμόττει γάλα πίνειν μάλιστα μὲν ὄνειον, εἰ δὲ
μή γε, βόειον ἢ αἴγειον. δοτέον δὲ καὶ καυλοὺς μαλάχης
ἡψημένους ἐπιμελῶς φαγεῖν, ἢ γλήχωνος χειροπληθοῦς
μετὰ γλυκέος τριβέντος πίνειν, ἢ κυκλαμίνου ῥίζαν τριβεῖσαν
μετ᾿ οἴνου· ἢ κεδρίας ὅσον ὀβολοῦ ἑνὸς, ἢ ἡμιώβολον,
γλυκεῖ διεὶς πότιζε.
σπέρμα βουνιάδος τριβὲν μετ᾿ οἴνου.
χυλὸς πολυγόνου, ἢ ἀρνογλώσσου, ἢ ὀριγάνου, 445
ἢ θύμου μέρος τι οἴνῳ διαλυθέν.
γάλα βόειον ποθὲν, καὶ γλυκὺ, καὶ ζωμὸς κογχυλίων.
ῥαφάνους ὠμὰς, ὥστε πλείστας ἐσθίειν· δοτέον καὶ οἶνον
ἄκρατον καὶ κονίας κληματίνης ἀφέψημα, καὶ νίτρον λεανθὲν
μετ᾿ ὄξους· ἢ τρύγα οἴνου καύσας, καὶ τρίψας μεθ᾿
ὕδατος δίδου πίνειν· ἢ ἀψίνθιον μετ᾿ ὄξους· ἢ πήγανον
λεῖον μετ᾿ ὄξους· ποιεῖ δὲ καὶ αὐτὸ καθ᾿ αὑτὸ ἐσθιόμενον
πήγανον.
ἀψίνθιον πινόμενον μετ᾿ οἴνου καὶ καστορίου καὶ πηγάνου.
συνοίσει δὲ καὶ ὀξύμελι ποτίζειν, καὶ ἀναγκάζειν ἐμεῖν. συνοίσει
δὲ καὶ ὀρίγανον μετ᾿ οἴνου. χρηστέον δὲ καὶ τῇ τοιαύτῃ σκευασίᾳ. ♃ πηγάνου δραχ. στ΄. ῥητίνης δραχ. δ΄. καστορίου
δραχ. β΄. χαμαιλέοντος κοχλιάρια γ΄. ταῦτα τρίψας καὶ
ὄξει θερμῷ διαλύσας, πότιζε.
βοηθεῖ διδόναι γλυκὺ πλεῖστον πίνειν, καὶ ἀναγκάζειν
ἐμεῖν· καὶ ζωμὸν καθηψημένον κρεῶν ὑῶν, καὶ θερμὸν
γάλα, καὶ οὐκ ἄπληστα φαγεῖν. καὶ ἀφέψημα σύκων δοτέον
πίνειν, ἢ νίτρου ἐρυθροῦ δραχ. δ΄. λεάνας καὶ μίξας ὕδατι
δίδου πίνειν.
συμφέρει πίνειν γλυκὺ μετ᾿ ἐλαίου, καὶ στέαρ ἑφθὸν ὕδατι
διηθημένον, καὶ ἀναγκάζειν ἐμεῖν. συμφέρει δὲ καὶ γάλακτι
πολλῷ ποτίζειν καὶ κώνους πλείονας τρώγειν· ἢ κώνους
πλείστας τρίψας μετὰ μελικράτου δίδου πίνειν· ἢ πήγανον
λεάνας καὶ ἰρίνῳ μύρῳ μίξας δίδου πίνειν· ἢ τῶν
κανθαρίδων τὰ πτερὰ καὶ τοὺς πόδας σὺν μέλιτι τρίψας
ἐκλείχειν δίδου.
θερμῷ ἐλαίῳ ποτίζειν, καὶ ἀναγκάζειν ἐμεῖν. συνοίσει
δὲ καὶ γάλα αἴγειον πίνειν, καὶ μαλάχης ἑφθῆς χυλὸν μετὰ
μελικράτου θερμοῦ, ἢ μετ᾿ ἐλαίου· ἢ ἰσχάδων ἀφέψημα μετ᾿
ἐλαίου, ἢ σήσαμον μετ᾿ οἴνου τρίψας δίδου πίνειν· ἢ κάρυα
βασιλικὰ ε΄. λεάνας μετ᾿ ἐλαίου δίδου· ἢ τέφρας κληματίνης
ἀπήθημα δίδου πίνειν.
βοηθεῖ πέπερι, σέλινον, σμύρνα μετ᾿ οἴνου λειωθέντα, καὶ
πινόμενα.
τέφρας κληματίνης ἀπήθημα, καὶ θύμον μεθ᾿ ὕδατος
τριβέντα.
τὰς τοῦ γάλακτος ἐκθρομβώσεις συμφέρει ποτίζειν ὄξος·
διδόναι δὲ χρὴ καὶ πητυὰν μεθ᾿ ὕδατος κρηναίου ἢ σιλφίου
καὶ θείου τὸ ἴσον λεανθέντα μετ᾿ ὀξυκράτου διδόναι
πίνειν.
συμφέρει ὄξος θερμὸν διδόναι πίνειν, καὶ ἀναγκάζειν ἐμεῖν,
ἢ σιλφίου ὀβολὸν, ἢ ἡμιωβόλιον, ἢ νίτρου διώβολον, διέντας
οἴνῳ διδόναι πίνειν, ἢ ἐρινεῶν καρπὸν τρίψας μετ᾿ ὄξους
δίδου. ἁρμόσει δὲ καὶ τὴν κοιλίαν κενοῦν, καὶ θερμίνῳ
ἀλεύρῳ, καὶ νίτρῳ, ἡψημένοις μετ᾿ ὀξυμέλιτος
καταπλάττειν.
μὲν ἅλμην παρῄνουν πίνειν, οἱ δὲ χιόνα. ὁ δὲ Ἀσκληπιάδης
λούειν παρῄνει, καὶ σπόγγον ἁπαλὸν ψυχρῷ δεύσαντα
καθιέναι, ὥστε τὴν βδέλλαν ἐπιβᾶσαν τῷ σπόγγῳ κομίζεσθαι,
καὶ ἔπειτα φακῆς χυλὸν ἐδίδου· τοὺς δὲ ἔξωθεν
τοῦ τραχήλου τόπους τοῖς ψύχουσι καταπλάττειν παρῄνει.
ὁ δὲ Μῦς Ἀπολλώνιος ὄξει δριμυτάτῳ ἐπότιζε, καὶ μετὰ
ἅλμης ἐχρήσατο. ὁ δὲ χιόνα θερμήνας καὶ λύσας ἐχρήσατο,
καὶ τοῖς κατὰ καιρὸν τὴν κοιλίαν καθαίρουσιν, ἐδεστοῖς τε
καὶ ποτοῖς, πρὸς τὴν τῶν βδελλῶν ἔκκρισιν· συγκαταφέρεσθαι γάρ φησι ταύτας τοῖς κατὰ τὴν κοιλίαν ἐκκρινομένοις
πολλάκις.
ἐλαίῳ θερμῷ ποτίζεσθαι καὶ ἀναγκάζειν ἐμέσαι.
συνοίσει δὲ καὶ γλυκὺ καὶ θερμὸν ποτίζεσθαι ὕδωρ, καὶ
ἀναγκάζειν ἐμεῖν. συνοίσει δὲ καὶ γάλα ὄνειον πίνειν διδόναι,
καὶ μαλάχης ἑφθῆς χυλὸν, καὶ μελίκρατον θερμὸν,
μετ᾿ ἐλαίου ἀνακόψας δίδου πίνειν· ἢ ἀφέψημα ἰσχάδων
μετ᾿ ἄλλων δίδου πίνειν, κάρυα βασιλικὰ ε΄. λεάνας μετ᾿
ἐλαίου, δίδου πίνειν· ἢ τέφρας κληματίνης ἀπήθημα δίδου.
καὶ περὶ μὲν τῶν ἁπλῶν θανασίμων ἐπὶ τοσοῦτον εἰρήσθω.
περὶ δὲ τῶν συνθέτων λεχθήσεται. ἐκτίθεσθαι δὲ τὰς
τούτων σκευασίας μοχθηρόν μοι δοκεῖ, καίπερ πολλῶν ἐπιχειρησάντων
ταῖς τούτων συγγραφαῖς, ὧς ἐστιν Ὀρφεὺς ὁ
ἐπικληθεὶς Θεολόγος καὶ Ὦρος ὁ Μενδήσιος ὁ νεώτερος
καὶ Ἡλιόδωρος ὁ Ἀθηναῖος τραγῳδιῶν 909 ποιητὴς,
καὶ Ἄρατος, καὶ ἄλλοι τινὲς τῶν τοιούτων συγγραφεῖς.
τούτους μὲν οὖν ἄν τις θαυμάσειεν ἐμμέτρως ἐπιχειρήσαντας ταῖς περὶ τούτων πραγματείαις· μέμψαιτο δ᾿ ἂν εὐλόγως
διὰ τὰ πράγματα. διδάσκειν γὰρ μᾶλλόν ἐστι καὶ προσάγειν
τοὺς βουλομένους ἐπὶ κακῷ, τὸ πλησίον ἐπιχειρεῖν ταῖς
τούτων σκευασίαις. οἱ γοῦν τῶν καλῶν τούτων ποιημάτων
συγγραφεῖς τὴν παρὰ τοῖς πολλοῖς εὐλαβούμενοι καταδρομὴν,
ἐναρχόμενοι τῆς τούτων παραδόσεως, τοὺς ἐντευξομένους
πείθειν ἐπιχειροῦσιν ὡς οὐκ |ἂν εἴησαν φαῦλοι τὸ
ἦθος, οὐδὲ τῶν τοιούτων φθοροποιῶν διδάσκαλοι, ὥσπερ
καὶ Ἡλιόδωρον ἐν τοῖς πρὸς Νικόμαχον ἀπολυτικοῖς ἐναρχόμενόν
ἐστιν εὑρεῖν οὕτω γράφοντα.
ταῖς τοιαύταις πραγματείαις, τὴν παρὰ τοῖς πολλοῖς
καταδρομὴν εὐλαβούμενοι. ἀλλ᾿ οὐδέ ἐστιν εἰπεῖν ὅτι διὰ
τοῦτο χρὴ τὰς τῶν τοιούτων θανασίμων φαρμάκων σκευασίας
εἰδέναι, πρὸς εὐχερῆ εὕρεσιν τοῦ βοηθηθῆναι τοῖς
δυναμένοις· τοῦτο γάρ ἐστι ψεῦδος. ὁ γὰρ δυνάμενος τοῖς
ὑπὸ τῶν ἁπλῶν θανασίμων βλαπτομένοις βοηθεῖν, ἕκαστον
τῶν κατὰ μέρος ἐπὶ συμβαινόντων ἐποπτεύων, οὗτος ἂν εἴη
ἄριστος προστάτης, καὶ τῶν ὑπὸ τῶν συνθέτων βλαπτομένων,
εὐμηχάνως ἐκλαμβάνων ἕκαστον τῶν κατὰ τὴν τῶν
συμπτωμάτων ἐπιπλοκὴν ἐξεχόντων. ἀνιτέον δὲ ἐπὶ τὸ προκείμενον.
ἀδήλων γὰρ ὄντων τῶν βρωθέντων ἢ πωθέντων
δηλητηρίων, χρὴ ὑδρέλαιον θερμὸν διδόναι, καὶ πολὺ πίνειν,
καὶ ἀναγκάζειν ἐμεῖν. χρήσιμον δ᾿ ἂν εἴη καὶ τοὺς ὕπνους
περιγράφειν, οὐ μὴν ἀλλὰ καὶ εἰς τὴν τούτων φυλακὴν χρηστέον
ταῖς ὑπογεγραμμέναις σκευασίαις.
Μυός.] ♃ Πηγάνου φύλλα κ΄. κάρυα βασιλικὰ β΄. ἁλὸς χόνδρον ἔνα, ἰσχάδας β΄. ταῦτα νήστει ἐσθίειν δίδου,
καὶ κωλύει βλάπτεσθαι ὑπὸ τῶν θανασίμων.
δραχ. β΄. Λημνίας σφραγῖδος δραχ. β΄. καὶ διώβολον.
ταῦτα τρίψας καὶ ἀναλαβὼν ἐλαίῳ ἀποτίθου. ἐπὶ δὲ τῆς
χρήσεως καρύου Ποντικοῦ τὸ μέγεθος μεθ᾿ ὑδρομέλιτος καὶ
κυάθων β΄. προπίνειν. ταύτῃ Νικομήδης ὁ βασιλεὺς ἐχρῆτο,
εἴ ποτε ὑπόπτους εἶχε τοὺς κεκληκότας. τὸ μὲν οὖν φάρμακον,
μηδεμιᾶς τοιαύτης δυνάμεως ὑποκειμένης, κατὰ χώραν
μένει. ἐπὰν δέ τι τῶν θανασίμων δοθῇ, ναυτίαν κινεῖ,
καὶ ἐμεῖν ἀναγκάζει, ὥστε τὸ δοθὲν δηλητήριον ἐκκρίνεται
τῇ ἀντιδότῳ.
♃ Πρασίου, ἱερᾶς βοτάνης, πηγάνου ἀγρίου σπέρματος,
σκορδίου, ῥάμνου ῥίζης τοῦ φλοιοῦ, ἑκάστου τὸ
ἴσον, μέλιτι ἀναλάμβανε καὶ δίδου, πρὸς μὲν τὰ θηρία
δραχ. β΄. μετ᾿ οἴνου, πρὸς δὲ τὰ θανάσιμα μετ᾿ οἰνομέλιτος
καὶ ἐλαίου.
δραχ. γ΄. πεπέρεως μακροῦ δραχ. δ΄. πηγάνου ἀγρίου δραχ. στ΄.
σκορδίου δραχ. γ΄. μέλιτι ἀναλάμβανε καὶ δίδου, καθάπερ εἴρηται.
ἔστι δὲ καὶ πλευριτικὴ ἀγαθὴ ὀβολῶν γ΄. διδομένη.
ἔμμηνά τε γυναιξὶ κατάγει ὁλκῆς μιᾶς διδομένη. Ἀντίδοτος
Μιθριδάτου, ἀθανασία λεγομένη, πρὸς τὰ θανάσιμα
τῶν φαρμάκων, καὶ παντὸς ἰοβόλου πληγήν. ποιεῖ στομαχικοῖς
ἀποξύνουσιν τὴν τροφὴν, αἱμοπτυϊκοῖς, βήττουσι
χρονίως, καὶ ἡπατικοῖς, καὶ σπληνικοῖς. ποιεῖ καὶ πρὸς τὰς
περὶ κύστιν ἢ μήτρας διαθέσεις. τὰ δὲ τῆς σκευασίας ἔχει
οὕτως. ♃ Πεπέρεως λευκοῦ κόκκους μ΄. κόστου, μήου, ἀσάρου,
ἀκόρου, δαύκου Κρητικοῦ σπέρματος, πετροσελίνου, νάρδου
Ἰνδικῆς, λίθου νηστωρίτου ἀνὰ δραχ. δ΄. κρόκου, σμύρνης ἀνὰ
δραχ. η΄. κινναμώμου, κασσίας ἀνὰ δραχ. ιβ΄. μέλιτος Ἀττικοῦ
ἑψημένου τὸ αὔταρκες. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος
μετ᾿ οἰνομέλιτος κεκραμένου.
πεπέρεως λευκοῦ, κόστου, μήου, ἀσάρου, ἀκόρου, ὀποβαλσάμου, δαύκου Κρητικοῦ σπέρματος, πετροσελίνου σπέρματος,
ἑκάστου ἀνὰ δραχ. δ΄. κρόκου, σμύρνης, σχοίνου ἄνθους
ἀνὰ δραχ. η΄. κινναμώμου, κασσίας ἀνὰ δραχ. ιβ΄. μέλιτος τὸ
ἀρκοῦν.
μ΄. κόστου, μήου, ἀκόρου, ἀγαρικοῦ, σκορδίου, δαύκου
Κρητικοῦ, πετροσελίνου ἀνὰ δραχ. δ΄. κρόκου, σμύρνης
ἀνὰ δραχ. η΄. κινναμώμου, κασσίας, σχοίνου ἄνθους ἀνὰ δραχ.
ιβ΄. μέλιτος τὸ αὔταρκες.
τῶν φαρμάκων, καὶ παντὸς ἰοβόλου πληγήν. ποιεῖ καὶ πρὸς
τὰς ἐντὸς διαθέσεις.] ♃ Στύρακος, χαλβάνης, πεπέρεως
λευκοῦ καὶ μακροῦ, καὶ κινναμώμου, ἀνὰ δραχ. β΄. σελίνου
σπέρματος, ἀνίσου, σχοίνου ἄνθους, κόστου, κυμίνου Αἰθιοπικοῦ,
σεσέλεως, κύφεως, ῥήου Ποντικοῦ, καρδαμώμου,
ἀμώμου, νάρδου, σμύρνης, κασσίας ἀνὰ δραχ. δ΄. πυρήνων
καθαρῶν φοινίκων, καὶ καρύων τῆς σαρκὸς ἀνὰ δραχ. στ΄. κρόκου δραχ. η΄. σταφίδας ἐκγεγιγαρτισμένας ιβ΄. μέλιτος Ἀττικοῦ
τὸ αὔταρκες. συντίθει κατὰ τρόπον.
φαρμάκων, καὶ παντὸς ἑρπετοῦ πληγήν.] Ἐπὶ ταύτης
τοιοῦτόν τι φέρεται, ὅτι Ζώπυρος δι᾿ ἐπιστολῆς προτρέπει
τὸν Μιθριδάτην εἰς ἐπίκρισιν τῆς ἀντιδότου, μεταπεμψάμενος
ἕνα τῶν κατακρίτων, τούτῳ θανάσιμον διδόναι φάρμακον,
καὶ τότε παραινεῖ ἐπιπίνειν τὴν ἀντίδοτον. ἢ πρότερον
διδόναι τὴν ἀντίδοτον, καὶ τότε τὸ θανάσιμον ἐπιπίνειν.
τὸ δ᾿ αὐτὸ παρῄνει καὶ ἐπὶ ἑρπετῶν ἢ καὶ τοξικῶν
πράσσειν. τούτων γὰρ οὕτω γινομένων συνέβαινε τὸν
ἄνθρωπον ἀδιάπτωτον εἶναι. ποιεῖ δὲ καὶ στομαχικοῖς πρὸς
ὀξυρεγμίαν, αἱμοπτυικοῖς, κοιλιακοῖς, δυσεντερικοῖς, ἡπατικοῖς,
σπληνικοῖς, ἐπιληπτικοῖς, νεφριτικοῖς. ὑγιάζει δὲ καὶ τὰς περὶ
μήτραν ἢ κύστιν διαθέσεις. κατάγει τὰ ἐναποθνήσκοντα
τῶν ἐμβρύων, κατεχόμενα δεύτερα. τὰ δὲ τῆς σκευασίας
ἔχει γε οὕτως. ♃ Ὀποβαλσάμου δραχ. δ΄. νάρδου Ἰνδικῆς,
σμύρνης Τρωγλοδύτιδος, σχοίνου ἄνθους, κινναμώμου, χαρακίου, κόστου προσφάτου, πεπέρεως μακροῦ, ὑποκυστίδος,
πολίου, πεπέρεως περεατικοῦ, 911 σκορδίου, μήου Κρητικοῦ,
καρδαμώμου ἀνὰ δραχ. δ΄. λιβάνου ἄῤῥενος, χόνδρου ὀποβαλσάμου,
δικτάμνου ἀνὰ δραχ. στ΄. πετροσελίνου, κασσίας κιῤῥᾶς
ἀνὰ δραχ. ζ΄. κρόκου κωρυκίου δραχ. η΄. μέλιτος Ἀττικοῦ τὸ
αὔταρκες. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος, ἀπυρέτοις
μετ᾿ οἴνου, πυρέττουσι μεθ᾿ ὑδρομέλιτος.
καὶ παντὸς ἰοβόλου πληγήν.] ♃ Πεπέρεως μακροῦ
καὶ λευκοῦ, κόστου, ἀκόρου, κρόκου, φοῦ, μήου, δικτάμνου
Κρητικοῦ, ἀμμωνιακοῦ, ἀγαρικοῦ ἀνὰ δραχ. β΄. ἀμώμου,
ὀποβαλσάμου, πηγάνου ἀγρίου σπέρματος, κυμίνου Αἰθιοπικοῦ,
ἀνίσου, νήσσης αἵματος, ἄῤῥενος καὶ θηλείας ξηροῦ,
ἐριφείου αἵματος, χηνείου αἵματος, βουνιάδος ἀγρίας
σπέρματος ἀνὰ δραχ. γ΄. Γεντιανῆς, τριφυλλίου, σχοίνου ἄνθους,
λιβανωτοῦ, ῥόδων ξηρῶν ἀνὰ δραχ. δ΄. πετροσελίνου
δραχ. ε΄. πολίου Κρητικοῦ τὸ ἴσον, κινναμώμου δραχ. στ΄. σκορδίου
ἄνθους δραχ. η΄. σμύρνης, νάρδου ἀνὰ δραχ. ι΄. κρόκου δραχ. ιβ΄. κασσίας δραχ. η΄. κόψας καὶ σήσας ἐπιμελῶς, ἀνάκοπτε
μέλιτι Ἀττικῷ ἀφηψημένῳ, καὶ ἀνελόμενος εἰς πυξίδα
ἀργυρᾶν, χρῶ ὡς μεγίστῳ φαρμάκῳ.
θηριακῆς, καὶ ἑκατονταμιγμάτου.] Ἀντίδοτος Μιθριδάτου
Εὐπάτορος, ἡ διὰ σκίγκου λεγομένη, ποιοῦσα πρὸς τὰ
θανάσιμα τῶν φαρμάκων, καὶ πρὸς πᾶσαν φθοροποιὸν ὕλην,
καὶ παντὸς ἰοβόλου πληγὴν, καὶ πρὸς τὰς τῶν ἐντὸς διαθέσεις,
καὶ πρὸς συλλήψεις συνεργεῖ, κατάγει ἔμμηνα· καὶ
τὰ ἐναποθνήσκοντα ἔμβρυα, καὶ τὰ κατεχόμενα δεύτερα
λύει, καὶ τοῖς κατὰ περίοδον πυρετοῖς βοηθεῖ, καὶ παρέτοις,
τρομώδεσιν, ὀπισθοτονικοῖς, ἰσχιαδικοῖς, ποδαγρικοῖς, καὶ
πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. τὰ δὲ τῆς σκευασίας ἔχει
οὕτως. ♃ Σκίγκου, σαγαπηνοῦ, ἀκόρου, φοῦ, ὑπερικοῦ,
ἀκακίας, ἴρεως, μήου, κόμμεως ἀνὰ δραχ. β΄. ῥόδων ξηρῶν,
γεντιανῆς, καρδαμώμου ἀνὰ δραχ. δ΄. μηκωναρίου σπέρματος
δραχ. ε΄. καὶ διώβολον, στύρακος δραχ. η΄. πολίου, κασσίας μελαίνης,
σεσέλεως, βδελλίου, βαλσάμου, πεπέρεως λευκοῦ ἀνὰ δραχ. ε΄. καὶ διώβολον, ὑποκυστίδος χυλοῦ, ὀποπάνακος,
σμύρνης, λιβάνου ἄῤῥενος, καστορίου, πεπέρεως μακροῦ,
κύφεως, μαλαβάθρου φύλλων ἀνὰ δραχ. στ΄. σκορδίου, κόστου,
σχοίνου ἄνθους, χαλβάνης, ῥητίνης τερμινθίνης ἀνὰ δραχ. στ΄.
καὶ διώβολον, νάρδου Συριακῆς, ὀποβαλ 447 σάμου,
θλάσπεως, δαύκου Κρητικοῦ ἀνὰ δραχ. στ΄. καὶ διώβολον,
κρόκου, κινναμώμου, ζιγγιβέρεως ἀνὰ δραχ. στ΄. καὶ διώβολον,
γλυκυῤῥίζης χυλοῦ, ἀγαρικοῦ, ἀνὰ δραχ. ζ΄. καὶ τριώβολον,
μέλιτος τὸ αὔταρκες, οἴνου καλοῦ τὸ ἀρκοῦν εἰς τὸ
διαλῦσαι τοὺς χυλούς. συντίθεται δὲ τοῦτον τὸν τρόπον.
κῦφι, ὑπόκιστις, σαγαπηνὸν, κόμμι, μηκώνειον, στύραξ,
ὀποπάναξ ἐν οἴνῳ Χίῳ βρέχεται, μέχρι παντελῶς διαλυθῆναι,
ἡμέραν καὶ νύκτα, τὰ δὲ λοιπὰ κόπτεται καὶ σήθεται
λεπτῷ κοσκίνῳ, καὶ μίγνυται τοῖς ἀποβρεχθεῖσι καὶ λεανθεῖσιν.
ἡ δὲ ὅλη σύνθεσις ἀναλαμβάνεται μέλιτι Ἀττικῷ
ἀφηψημένῳ, ὡς πάχος ἔχειν· εἶτ᾿ ἐπὶ πᾶσι βάλλομεν ὀποβάλσαμον,
εἶτ᾿ ἀνελόμενοι κατατίθεμεν εἰς ἄγγος ἀργυροῦν,
καὶ ἡ χρῆσις εἰς πολλὰ, ἡ δόσις πρὸς δύναμιν. ἡμεῖς πρὸς ἐπίτασιν τοῦ φαρμάκου, ἕνεκα τῆς τῶν ἐμμήνων ἐποχῆς,
καὶ τῶν συλλημ 912 μάτων, ὥστε ἀκινδύνως φέρεσθαι,
δικτάμνου Κρητικοῦ δραχ. δ΄. ἀμμωνιακοῦ δραχ. γ΄. πηγάνου ἀγρίου
σπέρματος δραχ. γ΄. κυμίνου Αἰθιοπικοῦ στ΄. τριφύλλου σπέρματος
δ΄. βουνιάδος ἀγρίας δ΄. χαμαίδρυος δραχ. δ΄. ῥᾶ Ποντικοῦ
γ΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. β΄. τούτων προσβαλλομένων
ἡ τοῦ φαρμάκου χρῆσις γίνεται πρὸς πολλὰ χρήσιμος· φθείρει
γὰρ τετραμηνιαῖα, καὶ τριμηνιαῖα κατάγει.
ἀεὶ ἐχρῆτο προφυλακῆς χάριν θανασίμου. ἡνίκα γοῦν
ὑπὸ Ῥωμαίων ἑάλω, δὶς πιὼν θανάσιμον, καὶ μὴ δυνηθεὶς
ἀποθανεῖν, ξίφει ἑαυτὸν διεχρήσατο. πρὸς τὰ θανάσιμα δὲ
τῶν φαρμάκων ποιεῖ, καὶ παντὸς ἰοβόλου πληγὴν, καὶ πρὸς
τὰς τῶν ἐντὸς διαθέσεις. ταύτῃ ἐχρήσατο ὁ Ἀνδρόμαχος.
τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. ♃ Ἀρτίσκων σκιλλητικῶν
δραχ. μη΄. θηριακῶν ἀρτίσκων, πεπέρεως μέλανος, ἡδυχρόου
μάγματος, ὀποῦ μήκωνος Σπανοῦ, ἀνὰ δραχ. κδ΄. ῥόδων ξηρῶν,
σκορδίου, σπέρματος βουνιάδος, ἴρεως Ἰλλυρικῆς, ἀγαρικοῦ, κινναμώμου, γλυκυῤῥίξης χυλοῦ, ὀποβαλσάμου,
ἀνὰ δραχ. ιβ΄. λιβανωτίδος δραχ. η΄. σμύρνης, κρόκου, ζιγγιβέρεως,
ῥᾶ Ποντικοῦ, πενταφύλλου ῥίζης, καλαμίνθης ὀρεινῆς,
πρασίου, πετροσελίνου, στοιχάδος, κόστου, πεπέρεως λευκοῦ,
πεπέρεως μακροῦ, λιβάνου, ἀνὰ ὀβολοὺς β΄. κασσίας
μελαίνης δραχ. δ΄. κόστου δραχ. α΄. κρόκου δ΄. πεπέρεως λευκοῦ
μίαν, καὶ μακροῦ μίαν, Ἰλλυρίδος, σχοίνου, πολίου, σκορδίου,
ῥόδων ξηρῶν, νήσσης αἵματος, ἀνὰ δραχ. γ΄. μέλιτος Ἀττικοῦ
ἑφθοῦ τὸ ἱκανόν.
Καίσαρι πρὸς πάντα, ἰδίως δὲ πρὸς τὰ θανάσιμα.] ♃ Ἀβροτόνου
δραχ. β΄. ἥμισυ, ἀριστολοχίας δραχ. κ΄. ἀκακίας δραχ. δ΄.
ἀρκευθίδων σαρκὸς ἴσον, κρόκου δραχ. β΄. ἀσάρου δραχ. δ΄. ἀνίσου
δραχ. γ΄. ἀμώμου δραχ. στ΄. ἀγαρικοῦ δραχ. γ΄. καρποῦ βαλσάμου
δραχ. β΄. βδελλίου δραχ. γ΄. ὀβολοὺς γ΄. βαλαυστίου δραχ. β΄.
γεντιανῆς δραχ. δ΄. γλυκείας χυλοῦ ἴσον, γογγυλίδος σπέρματος
δραχ. δ΄. ἐν ἄλλῳ δραχ. η΄. γῆς Σαμίας μίαν, δαύκου σπέρματος δραχ. δ΄. δρακοντίου ῥίζης δραχ. γ΄. ὀβολοὺς γ΄. ἐρυσίμου σπέρματος
δραχ. κ΄. ἴρεως Ἰλλυρικῆς δραχ. β΄. σμύρνης δραχ. ζ΄. ὀβολοὺς γ΄.
ζιγγιβέρεως ἶσον, ἠρυγγίου ῥίζης δραχ. δ΄. ὀβολοὺς β΄. θλάσπεως
δραχ. κ΄. κονύζης λεπτῆς δραχ. στ΄. ἀκόρου δραχ. στ΄. ὀβολοὺς
γ΄. κυπέρου δραχ. στ΄. κωνείου σπέρματος ἐπτισμένου δραχ. α΄.
ὀβολοὺς γ΄. ἄμμεως δραχ. δ΄. κνίκου σπέρματος δραχ. ζ΄. ὀβολοὺς
β΄. κινναμώμου δραχ. ζ΄. κόστου δραχ. ζ΄. ὀβολοὺς β΄. κασσίας δραχ.
ε΄. ὀβολοὺς β΄. κενταυρίου χυλοῦ δραχ. δ΄. ὀβολοὺς ε΄. καστορίου
στ΄. καλάμου ἀρωματικοῦ β΄. οἱ δὲ δ΄. κόμμεως δραχ. β΄.
καρδαμώμου δ΄. κάγχρυος δραχ. γ΄. ὀβολοὺς γ΄. κύφεως δραχ. στ΄.
χαλβάνης δραχ. στ΄. ὀβολοὺς β΄. λιβανωτίδος φύλλων δραχ. δ΄. ἐλελισφάκου
ἴσον, λογχίτιδος σπέρματος δραχ. β΄. ὀβολοὺς γ΄. λιθοσπέρμου
δραχ. γ΄. λιβάνου δραχ. στ΄. τριώβολον, μαράθρου σπέρματος
δραχ. στ΄. ὀποῦ μήκωνος δραχ. στ΄. μίλτου Λημνίας δραχ. α΄.
μαλαβάθρου ι΄. μήου δραχ. στ΄. νήσσης αἵματος στ΄. νάρδου Συριακῆς
δραχ. στ΄. ὀβολοὺς γ΄. νάρδου Κελτικῆς δραχ. η΄. ξυλοβαλσάμου
δραχ. γ΄. ὀποπάνακος ἴσον, ὀρμίνου σπέρματος η΄. ὀρόβων
λευκῶν ἴσον, πανακείας ῥίζης δραχ. στ΄. ὀποβαλσάμου δραχ. γ΄. πελεκίνου δραχ. στ΄. πολίου ε΄. ὀβολοὺς β΄. πολυγόνου φύλλων
δραχ. θ΄. ἑλενίου ῥίζης δραχ. ε΄. ὀβολοὺς γ΄. πετροσελίνου στ΄.
913 ὀβολοὺς β΄. πενταφύλλου δραχ. η΄. ὀποῦ πευκεδάνου τὸ ἴσον,
πεπέρεως μέλανος δραχ. ε΄. τριώβολον, καὶ λευκοῦ δ΄. ὀβολοὺς
γ΄. καὶ μακροῦ δραχ. α΄. σκίγκου δραχμὰς γ΄. τερμινθίνης β΄.
ῥόδων ξηρῶν δραχ. στ΄. σαγαπηνοῦ δραχμὰς η΄. στοιχάδος δ΄.
στροβίλων πεφρυγμένων δραχ. στ΄. σχοίνου δραχμὰς δ΄. ὀβολοὺς
β΄. σταφίδος σαρκὸς δραχ. δ΄. σεσέλεως δραχμὰς ε΄. ὀβολοὺς
β΄. σταφυλίνου σπέρματος δραχ. δ΄. χολῆς ταυρείας δραχ. ε΄.
χολῆς ἀρκείας ἴσον, χαμαιπίτυος δραχ. γ΄. ψυλλίου σπέρματος
δ΄. χαμαίδρυος ἶσον, σησάμου πεφρυγμένου δραχ. στ΄. συμφύτου
ῥίζης δραχμὰς β΄. σκορδίου κορύμβων δραχμὴν α΄.
ὀβολοὺς δ΄. σταφίδος ἀγρίας δραχμὰς ε΄. στύρακος δραχ. ε΄.
ὀβολοὺς β΄. τριφύλλου καρποῦ δραχ. ι΄. τορδύλου σπέρματος β΄.
τευκρίου φύλλων, ὅ τινές φασιν εἶναι χαμαίδρυν, δραχμὴν
μίαν, ὑποκυστίδος χυλοῦ δραχμὰς β΄. S". ὑπερικοῦ καρποῦ
β΄. ὑοσκυάμου σπέρματος δραχμὰς β΄. ῥοῦ Ποντικοῦ δραχ. β΄. φοῦ δραχ. η΄. ῥοὸς τοῦ ἐπὶ τὰ ὄψα δραχ. ε΄. τριώβολον· κοτυληδόνος
ῥίζης δραχ. α΄. ὀβολοὺς γ΄. οἴνου καὶ μέλιτος τὸ
ἱκανόν. ἐγὼ οἶνον οὐ βάλλω.
καὶ διάφορα πάθη.] [Ἀντίδοτος Αἰλίου Γάλλου πρὸς ἄλλα καὶ
πρὸς λυσσοδήκτους.] ♃ Νάρδου Συριακῆς δραχ. δ΄. σμύρνης δραχ.
η΄. κινναμώμου δραχ. ιβ΄. κασσίας μελαίνης ἴσον, κρόκου δραχ. η΄.
κόστου δραχ. δ΄. δαύκου |σπέρματος ἴσον, μήου ἴσον, οἱ δὲ
μίαν, πετροσελίνου δραχ. δ΄. πεπέρεως λευκοῦ κόκκους μ΄. βαλσάμου
καρποῦ δραχ. δ΄. ἀκόρου, ἀσάρου ἀνὰ ἴσον, σχοίνου
δραχ. η΄. οἱ δὲ οὐ βάλλουσι. μέλιτος ἑφθοῦ τὸ ἱκανὸν, πλῆθος
δίδοται ἐσθίειν.
ἐνεργής.] ♃ Κινναμώμου δραχ. στ΄. κρόκου δραχ. β΄. ὀβολοὺς
γ΄. πεπέρεως λευκοῦ δραχ. δ΄. ὀβολοὺς β΄. καὶ μακροῦ δὲ δραχ. γ΄.
ὀβολοὺς γ΄. ὀπίου δραχ. γ΄. νάρδου Ἰνδικῆς δραχ. δ΄. σμύρνης
δραχ. δ΄. ὀβολοὺς β΄. ἀκόρου δραχ. γ΄. νάρδου Κελτικῆς δραχ. δ΄.
στύρακος μίαν, ὀβολοὺς β΄. χαλβάνης δραχ. δ΄. καστορίου δραχ. γ΄. ὀβολοὺς β΄. κόστου δραχ. β΄. ὀβολοὺς β΄. μέλιτι φύρα, δίδοται
καταπότια, τοῖς δὲ πότιμα. ἔστι δὲ πεπτικὴ καὶ
ἀνώδυνος.
♃ Κινναμώμου οὐγγίας ἥμισυ, κασσίας δραχ. α΄. κρόκου δραχμῆς
ἥμισυ, ἀμώμου δραχ. ε΄. μαλαβάθρου δραχ. β΄. σμύρνης
δραχ. S". οἱ δὲ δραχ. α΄. σχοίνου ἄνθους α΄. κόστου οὐγγίας τὸ
ἥμισυ, πεπέρεως δραχ. γ΄. μέλιτος Ἀττικοῦ τὸ ἀρκοῦν. ἐγὼ δὲ
τοῦ κινναμώμου τὸ διπλοῦν, καὶ γίνεται καλλίων.
ἐντὸς ποιοῦσα, ᾗ χρῶμαι.] ♃ Ἀνίσου δραχ. δ΄. σελίνου σπέρματος
ἶσον, σμύρνης δραχ. α΄. πάνακος δραχ. α΄. κινναμώμου δραχ.
β΄. πικρολώτου σπέρματος δραχ. β΄. κασσίας δραχ. β΄. νάρδου
δραχ. β΄. κρόκου δραχ. β΄. ὀβολοὺς γ΄. πεπέρεως τριώβολον, ὀπίου
μήκωνος δραχ. δ΄. μέλιτος τὸ ἀρκοῦν. γίνεται πότιμα πρὸς
δυσεντερικοὺς μετὰ μυρτίτου κοτύλης τετάρτης καὶ ὕδατος,
πρὸς ἧπαρ μετὰ μελικράτου κοτύλης ἡμισείας, πρὸς ἀγρυπνίαν
καὶ ὀφθαλμίαν καὶ πλευρῖτιν μετὰ μελικράτου, πρὸς δὲ κακοστομάχους μετὰ ῥοΐτου οἴνου κυάθους β΄. καὶ ὕδαδος
ἴσον.
ἀσπιδοδήκτους, προδιδομένη καὶ ἐπιδιδομένη, ᾗ χρῶμαι.]
♃ Γεντιανῆς δραχ. δ΄. τριφύλλου ῥίζης δραχ. δ΄. καὶ τοῦ καρποῦ
δραχ. β΄. πολίου δραχ. δ΄. ἀριστολοχίας λεπτῆς δραχ. β΄. πευκεδάνου
ῥίζης ἴσον, χαλβάνης δραχ. β΄. πετροσελίνου δραχ. δ΄. πηγάνου
ἀγρίου γ΄. πυρέθρου δραχ. α΄. σταφίδος ἀγρίας ἴσον, ἀκόρου
δραχ. γ΄. βρυωνίας ῥίζης δραχ. β΄. πεπέρεως λευκοῦ ἴσον, καὶ
μακροῦ δραχ. γ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. α΄. τριώβολον,
φλόμου, ἰδαίου χαμαιπίτυος, χαμελαίας, πρασίου λεπτοῦ,
κονύζης λεπτῆς, κυμίνου Αἰθιοπικοῦ, ὀποῦ μήκωνος, καστορίου,
μαράθρου σπέρματος, ἀγαρικοῦ, κασσίας κιῤῥᾶς,
σχοίνου ἄνθους, ῥήου ἀνὰ δραχ. β΄. δαύκου Κρητικοῦ δραχ. α΄. ὀβολοὺς
γ΄. ὀποπάνακος ἶσον, σαγαπηνοῦ δραχ. β΄. ὀβολοὺς γ΄. ἀβροτόνου
δραχ. α΄. ὀβολοὺς γ΄. δικτάμνου ἴσον, στύρακος ἴσον, κινναμώμου
δραχ. γ. νάρδου δραχ. γ΄. σμύρνης δραχ. δ΄. λιβανωτοῦ δραχ. α΄. κρόκου δραχ. η΄. ἀνίσου δραχ. α΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. α΄. πιτυᾶς νεβροῦ δραχ.
γ΄. μέλι Ἀττικόν. ταύτης λαμβάνεται καρύου Ποντικοῦ
μέγεθος εἰς προφυλακήν.
ῥίζης δραχ. ιστ΄. τριφύλλου σπέρματος, ὀποπάνακος ἀνὰ
δραχ. η΄. ἀριστολοχίας λεπτῆς δραχ. ιβ΄. λιβανωτίδος ῥίζης, ἴρεως
Ἰλλυρικῆς, ζιγγιβέρεως, μηκωνείου ἀνὰ δραχ. η΄. πηγάνου ἀγρίου
σπέρματος δραχ. ιβ΄. κυμίνου Αἰθιοπικοῦ δραχ. ιστ΄. σμύρνης,
κασσίας, καστορίου, σεσέλεως, ἠρυγγίου ῥίζης, ἑρπύλλου,
ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ δραχ. στ΄. Μηδικοῦ δραχ. ιβ΄. σαγαπηνοῦ
δραχ. στ΄. κρόκου δραχ. ε΄. ἀλεύρου ὀροβίνου δραχ. κδ΄. σὺν ὕδατι
ἀνάπλαττε τριωβολιαίους τροχίσκους, δίδου σὺν οἴνῳ.
♃ Τριφύλλου σπέρματος δραχ. ιβ΄. ἀριστολοχίας δραχ. στ΄. ἡδυχρόου
μάγματος δραχ. η΄. πενταφύλλου δραχ. δ΄. ἐχίου βοτάνης
δραχ. στ΄. φιλοκράτου δραχ. ε΄. σαγαπηνοῦ δραχ. δ΄. πολίου δραχ. στ΄.
καστορίου δραχ. γ΄. κρόκου δραχ. η΄. σελίνου σπέρματος, ἀνίσου, μαράθρου, πετροσελίνου, ἀνὰ δραχ. στ΄. ὀποπάνακος δραχ. δ΄.
ὀποβαλσάμου δραχ. στ΄. σεσέλεως δραχ. δ΄. κυμίνου Αἰθιοπικοῦ
ἢ Θηβαίου δραχ. ε΄. σμύρνης, σκορδίου, φοῦ, μήου ἀνὰ δραχ. στ΄.
ἀλύσσου Κρητικοῦ σπέρματος δραχ. στ΄. ὀροβίνου ἀλεύρου δραχ. η΄.
λεῖος οἶνος παραχεῖται Ἀριούσιος, ἀνάπλασσε τροχίσκους, ἀνὰ
τετρώβολον, ἕνα δίδου σὺν οἴνῳ Χίῳ ἀθαλάσσῳ ἀκράτῳ,
κοτύλῃ ἡμισείᾳ. Θηριακὴ πρὸς τοὺς ἐντὸς πόνους, Εὐκλείδου
Παλατιανοῦ, ἣν ἐσκεύασεν, ὡς ἔλεγεν Εὐκλείδης, ἐπὶ
ἀσπιδοδήκτων. ταῦτα καὶ πρὸς πλευριτικοὺς καὶ πρὸς τεταρταίους,
προεμηκόσι, μέγεθος καρύου Ποντικοῦ· βήσσουσιν,
ἀναφορικοῖς δι᾿ ὕδατος, θηριοδήκτοις, σὺν οἴνῳ· πλευριτικοῖς
καὶ αἷμα ἀνάγουσι μεθ᾿ ὕδατος κυάθων β΄. καὶ
ὄξους κυάθου ἑνός. ♃ Καστορίου δραχ. στ΄. ὀποπάνακος, σαγαπηνοῦ,
σεσέλεως, κάγχρυος, χαμαίδρυος, χαμαιπίτυος
πρασίου, ἀνὰ δραχ. ιστ΄. στύρακος, ἀσφάλτου Ἰουδαϊκῆς,
σμύρνης, ἀνὰ δραχ. ζ΄. ὀποῦ μήκωνος δραχ. η΄. μέλιτος λίτραν α΄.
πότιζε θηριοδήκτους, εἰ οἷόν τε ἠμεμηκότας, μετὰ χυλοῦ μελίης πλείονος· εἰ δὲ μὴ, μετ᾿ οἴνου δραχ. α΄. τοῦ φαρμάκου,
ἢ καὶ πλέον· τεταρταϊκοῖς, καρύου μέγεθος, χρῶ.
ἔδωκεν.] ♃ Καρδαμώμου κεκαθαρμένου καὶ ἀφῃρημένου
τῶν λοβῶν, ἑρπύλλου, σελίνου σπέρματος, βρυωνίας
ῥίζης, τριφύλλου σπέρματος, ἀνίσου, πετροσελίνου, μαράθρου
ῥίζης καὶ τοῦ σπέρματος, ἄμμεως, ἀριστολοχίας λεπτῆς,
ὀροβίνου ἀλεύρου, ὀποπάνακος, ἴσον 915 ἑκάστου·
κόψας ἰδίᾳ μίσγε, ἀναλάμβανε οἴνῳ αὐστηρῷ, καὶ ποίει
τροχίσκους τριωβολιαίους. ὅταν ξηρανθῶσιν ἐν σκιᾷ, ἐχέτωσαν
τὸ τριώβολον. πότιζε ἕνα σὺν δραχμαῖς δυσὶν ὕδατος
τρὶς τῆς ἡμέρας, καὶ ἅπαξ τῆς νυκτὸς ἕνα τροχίσκον.
ὁτὲ δὲ πλεονάκις, καὶ μάλιστα τοὺς συνεχῶς ἀπεμοῦντας,
ποτὲ καὶ διὰ μυκτήρων ἔγχει, ἐὰν μὴ δύνηται καταπίνειν,
ἤδη καταφερομένοις, καὶ ἄλλως δυσχερεῖ συμπτώματι περιπεπτωκόσι.
τοὺς δὲ μετὰ φλυκταινώσεως μελανουμένους τὸ
δῆγμα καὶ ἄλλως ῥέοντας σάρκας ὡς ἕλκη κακοήθη ἔχοντας
θεράπευε. Ἀντίδοτος πρὸς σπάσματα ποιοῦσα, καὶ ῥήγματα, αἱμοπτοϊκοὺς, σπληνικοὺς, ἡπατικοὺς, τοὺς περὶ
κύστιν εἰλεώδεις, στομαχικοὺς, κοιλιακοὺς, πνευματώδεις,
ἰκτερικούς. πρὸς πάντας ἀγαθὴ διδόναι μέγεθος ἐλαίας
μετ᾿ οἰνομέλιτος. ♃ Κινναμώμου, κόστου, ἀνὰ δραχ. στ΄. νάρδου
Συριακῆς δραχ. κ΄. κρόκου, σμύρνης, μαλαβάθρου, ἀνὰ
δραχ. η΄. κασσίας δραχ. ιβ΄. πεπέρεως λευκοῦ δραχ. ι΄. λιβάνου δραχ. δ΄.
σχοίνου δραχ. ιστ΄. νάρδου Ἰλλυρικῆς δραχ. ιβ΄. Λημνίας δραχ. κ΄.
μήου, σεσέλεως, ἀνὰ δραχ. η΄. σελίνου σπέρματος δραχ. δ΄. στροβίλων
δραχ. ιβ΄. ἐρυσίμου δραχ. στ΄. σικύου σπέρματος πεφωγμένου
δραχ. στ΄. τερμινθίνης δραχ. γ΄. πετροσελίνου δραχ. δ΄. ἀμώμου
γ΄. σκορδίου, πολίου, ὀποβαλσάμου, γεντιανῆς, κυμίνου
Αἰθιοπικοῦ, ἀνὰ δραχ. ε΄. πηγάνου ἀγρίου σπέρματος δραχ.
γ΄. ἀνίσου, τραγακάνθης, ἀνὰ δραχ. η΄. φοῦ, στοιχάδος, κνεώρου,
ἀνὰ δραχ. β΄. τὸ ἐρύσιμον δι᾿ ὀθονίου ἐν ὕδατι ἕψησον,
ὥστε τὸ φάρμακον ἀναλαβεῖν, μίξον πᾶσι λείοις, εἶτα
ἐπέμβαλε τὴν τραγάκανθαν ὕδατι βεβρεγμένην, δίδου ἡλίκον
κύαμον Αἰγύπτιον, μετὰ κυάθων δύο δι᾿ ὕδατος, ἀπυρέτοις
δι᾿ οἰνομέλιτος. Ἀντίδοτος Μιθριδάτειος, ὡς Ξενοκράτης παρὰ Νικοστράτῳ, πρὸς πάντα θανάσιμα, καὶ πρὸς θηριοδήκτους,
δυσπεψίας, πνευματώσεις, στομαχικοὺς, κοιλιακοὺς,
ἡπατικοὺς, σπληνικοὺς, ἰσχιαδικοὺς, νεφριτικοὺς,
πλευριτικοὺς, περιπνευμονικούς. ♃ Ὑποκιστίδος χυλοῦ δραχ.
στ΄. σκορδίου δραχ. ε΄. καστορίου δραχ. δ΄. πετροσελίνου δραχ. ε΄.
σεσέλεως δραχ. α΄. λιβάνου δραχ. στ΄. πολίου δραχ. β΄. δαύκου Κρητικοῦ
δραχ. ι΄. πεπέρεως λευκοῦ δραχ. α΄. ὀβολοὺς γ΄. καὶ μακροῦ
δραχ. α΄. κόστου δραχ. δ΄. τριώβολον, κινναμώ 449 μου β΄.
κρόκου δραχ. ε΄. ὀβολοὺς γ΄. κασσίας μελαίνης δραχ. δ΄. νάρδου
δραχ. η΄. σμύρνης δραχ. η΄. σχοίνου δραχ. δ΄. ἀμώμου δραχ. β΄. χαλβάνης
δραχ. β΄. τερμινθίνης δραχ. α΄. ὀβολοὺς γ΄. ὀποῦ μήκωνος
δραχ. κ΄. μέλιτι Ἀττικῷ δίδου, ὡς τὰς λοιπάς. Ἀντίδοτος
τυραννὶς καλουμένη, ὡς Νεῖλος Ἀντιπάτρου, ποιοῦσα πρὸς
λιθιῶντας, καὶ τοὺς πνιγομένους. ἐκβάλλει καὶ τὰ ἐγκατεχόμενα
δεύτερα καὶ ἔμβρυα. ἐπιληπτικοῖς, ποδαγρικοῖς,
ἀρθριτικοῖς, ἰσχιαδικοῖς, ἄγουσα παχέα οὖρα πλεῖστα. πότιζε
κυάθου μέγεθος οἰνομέλιτι καὶ πρὸς τὰ θανάσιμα,
θηριοδήκτοις οἴνῳ, ἐπιληπτικοῖς πυρέσσουσι, σὺν ὑδρομέλιτι. ♃ Σκίγκου δραχ. η΄. σμύρνης δραχ. κη΄. Λημνίας μίλτου
δραχ. δ΄. νάρδου δραχ. η΄. σχοίνου δραχ. δ΄. κινναμώμου δραχ. κδ΄.
ῥίζης γλυκείας δραχ. κη΄. σμύρνης δραχ. κ΄. ἠρυγγίου δραχ. κδ΄.
ἀμώμου δραχ. ιβ΄. καρδαμώμου δραχ. η΄. κρόκου δραχ. η΄. κεδρίδων
μελαινῶν δραχ. ιβ΄. μελιλώτου δραχ. ιβ΄. ὑακινθίνου σπέρματος
δραχ. δ΄. πεπέρεως μακροῦ δραχ. δ΄. καὶ λευκοῦ κόκκους πε΄.
σφονδυλίου δραχ. ιβ΄. στοιχάδος δραχ. ε΄. πυρέθρου δραχ. στ΄. μαλάχης
ἀγρίας σπέρματος δραχ. ιβ΄. λευκοΐου σπέρματος δραχ. γ΄.
ὀποβαλσάμου δραχμὰς στ΄. κόστου δραχ. η΄. ὀβολὸν ἕνα, ἄμμεως
δραχμὰς ιβ΄. κοτυληδόνος ῥίζης δραχμὰς ιδ΄. δαύκου
σπέρματος δραχ. ιβ΄. καρποβαλσάμου δραχ. δ΄. ξυλοβαλσάμου δραχμὰς
δ΄. κασσίας δραχ. η΄. κυμίνου Αἰθιοπικοῦ δραχ. δ΄. ὠκίμου
σπέρματος δραχ. η΄. ἀκόρου δραχ. η΄. οἰνάνθης δραχ. η΄. σελίνου
σπέρματος ιβ΄. σαγαπηνοῦ δραχ. η΄. καππάρεως ῥίζης δραχ. δ΄.
916 γεντιανῆς δραχ. ιδ΄. περικλυμένου ῥίζης δραχ. η΄. λιβάνου
δραχ. η΄. στύρακος δραχ. α΄. κέγχρου ἀγρίας δραχ. κδ΄. σμυρνίου
ῥίζης δραχ. δ΄. σισάρου σπέρματος δραχ. η΄. ἀμμωνιακοῦ θυμιάματος
δραχ. ιστ΄. σεσέλεως δραχ. δ΄. κάγχρυος δραχ. δ΄. οἱ δὲ δραχ. α΄. Ἰλλυρίδος δραχ. δ΄. ἀνίσου δραχ. δ΄. χαμαιπίτυος δραχ. ιε΄. χαμαίδρυος
ἴσον, σμυρνίου σπέρματος δραχ. η΄. ζιγγιβέρεως δραχ.
ιδ΄. κενταυρίου λεπτοῦ δραχ. η΄. σταφυλίνου σπέρματος, μήου
ἀνὰ δραχ. η΄. καλάμου ῥίζης δραχ. δ΄. μύρου καλοῦ κοτύλην α΄.
μέλιτος Ἀττικοῦ τὸ ἱκανόν.
πεπέρεως μακροῦ ἢ λευκοῦ δραχ. β΄. μηκωνείου δραχ. β΄. καστορίου
ὀβολοὺς γ΄. S". καρδαμώμου δραχ. δ΄. σαγαπηνοῦ δραχ. β΄.
λεῖα σὺν ὕδατι ἀνάπλασσε τροχίσκους, ἀνὰ ὀβολοὺς β΄.
τοῖς περιοδικοῖς σὺν οἴνου κυάθοις β΄. ἀδριανοῦ, ἢ ἀμιναίου,
καὶ ὕδατος πηγαίου ἀφηψημένου κυάθοις δ΄. πυρέσσουσιν
σὺν ὑδρομέλιτι. ποιεῖ δὲ καὶ πρὸς τὰς λοιπὰς περιόδους.
ἐπεὶ δὲ καὶ πρὸς τοὺς δηχθέντας ἢ νυχθέντας
ὑπό τινος τῶν ἰοβόλων ζώων, ἅμα τοῖς προγεγραμμένοις
φαρμάκοις, ἐπέγραψαν οἱ περὶ τὸν Ἀσκληπιάδην τε καὶ
Δαμοκράτην, διὰ τοῦτο κᾀμοὶ βέλτιον ἔδοξεν εἶναι κατὰ τὸ
προκείμενον τοῦτο βιβλίον ἐφεξῆς αὐτὰ προσθεῖναι, καὶ
πρῶτά γε τὰ τοῦ Ἀσκληπιάδου.
κατὰ τὸ ε΄. τῶν Ἄσωνος, πρὸς τὰς ἐκ τῶν ἰοβόλων βλάβας.]
♃ Λυκίου Ἰνδικοῦ ὡς καλλίστου δίδου ὀβολοὺς γ΄.
μεθ᾿ ὕδατος, καὶ ἱερᾶς βοτάνης μικρόν τι παραπλέκων, δίδου
ἐφ᾿ ἡμέρας ἱκανάς. δίδου δὲ καὶ χωρὶς ὕδατος εἰς ὠὸν
ῥοφητὸν βαλὼν τὸ λύκιον.
δίδου πίνειν δεύτερον τῆς ἡμέρας καὶ διαλείπων, κενοῦ
ἀψινθίου ἀφεψήματι ἁλῶν ἐπεμβεβλημένων τοσούτων, ὥστε
τὸ ἐνειμένον σφοδρότερον εἶναι. Ἀντωνίνου Κώου. Ἄλυσσον
βοτάνην κόψας καὶ σήσας, ἀπόθου, ἐν τῇ χρήσει δίδου
κοχλιάριον λυσσοδήκτοις, μεθ᾿ ὕδατος καὶ ὑδρομέλιτος κυάθων
γ΄. ἀπὸ α΄. ἡμέρας, καλὸν μὲν εἰ ἐπὶ ἡμέρας μ΄. εἰ δὲ
μή γε, ἐπὶ τὰς πρώτας ἡμέρας ζ΄. ἄλυσσος δέ ἐστι βοτάνη
τῷ πρασίῳ παρεμφέρουσα, τραχυτέρα δὲ, καὶ μᾶλλον ἀκανθώδης
περὶ τὰ σφαιρία, ἄνθος δὲ φέρει κυανίζον. ταύτην
χρὴ συλλέγειν ἐν τοῖς ὑπὸ κύνα καύμασι, καὶ ξηράναντος κόπτειν, καὶ σήθειν, καὶ φυλάττειν ἀδιάπνευστον. Ἄλλη
ἔνδοξος πάνυ. ♃ Μιθρέου καρκίνων ποταμίων ἐπὶ κλημάτων
λευκῆς ἀμπέλου κεκαυμένων καὶ τετριμμένων μύστρα ι΄.
ῥίζης γεντιανῆς μύστρα γ΄. τερμινθίνης μύστρα β΄. δίδου
δηχθεῖσιν εὐθέως μετ᾿ οἴνου ἀκράτου παλαιοῦ κυάθων γ΄.
ἢ ὀλίγῳ πλέονος, ἢ ἐλάττονος. δεῖ γὰρ παραμετρεῖν ταῖς
ἡλικίαις καὶ τὴν δύναμιν τῶν δηχθέντων· δίδου ἐπὶ ἡμέρας
γ΄. τοῖς δὲ ὕστερον τῆς α΄. ἡμέρας, ἢ τῆς β΄. ἢ καὶ
τῆς γ΄. μέλλουσι λαμβάνειν τὸ φάρμακον, ἐπιμηχανητέον, ὥστε
τὸ ἅπαξ διδόμενον τῆς ἡμέρας, τοῦτο τριπλοῦν, καὶ διπλοῦν
τοῦ φαρμάκου διδόναι, ὁ γὰρ οἶνος αὐτάρκης. ἐκπληρώσαντα
δὲ τὸ ἐλλεῖπον τῶν ἡμερῶν, διδόναι καρκίνων
ποταμίων μύστρον ἓν, καὶ γεντιανῆς μύστρα β΄. ἐπ᾿ ἄλλας
ἡμέρας γ΄. μετ᾿ οἴνου κυάθων γ΄. τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον.
τοῖς μὲν εὐθέως δηχθεῖσι διδόναι καρκίνων μύστρον,
καὶ γεντιανῆς μύστρα β΄. καὶ οἴνου ἀκράτου κυάθους γ΄.
917 καθ᾿ ἑκάστην ἐπὶ ἡμέρας στ΄. εἰ δέ τις ἀφυστερήσει
τῆς θεραπείας, εἰ μὲν δευτεραῖος εἴη, λαμβάνειν τοῦ φαρμάκου τὸ διπλοῦν, ὁ γὰρ οἶνος αὐτάρκης. εἰ δὲ τριταῖος,
λαμβανέτω τριπλοῦν. μετὰ δὲ ταῦτα τρὶς ἐπ᾿ ἄλλας ἡμέρας
λαμβανέτω, ὅπερ ἔθος ἔχει, καθ᾿ ἑκάστην ἡμέραν λαμβάνειν.
τὸ φάρμακον ποθὲν, ἱκανὴν ἀσφάλειαν ποιεῖ, ὥστε
μὴ περιπεσεῖν τῷ ὑδροφόβῳ.
♃ Καρκίνων δραχ. κ΄. σμύρνης δραχ. β΄. κρόκου δραχ. α΄. S". γεντιανῆς
δραχ. α΄. πεπέρεως λευκοῦ κόκκους ι΄. οἴνου ὅσον ἐξαρκεῖ
εἰς ἀνάληψιν. ἡ δόσις δραχ. α΄. μετ᾿ οἴνου κυάθων γ΄. κεκραμένου.
δραχ. β΄. πεπέρεως λευκοῦ δραχ. β΄. S". ὀπίου δραχ. γ΄. ὀποῦ
Κυρηναϊκοῦ δραχ. γ΄. S". κάγχρυος δραχ. δ΄. γεντιανῆς, πηγάνου
ἀγρίου σπέρματος, μίλτου Λημνίας, ἀνὰ δραχ. ε΄. σμύρνης δραχ.
ζ΄. ὀποβαλσάμου δραχ. η΄. σκεύαζε οἴνῳ, καὶ ἀναλάμβανε μέλιτι
ἑφθῷ, ὕστερον ἐπιβαλὼν τὸ ὀποβάλσαμον, καὶ δίδου εὐτονωτέροις
κυάμου Αἰγυπτίου τὸ διπλοῦν, καὶ ὕδατος θερμοῦ
κυάθους γ΄.
γ΄ S". κάγχρυος, πηγάνου ἀγρίου σπέρματος, ἀνὰ δραχ. δ΄.
γεντιανῆς, μίλτου Λημνίας, ἀνὰ δραχ. ε΄. σμύρνης δραχ. στ΄. ἢ ζ΄.
ὀποβαλσάμου δραχ. η΄. σκορδίου, πεπέρεως, ἀνὰ δραχ. ιβ΄. μέλιτι
ἀναλάμβανε.
ἀγαθή.] 450 ♃ Πετροσελίνου σπέρματος, ἄμμεως,
ἀνίσου, ἑρπύλλου, βρυωνίας ῥίζης, μαράθρου σπέρματος,
ὀροβίνου ἀλεύρου, ἀριστολοχίας μακρᾶς, τριφύλλου σπέρματος,
ὀποπάνακος, καρδαμώμου τῶν λοβῶν χωρὶς τῆς ἐντεριώνης,
ἀνὰ δραχ. δ΄. τὸν ὀποπάνακα οἴνῳ διαλύσας, ἔχε ἐν
ἑτοίμῳ· τὰ δὲ ξηρὰ κόψας καὶ σήσας λεπτῷ κοσκίνῳ, φυράσας
καὶ τῷ ὀποπάνακι μίξας, ἀνάπλασσε τροχίσκους, καὶ
ξήραινε ἐν σκιᾷ, καὶ δίδου λυσσοδήκτοις δραχ. α΄. μετ᾿ οἴνου
ἀκράτου κυάθων γ΄. ἐπὶ ἡμέρας γ΄. τοῖς δὲ ἤδη κατισχομένοις
δίδου μετὰ ὕδατος ψυχροῦ. τὸ φάρμακον εἰς Διόνυσον
ἀναφέρεται τὸν Μιλήσιον.
μαράθρου ῥίζης, ἀνὰ δραχ. στ΄. σκίλλης τῶν φύλλων ξηρῶν,
ἀριστολοχίας μακρᾶς, ἀνὰ δραχ. ε΄. σκίγκου, ἑρπύλλου κλάδων,
ἀνὰ δραχ. δ΄. καρδαμώμου κεκαθαρμένου, γλυκυῤῥίζης, ἀνὰ
δραχ. γ΄. ἄμμεως, πηγάνου ῥίζης, ἀνὰ δραχ. β΄. ὀποπάνακος,
ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ δραχ. α΄. οἴνου Φαλερίνου ξέστας γ΄.
καὶ καρκίνων θαλασσίων κεκαυμένων λίτρας γ΄. εἰς τὸν οἶνον
ἔα βρέχεσθαι, καὶ ὅταν συμπίωσι, λεάνας ἐπιμελῶς, ἔχε ἐν
ἑτοίμῳ. τὰ δὲ ξηρὰ κόψας, καὶ σήσας λεπτῷ κοσκίνῳ,
μίξας τοῖς καρκίνοις, ἀνάπλασσε τροχίσκους, καὶ δίδου
τριώβολον μετ᾿ οἴνου ἀκράτου κυάθου α΄ S". ἐπὶ ἡμέρας γ΄.
καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον. συναπτέον δὴ τούτοις
καὶ τὰς τῶν ἔξωθεν ἐπιτιθεμένας σκευασίας.
♃ Πίσσης Βρυττίας λίτραν α΄. ὀποπάνακος γο δ΄. ὄξους ξέστην
ἕνα. διάλυε τὸν ὀποπάνακα καὶ ὄξους κυάθοις δ΄. καὶ τὸ
λειπόμενον ὑγρὸν μετὰ τῆς πίσσης ἕψε, καὶ ὅταν ἀναλωθῇ
918 ἐπίβαλλε τὸν ὀποπάνακα, καὶ τήρει μὴ ἀναζέσῃ· καὶ ὅταν εὖ ἔχῃ, ἐμπλάσας ποίει σπλήνια εὐμεγέθη, καὶ κατὰ
τοῦ δήγματος ἐπιτίθει. δεῖ δὲ τὸ ἕλκος παραφυλάττειν ἐπὶ
ἡμέρας μ΄.
καὶ παντὸς ἑρπετοῦ πληγήν.] ♃ Νίτρου ἐρυθροῦ δραχ. β΄.
τρυγὸς οἴνου κεκαυμένης δραχ. ζ΄. ἀμμωνιακοῦ θυμιάματος
δραχ. ζ΄. στέατος αἰγείου λίτραν α΄. ἐλαίου λίτραν α΄ S". κηροῦ
λίτρας β΄. ὕδατος ξέστην ἕνα. τρῖβε ἀμμωνιακὸν μεθ᾿
ὕδατος, ὥστε γλοιοῦ σχεῖν τὸ πάθος· τὸ δ᾿ ὑπολειπόμενον
τοῦ ὕδατος ἕψε μετὰ νίτρου καὶ τῆς τρυγός. καὶ ὅταν
συστῇ, ἐπίβαλλε τὰ τηκτά. καὶ ὅταν διαλυθῇ, ἄρας ἀπὸ
τοῦ πυρὸς, ἐπίβαλλε ἀμμωνιακὸν, καὶ ἑκάτερα εἰς θυείαν,
καὶ καταμαλάξας ἐπιμελῶς ἀνελόμενος χρῷ. Λευκὴ Βαφούλλου,
ἢ Ἥρα πρὸς λυσσοδήκτους ἔξωθεν ἐπιτιθεμένη,
δίδοται καὶ καταπότιον ἐξ αὐτῆς καρύου Ποντικοῦ τὸ μέγεθός,
καὶ καταπίνεται ἐπὶ ἡμέρας μ΄. καὶ μάλιστα τοῖς
κεκρατημένοις, ῥύεται γὰρ τοῦ κινδύνου. ἐπιτίθεται δὲ τῷ
τραύματι, καὶ παρὰ μίαν ἡ λύσις γίνεται, καὶ διὰ τοῦτο δεῖ λύειν παρὰ μίαν, καὶ ἀποσπογγίζειν τὴν ἀπὸ τοῦ ἕλκους
μελανίαν, καὶ τοῦτο ποιεῖν, ἄχρις οὗ λευκὸν παραμείνῃ τὸ
φάρμακον. ἔχει δὲ οὕτως. ♃ Κηροῦ Ποντικοῦ λίτρας β΄.
λιθαργύρου, ψιμυθίου, ἀνὰ λίτραν μίαν, ἐλαίου παλαιοῦ
ξέστην ἕνα, σμύρνης, μυελοῦ ἐλαφείου, ἀνὰ δραχ. β΄. λιβάνου
ἄῤῥενος δραχ. α΄. ἕψε τὴν λιθάργυρον ἐλαίῳ, καὶ ὅταν μεταβάλλῃ,
κατάπασσε τὸ ψιμύθιον, καὶ ἐπίβαλλε κηρόν· καὶ
ὅταν ἀμόλυντος γένηται, ὑφελὼν τὸ πῦρ, ἀποδίδου τὸν
μυελὸν, ἐπιπάσσων σμύρναν, καὶ λιβανωτὸν, καὶ μαλάσσων
χρῶ. ἐν ἄλλαις γραφαῖς οὕτως ἔχει. ♃ Κηροῦ λίτρας β΄.
ψιμυθίου, λιθαργύρου, ἀνὰ λίτραν μίαν, ἐλαίου παλαιοῦ
ξέστην ἕνα, σμύρνης, λιβανωτοῦ, μυελοῦ ἐλαφείου, ἀνὰ δραχ. α΄.
ἐλαίου παλαιοῦ κοτύλην α΄.
α΄. ψιμυθίου, λιθαργύρου, ἀνὰ δραχ. γ΄. λιβάνου, σμύρνης,
μυελοῦ ἐλαφείου, ἀνὰ γο S". δραχ. α΄. ἐλαίου παλαιοῦ δραχ. δ΄.
Σεβαστὴ ἔσχε συγκειμένην ἀεί.] ♃ Ἁλὸς ἀμμωνιακοῦ,
ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ δραχ. β΄. ἐὰν δὲ μὴ παρῇ Κυρηναϊκὸς,
τοῦ Συριακοῦ τὸ διπλοῦν. πιτυᾶς βάλλε λαγωοῦ δραχ. δ΄.
ἴρεως Ἰλλυρικῆς, καστορίου Κοντικοῦ, ἀνὰ δραχ. ε΄. σύκων
ὀλύνθων ὀποῦ πεπηγότος ξηροῦ, τὸ ἴσον. εἰ δὲ μὴ, ὑγροῦ
τὸ διπλοῦν· στέατος ὑαίνης δραχ. η΄. ῥητίνης τερμινθίνης δραχ.
θ΄. κυνὸς μελαίνης, ὑαίνης, ἀνὰ δραχ. ια΄. κηροῦ Ποντικοῦ
δραχ. λστ΄. ἐλαίου παλαιοῦ κυάθους δύο, ὄξους σκιλλητικοῦ
κυάθους γ΄. τὰ ξηρὰ τρῖβε μετ᾿ ὄξους, τὰ δὲ τηκτὰ τήκεται,
εἶτα ἐπιβάλλεται τοῖς τετριμμένοις, καὶ εἰς χρῆσιν ἐπιτήδειον
γίνεται.
σκορπιοδήκτους φάρμακα.] [Πρὸς δὲ τὰς τῶν σκορπίων
πληγὰς χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. σκορπιοδήκτοις
καὶ πρὸς φαλαγγίων δήγματα ἐχρήσατο Διόφαντος.]
♃ Ἀριστολοχίας δραχ. δ΄. πεπέρεως δραχ. β΄. ὀπίου
δραχ. α΄. πυρέθρου δραχ. δ΄. ἀνάπλαττε τροχίσκους κυάμου 919 Αἰγυπτίου τὸ μέγεθος, καὶ δίδου καταπίνειν β΄. καὶ
οἴνου ἀκράτου κυάθους β΄.
ζιγγιβέρεως, ἀνὰ δραχ. η΄. καλαμίνθης, πηγάνου ἀγρίου
καρποῦ, ἀνὰ τριώβολον, πεπέρεως διώβολον. φύρα αἵματι
χελώνης, καὶ ἀνάπλασσε τροχίσκους τριωβολιαίους, καὶ δίδου
μετ᾿ οἴνου ἀκράτου.
λευκοῦ, ἀνὰ δραχ. β΄. καστορίου, σιλφίου, τριφύλλου,
ἀνὰ δραχ. α΄. οἴνῳ ἀνάπλασσε καὶ δίδου μετ᾿ οἴνου ἀκράτου.
ἢ φαλαγγίων, καὶ παντὸς ἑρπετοῦ.] ♃ Πηγάνου ἀγρίου
καρποῦ, εὐζώμου καρποῦ, πυρέθρου, στύρακος, θείου ἀπύρου,
ἀνὰ δραχ. στ΄. καστορίου δραχ. β΄. ἀνάπλασσε αἵματι χελώνης,
καὶ δίδου τετρώβολον μετ᾿ οἴνου ἀκράτου, ἢ ὄξους
ἡμικοτυλίου.
καὶ φαλαγγίων, καὶ παντὸς ἑρπετοῦ πληγὰς, ποιεῖ καὶ ταῖς δυστοκούσαις. ἐπιγράφεται δὲ Καλλίστη.] ♃ Σμύρνης,
καστορίου, στύρακος, ἀνὰ δραχ. α΄. ὀπίου δραχ. β΄. χαλβάνης
δραχ. γ΄. σελίνου σπέρματος ὀξύβαφον, ἀνίσου τὸ ἴσον, πεπέρεως
κόκκους λ΄. ἀνάπλαττε δι᾿ οἴνου, καὶ δίδου δραχ. α΄.
μετ᾿ οἴνου κοτύλης μιᾶς. τὸ φάρμακον ἄγαν ἐστὶ καλόν.
λευκοῦ, κόκκους κ΄. καστορίου, ὀπίου, κρόκου, σμύρνης,
ἴρεως Ἰλλυρικῆς, σταφίδος ἀγρίας, χαμαίδρυος, βρυωνίας
ῥίζης, πυρέθρου, ἑκάστου τὸ ἴσον, οἴνῳ ἀνάπλαττε,
καὶ δίδου δραχ. α΄. μετ᾿ οἴνου ἀκράτου κυάθους γ΄. 451 Ἀντίδοτος
σκορπιακὴ, καὶ ἀδιάπτωτος, μετὰ σπουδῆς ἡμῖν δοθεῖσα,
ὑπό τινος τῶν τὴν Λιβύην οἰκούντων ταύτῃ χρωμένου·
ἀπήλλαττε παντὸς κινδύνου τοὺς σκορπιοδήκτους.
ἔστι δὲ προφυλακτικὴ ἀγαθή. πίνεται δὲ ὑπὸ τῶν μηδέπω
πεπληγότων πρὸς ἀσφάλειαν τῶν ἐσομένων. ♃ Θείου ἀπύρου,
θείου ὀρυκτοῦ, ἀνὰ λίτρας β΄. πεπέρεως λευκοῦ δραχ. δ΄.
ὀποπάνακος, βράθυος, λιβάνου ἄῤῥενος ἀνὰ δραχ. γ΄. ἀριστολοχίας
στρογγύλης, πευκεδάνου, σμύρνης, κενταυρίου, ἑρπύλλου, χαμαίδρυος, χαμαιπίτυος, σκορπιακῆς βοτάνης,
ἀναγαλλίδος, ἀσφάλτου ἀνὰ δραχ. β΄. γέγραπται δὲ ἐν τῇ γραφῇ,
καὶ Ῥωμαϊστὶ ἑρβανικάτου κέστρου δραχ. β΄. τουτέστι βετονικῆς,
μυελοῦ ἐλαφείου, κροκοδείλου χερσαίου τῆς σαρκὸς,
ἢ τοῦ λεγομένου σκίγκου, ἀνὰ δραχ. α΄. ἕκαστον δὲ τῶν εἰρημένων
κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ, εἶθ᾿ ὁμοῦ
μίγνυται καὶ ἀδιάπνευστον φυλάττεται. ἐν δὲ τῇ χρήσει
δίδου τοῖς πεπονθόσι κοχλιάριον, καὶ οἴνου ἀκράτου κυάθους
β΄. προφυλακτικῆς δὲ χάριν ἐπ᾿ ἐνιαυτὸν πινέτωσαν,
ὥστε ἀκινδύνως διάγειν τοὺς παθησομένους. δεῖ δὲ τοὺς
ἀρχῇ πίνοντας τοῦτο τὸ φάρμακον ἕνεκεν προφυλακῆς ἐν
ἐκείνῃ τῇ ἡμέρᾳ μήτε λούσασθαι μήτε συνουσιάζειν.
ἄπονον ποιεῖ παραχρῆμα, ἔστι δὲ καὶ προφυλακτικὴ
ἀγαθὴ, ἐνιαυτὸν πινομένη.] ♃ Θείου ἀπύρου λίτρας δ΄.
λιβάνου λίτραν α΄. βράθυος, στοιχάδος, ἀριστολοχίας ἀνὰ
δραχ. στ΄. σμύρνης δραχ. ε΄. μυελοῦ ἐλα 920 φείου, ὀποπάνακος
ἀνὰ δραχ. δ΄. δικτάμνου Κρητικοῦ δραχ. γ΄. ἀσφάλτου, ἑρπύλλου, σκορδίου, ῥοῦ, τριφύλλου, κενταυρίου, χαμαίδρυος, πεπέρεως
λευκοῦ, ἀβροτόνου, κέστρου, πολίου, πιτυῶν ἐριφείων,
ἀναγαλλίδος ἀνὰ δραχ. β΄. κροκοδείλου χερσαίου δραχ. ι΄. σκεύαζε
καθάπερ εἴρηται, καὶ δίδου τοῖς πεπονθόσι κοχλιάριον, καὶ
οἴνου ἀκράτου κύαθον. ποιεῖ δὲ καὶ πρὸς φυλακὴν, ἐνιαυτοῦ
ἅπαξ δοθεῖσα.
μετ᾿ οἴνου, καὶ τρίψας ἐπιτίθει, ἢ κρίνων τὰς ῥίζας
τρίψας μετ᾿ ὄξους, ἐπιτίθει.
πηγάνου ἀκρεμόνων, καὶ νίτρου τὸ ἴσον τρίψας μετ᾿ οἴνου,
ἐπιτίθει.
ἀγρίας, πηγάνου τὸ ἴσον μετ᾿ οἴνου, ἐπιτίθει.
ἐρυθροῦ τὸ ἴσον, τρίψας μετ᾿ ὄξους, ἐπιτίθει.
σκορπίου πληγάς.] ♃ Χαλβάνης, τερμινθίνης ἀνὰ δραχ. β΄. σταφίδος ἀγρίας, πυρέθρου, θείου ἀπύρου, ἀπύρου, ἀνὰ δραχ. α΄.
σμύρνης, πεπέρεως, ἀνὰ δραχ. α΄ S". πίσσης ὑγρᾶς τὸ
αὔταρκες.
φάρμακα.] [Πρὸς φαλαγγίων δήγματα Χαρίτωνος
ὀχλαγωγοῦ.] ♃ Σπονδυλίου καρποῦ, καλαμινθίνης τὸ ἴσον,
τρίψας ὁμοῦ, δίδου ὅσον δραχ. α΄. μετ᾿ οἴνου κυάθων β΄.
πλεονάκις τῆς ἡμέρας. ταύτῃ Χαρίτων χρώμενος περιήκει
τὰς πανηγύρεις, ἀρήγειν βουλόμενος τοῖς δακνομένοις.
δαύκου Κρητικοῦ σπέρματος, ἡδυόσμου ξηροῦ, νάρδου
Ἰνδικῆς, ἑκάστου τὸ ἴσον, ἀνάπλασσε δι᾿ ὄξους, καὶ δίδου
δραχ. α΄. μετ᾿ ὄξους κυάθων δ΄. καὶ πιόντα εἰς θερμὸν ὕδωρ
κάθιε.
ἀγρίας, πυρέθρου, σμύρνης, ὀπίου, βρυωνίας, χαλβάνης
ἴσον ἑκάστου, ἀνάπλασσε μετ᾿ οἴνου εὐώδους, καὶ διδοὺς
δραχ. α΄. μετὰ γλυκέος κοτύλης μιᾶς.
ἀγρίου καρποῦ, πεπέρεως λευκοῦ, ἀσταφίδος ἀγρίας, σμύρνης,
ἑκάστου δραχ. α΄. κυπρίου ῥίζης δραχ. β΄. ἀνάπλαττε μετ᾿
οἴνου εὐώδους κυάθων δ΄. καὶ μέλιτος κύαθον α΄.
πληγὰς, ὡς ἐχρήσατο Διόφαντος.] ♃ Καστορίου, πεπέρεως
λευκοῦ, σμύρνης, ὀποῦ μήκωνος, ἑκάστου τὸ ἴσον, οἴνῳ
διαλύσας ἀνάπλαττε τροχίσκους καὶ διδοὺς τριώβολον μετ᾿
οἴνου ἀκράτου κυάθων γ΄. ὡς Διόφαντος.
λευκοῦ, καστορίου, ὀποῦ μήκωνος, ἑκάστου τὸ ἴσον,
σκεύαζε, καὶ δίδου καθὰ προείρηται. Ἄλλη ἐκ τῶν Ἀπολλοδώρου,
ἣν καὶ ὁ Ταραντῖνος ἐν τῷ πρὸς Ἀστυδάμαντα
ἀναγράφει, πρὸς παντὸς θηρίου πληγὴν, καὶ τὰ σφοδρότατα
τῶν ἀλγημάτων, καὶ πνίγας ὑστερικάς. ♃ Κωνείου
χυλοῦ, ὑοσκυάμου, ἀνὰ δραχ. δ΄. καστορίου, πεπέρεως λευκοῦ,
κόστου, σμύρνης, ὀπίου, ἀνὰ δραχ. α΄. ταῦτα λεάνας καὶ ἐπιβαλὼν
κυάθους β΄. γλυκέος, τρῖβε ἡλιάζων, ἕως συστραφῇ, καὶ ἀνάπλαττε τροχίσκους κυάμου Ἑλληνικοῦ τὸ μέγεθος,
καὶ δίδου μετ᾿ οἴνου κυάθων β΄.
παντὸς ἑρπετοῦ πληγὰς, τὸ δ᾿ αὐτὸ πινόμενον βοηθεῖ.]
♃ Κάγχρυος, πηγάνου ἀγρίου σπέρματος, πεπέρεως λευκοῦ,
σμύρνης, κόκκου κνιδίου, κόστου, πυρέθρου, ἀσταφίδος
ἀγρίας, ἑκάστου τὸ ἴσον, κυπέρου διπλοῦν, ὄξει διαλύσας
καὶ μέλιτι ἀναλαβὼν, ἐπιτίθει.
πληγήν.] ♃ Ἀσταφίδος ἀγρίας, πυρέθρου, σμύρνης, ὀποῦ
Λιβυκοῦ, ἀνὰ δραχ. δ΄. βρυωνίας ῥίζης, χαλβάνης ἴσον, ὄξει
διαλύσας, καὶ μέλιτι ἀναλαβὼν ἐπιτίθει. τὸ δ᾿ αὐτὸ καὶ
πινόμενον σφόδρα βοηθεῖ. ἐπίθεμα πρὸς φαλαγγίων πληγὰς
καὶ παντὸς ἑρπετοῦ. τὸ δ᾿ αὐτὸ καὶ πινόμενον βοηθεῖ.
τούτῳ Σιμμίας ὁ ὀχλαγωγὸς ἐχρήσατο. ♃ Θείου ἀπύρου,
χαλβάνης ἀνὰ δραχ. δ΄. ὀποῦ Λιβυκοῦ, καρύων Ποντικῶν κεκαθαρμένων,
ἀνὰ δραχ. β΄. οἴνῳ διαλύσας καὶ μέλιτι ἀναλαβὼν
ἐπιτίθει.
εὐζώμου σπέρματος, κάγ 452 χρυος, ἄγνου καρποῦ,
κυπαρίσσου τῶν σφαιρίων, ἀνὰ ὀξύβαφον. ὄξει διαλύσας
καὶ μέλιτι ἀναλαβὼν, ἐπίθες. τὸ δ᾿ αὐτὸ καὶ πινόμενον
βοηθεῖ.
ἡ Ἀντιόχου θηριακὴ περιέχεται, ἣν Πλίνιός φησι παρὰ
πυλῶν Ἀσκληπιοῦ ἀναγεγράφθαι.] Καὶ ταῦτα μὲν ἐπὶ
τοσοῦτον. ἐπὶ δὲ τῶν ἐχιοδήκτων χρηστέον ταῖς ὑπογεγραμμέναις
σκευασίαις.
ποτήμασι μὲν οὖν ἐχρησάμην ἁπλοῖς τοῖς δι᾿ ὄξους·
ὄξος γὰρ ὅσον ἡμικοτύλιον θερμανθὲν καὶ ποθὲν ὠφελεῖ.
♃ Ἀριστολοχίας ὅσον δραχ. β΄. τοῦ φλοιοῦ ἐν οἴνῳ, ἢ ὄξει
κοτύλας ἡμισείας. καὶ ♃ Τριφύλλου καρποῦ ὅσον τριώβολον
ἐν οἴνῳ κυάθου ἥμισυ. καὶ πάνακος τοῦ χειρωνείου
δραχ. β΄. ἐν ὄξει. καὶ πιτυᾶς νεβρείας δραχ. α΄. ἐν οἴνῳ. καὶ
χελώνης θαλασσίας ἐξηραμμένου αἵματος δραχ. β΄. ἐν ὄξει.
καὶ ὑπὸ Σωστράτου ἐπαινουμένη, καὶ πάντων δὲ τῶν
μετενεγκόντων παρ᾿ αὐτοῦ, ἡ διὰ τοῦ αἵματος τοῦ χελώνης
ἐστὶν ἥδε.] ♃ Κυμίνου ἀγρίου σπέρματος ὀξύβαφον, χελώνης
θαλασσίας αἵματος ξηροῦ δραχ. δ΄. στατῆρας β΄. πιτυᾶς
νεβροῦ, εἰ δὲ μὴ, λαγωοῦ δραχ. γ΄. ἐριφείου αἵματος δραχ. δ΄.
πάντα μίξας, 922 καὶ οἴνῳ βελτίστῳ ἀναλαβὼν, ἀπόθου.
ἐν δὲ τῇ χρήσει λαβὼν ἐλαίας τὸ μέγεθος, τρίψας μετ᾿
οἴνου, ὡς βελτίστου, κυάθου· ἥμισυ δίδου πίνειν. ἐὰν δὲ
ἀπεμέσει τὸ φάρμακον, πάλιν δίδου ἐλαίας τὸ ἥμισυ, καθὰ
προείρηται, καὶ πάλιν εἰ ἀποβάλλειν, ἐκ τρίτου δίδου κυάμου
Αἰγυπτίου τὸ μέγεθος, καθὰ προείρηται.
ὀρόβου ἠλεσμένου, πηγάνου ἀγρίου σπέρματος, ἀριστολοχίας
στρογγύλης, ἀνὰ δραχ. η΄. οἴνῳ διαλύσας ἀνάπλαττε
τροχίσκους, καὶ δίδου δραχ. α΄. μετ᾿ οἴνου κυάθων γ΄. δὶς καὶ
τρὶς τῆς ἡμέρας.
θηριακὴ Ἀντιόχου τοῦ Φιλομήτορος, ἧς ἡ ἀρχὴ ἥδε.]
ὀποπάνακος, ἀνὰ δραχ. β΄. τριφύλλου σπέρματος δραχ. α΄.
ἀνίσου, μαράθρου, ἄμμεως, σελίνου σπέρματος, ἀνὰ ὀξύβαφον,
ἀλεύρου ὀροβίνου λεπτοτάτου ὀξύβαφα β΄. οἴνου
παλαιοῦ εἰς ἀνάληψιν ὅσον ἐξαρκεῖ, ἀνάπλασσε τροχίσκους,
καὶ ξήρανε ἐν σκιᾷ, καὶ δίδου τριώβολον μετ᾿ οἴνου
κυάθων γ΄.
ἐν τῇ περὶ θηρίων αὐτοῦ πραγματείᾳ. ἔχει δὲ οὕτως.]
♃ Σμύρνης τρωγλοδύτιδος, ὀποπάνακος, ὀποῦ μήκωνος,
ἀνὰ δραχ. β΄. βρυωνίας ῥίζης δραχ. δ΄. ταύτην οἱ μὲν ψίλωθρον,
οἱ δὲ ἄμπελον ἀγρίαν, οἱ δὲ μάδον, οἱ δὲ χειρωνείαν, οἱ
δὲ κερκίδα καλοῦσιν. ἀριστολοχίας μακρᾶς τοῦ φλοιοῦ δραχ.
δ΄. καθόλου γὰρ τῶν ῥιζῶν χρησιμώτεροί εἰσιν οἱ φλοιοὶ
μᾶλλον, ἤπερ ἐντεριῶναι. πυρέθρου ῥίζης δραχ. δ΄. πηγάνου
ἀγρίου σπέρματος, κυμίνου Αἰθιοπικοῦ, τριφύλλου σπέρματος, ἀνὰ ὀξύβαφον, πάντα κόψας καὶ σήσας, ἀναλάμβανε
ὄξει, ἐναποβεβρεγμένου κόμμεως, ὥστ᾿ ἔχειν τι κολλῶδες,
καὶ ἀνάπλασσε τροχίσκους, καὶ ξήραινε ἐν σκιᾷ. ἐν δὲ τῇ
χρήσει δίδου τροχίσκου ἥμισυ, ἤτοι μετ᾿ οἴνου, ἢ μετ᾿ ὄξους
ἐναφηψημένων πηγάνου φύλλων. ποίει τοῦτο πολλάκις τῆς
ἡμέρας, ὥστε εἶναι τὴν τελείαν δόσιν τοῦ φαρμάκου δραχ. β΄.
πλεῖον γὰρ διδόμενον ἔμετον κινεῖ, ὥστε μὴ πλέον διδόναι
παραινοῦμεν. ἐμέτου δὲ γενομένου πάλιν δοτέον πολλάκις
τὸ φάρμακον τῆς ἡμέρας. δεῖ δὲ καὶ τρέφειν τὸν πεπονθότα,
καὶ οἴνῳ κεκραμένῳ ποτίζειν, καὶ πολλάκις τοῦτο
ποιεῖν. ἀλλὰ καὶ πυριᾷν ὕδατι πολλῷ, καὶ καταντλεῖν τοῖς
ὠφελεῖν δυναμένοις. ἡ δὲ κατάκλυσις ἔστω τοῦ πεπονθότος
τόπου κατάῤῥοπος.
ἑρπετοῦ πληγήν.] ♃ Ῥίζης φλόμου θήλεως τοῦ φλοιοῦ,
τριφύλλου καρποῦ, ἀνὰ δραχ. α΄. ὀποπάνακος, ἑρπύλλου, μήου,
νεβροῦ πιτυᾶς, ἀνὰ δραχ. β΄. σελίνου σπέρματος, ἄμμεως,
μαράθρου σπέρματος, ἀνίσου σπέρματος, ἀνὰ ὀξύβαφον, ὀρόβων ἠλεσμένων δραχ. β΄. τὰ ξηρὰ κόψας καὶ σήσας ἀναλάμβανε
οἴνῳ Ἀριουσίῳ· ἐν τούτῳ διαλυθείσης τῆς πιτυᾶς
καὶ τοῦ ὀποπάνακος, ἀνάπλαττε τροχίσκους, καὶ δίδου πρὸς
δύναμιν· τοῖς μὲν ἤδη συντόνως κατεχομένοις δραχ. α΄. καὶ
οἴνου κοτύλην α΄. τοῖς δὲ ἄλλοις τριώβολον. ἐχρήσατο δὲ
τῷ φαρμάκῳ καὶ πρὸς τὰς περὶ ἔντερα διαθέσεις, καὶ ὧν
ἐβούλετο τὴν κύστιν ῥευματίζειν, καὶ πρὸς βῆχας, καὶ ἄλλας
περιστάσεις, ὡς σφόδρα γενναίῳ. ἡ χρῆσις ἐπὶ μὲν τῶν
ἰοβόλων μετ᾿ οἴνου, ἐπὶ δὲ τῶν ἄλλων μεθ᾿ ὕδατος. Ἄλλη
Ὑβριστοῦ Ὀξυῤῥυγχίτου, φάρμακον ἐπιτετευγμένον πρὸς
παντὸς ἰοβόλου πληγήν. ἀνεγράφη ὑπὸ Ἀπολλωνίου τοῦ
Μεμφίτου. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. ♃ Ἀριστολοχίας,
πάνακος, ἄγνου σπέρματος, ἀνὰ δραχ. δ΄. κάγχρυος
καὶ σμύρνης, πεπέρεως, σεσέλεως Μασσαλεωτικοῦ, νάρδου
Ἰνδικῆς, καστορίου, κινναμώμου μέλανος, ὡς λεπτοτάτου,
πεπέρεως μακροῦ, Κυρηναϊκοῦ ὀποῦ, ἴριδος, πηγάνου
ἀγρίου σπέρματος, ἀνὰ δραχ. β΄. ὑπερικοῦ δραχ. α΄. πάντα κόψας,
καὶ σήσας λεπτοτάτῳ κοσκίνῳ, ἀνάπλασσε τροχίσκους, οἴνῳ ἀθαλάσσῳ φυράσας, ξήραινε ἐν σκιᾷ, καὶ δίδου δραχ. α΄.
ἐν οἴνῳ ἀκράτῳ κοτύλης α΄. καὶ ὕδατος δ΄. ἐπιτίθει δὲ καὶ
ἐπὶ τὸ δῆγμα θλάσας ἔνα τῶν τροχίσκων, καὶ οἴνῳ διαλύσας,
καὶ προσβαλὼν ἀριστολοχίας τῆς καλῆς λείας, ὅσον
δραχ. β΄. καὶ ἀλφίτου πάλιν δραχ. δ΄. ταῦτα συλλεάνας καὶ τρίψας
ἐπιμελῶς, ἐπιτίθει ἔξωθεν σκεπάσας συκῆς φύλλῳ, καὶ
ταινιδίῳ καταδήσας. 453 Ἀντίδοτος θηριακὴ ἐχιοδήκτοις.
ποιεῖ δὲ καὶ πρὸς παντὸς ἑρπετοῦ πληγήν. ταύτην
Γάλλος παραγενόμενος ἐκ τῆς Ἀραβίας ἔδωκε Καίσαρι,
πολλοὺς τῶν συστρατευσαμένων αὐτῷ πληγέντας ἀπό τε λυσσοδήκτων
καὶ σκορπίων, καὶ φαλαγγίων, καὶ τῶν ἄλλων
ἑρπετῶν διασώσας. ἔχει δὲ οὕτως. ♃ Ὀρόβων ἠλεσμένων
δραχ. κε΄. βρυωνίας ῥίζας δραχ. ιστ΄. πηγάνου ἀγρίου σπέρματος
δραχ. ιβ΄. τριφύλλου καρποῦ, ἴρεως Καρχηδονίας, ὀποπάνακος,
ἀριστολοχίας μακρᾶς, ὀποῦ μήκωνος, ζιγγιβέρεως, ἑκάστου
δραχ. η΄. κυμίνου Αἰθιοπικοῦ, σμύρνης, ἠρυγγίου, ὀποῦ
Κυρηναϊκοῦ, κρόκου, ἑρπύλλου, κόστου, σαγαπηνοῦ, ἑκάστου
δραχ. στ΄. οἴνῳ Ἀμιναίῳ φυράσας, ἀνάπλαττε τροχίσκους, καὶ δίδου πρὸς δύναμιν. ἔστω δὲ ἡ τελεία δόσις
τριώβολον ἐξ οἴνου κοτύλης α΄. πρὸς δὲ τὰς λοιπὰς διαθέσεις
μετ᾿ οἰνομέλιτος.
ὀποῦ Κυρηναϊκοῦ, ὀποπάνακος ἀνὰ μέρος ἓν, χαλβάνης,
θείου ἀπύρου, ἀνὰ δραχ. β΄. τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ
κοσκίνῳ, τοὺς δ᾿ ὀποὺς διαλύσας, ἐπίβαλλε τοῖς ξηροῖς,
καὶ ποίει ἐμπλάστρου τὸ πάχος, καὶ ἐπιτίθει κατὰ τῶν
πληγῶν, ἔξωθεν δὲ τούτων φύλλα συκῆς ἢ κνίδης.
ἀπύρου, πεπέρεως, ἑκάστου μέρος ἓν, σμύρνης, χαλβάνης,
ἀνὰ β΄. μέρη, σκεύαζε καθὰ προείρηται.
ῥίζης, ἴσον ἑκάστου, κόψας, καὶ σήσας, καὶ ὄξει φυράσας,
ἀναλάμβανε χαλβάνῃ, καὶ χρῶ καθὰ προείρηται.
924 [Ἄλλο.] Κάγχρυος, σταφίδος ἀγρίας, βρυωνίας
ῥίζης, ἀριστολοχίας, ἑκάστου μέρος ἓν, σμύρνης, ὀποπάνακος,
ἀνὰ μέρη β΄. ὄξει φυράσας ἀναλάμβανε, καθὰ προείρηται.
λυσσοδήκτους.] Ἐπεὶ δὲ τὰ ἔμμετρα τό τ᾿ εὐμνημόνευτον
ἔχει καὶ τὸ ἀναμάρτητον ἐν τῇ συμμετρίᾳ τῶν φαρμάκων,
ἄμεινον ἔδοξεν εἶναί μοι καὶ τὰ Δαμοκράτους ἐνταῦθα γράψαι
μέτρα, τόνδε τὸν τρόπον ἔχοντα.
θηριακαὶ, ὧν καὶ ἡμεῖς πεπειράμεθα.] Θηριακὴ ᾗ ἐχρήσατο
Μάρκος ὁ αὐτοκράτωρ. ♃ Τριφύλλου ἀσφαλτώδους σπέρματος
μέρος ἓν, ἀριστολοχίας στρογγύλης μέρος ἓν, πηγάνου
ἀγρίου μέρος ἓν, ὀρόβου ἠλεσμένου μέρος ἓν, οἴνῳ
ἀναλάμβανε καὶ ποίει τροχίσκους δραχ. δ΄. δίδου ἕνα μετ᾿ οἴνου
καὶ ἐλαίου.
δραχ. β΄. τριφύλλου σπέρματος δραχ. β΄. ἑρπύλλου ξηροῦ
δραχ. δ΄. μαράθρου δραχ. δ΄. ἄμμεως δραχ. δ΄. σελίνου σπέρματος
δραχ. δ΄. ὀροβίνου ἀλεύρου δραχ. η΄. λεῖα ποιήσας, ἀναλάμβανε οἴνῳ Χίῳ, καὶ ποίει τροχίσκους τριωβολιαίους, καὶ δίδου
ἕνα μετ᾿ οἴνου. Ἄλλη θηριακὴ πρὸς σκορπίων πληγὰς, καὶ
ὅσα τῶν δακνόντων, ἰοῦ ἕνα ἀφιέναι δοκεῖ, καὶ πρὸς ῥήγματα·
καὶ σπάσματα, ἐμπνευματώσεις κώλου, καὶ πρὸς
πολλὰ τῶν ὁμοίων. ταύτην τὴν δύναμιν Γάλλος ἐκ τῆς
Ἀραβίας παραγενόμενος Καίσαρι ἔδωκε, πολλοὺς αὐτῇ τῶν
συστρατευσαμένων διασώσας. ♃ Βρυωνίας λευκῆς ῥίζης
δραχ. η΄. τριφύλλου σπέρματος δραχ. δ΄. ἴρεως, χαλκίτιδος ἀνὰ
δραχ. δ΄. ἀριστολοχίας λεπτῆς δραχ. δ΄. λιβανωτίδος ῥίζης δραχ. δ΄.
ὀποῦ μήκωνος δραχ. δ΄. ζιγγιβέρεως δραχ. δ΄. πηγάνου ἀγρίου
σπέρματος δραχ. στ΄. ἑρπύλλου δραχ. γ΄. κυμίνου Αἰθιοπικοῦ δραχ.
γ΄. ἠρυγγίου ῥίζης δραχ. γ΄. ὀρόβου ἀλεύρου λευκοῦ δραχ. ι΄. οἴνου
Χίου ἀθαλάσσου τὸ ἱκανὸν, ἀνάπλασσε τροχίσκους, ἀνὰ
δραχμιαίους, καὶ δίδου μετ᾿ οἴνου ἀκράτου κοτύλης.
ἐκθλίψας τὸν χυλὸν, δίδου μετ᾿ οἴνου πίνειν, καὶ τοῖς φύλλοις
τοῖς ἀποτεθλιμμένοις τὸ τραῦμα κατάπλασσε.
κόκκους μ΄. ἐξ οἴνου κράματος πότιζε θερμοῦ ἐπὶ ἡμέρας γ΄.
μακρᾶς δραχ. α΄. κυμίνου Αἰγυπτίου τριώβολον, πηγάνου ἀγρίου
σπέρματος δραχ. στ΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. γ΄ S". μίλτου
Λημνίας δραχ. ι΄. σμύρνης δραχ. ζ΄. ὀποβαλσάμου δραχ. η΄. πεπέρεως
λευκοῦ δραχ. β΄ S". κάγχρυος 928 δραχ. δ΄. κόψας καὶ σήσας,
φύρα μέλιτι, καὶ δίδου δι᾿ ὕδατος θερμοῦ κυάμου Αἰγυπτίου
τὸ μέγεθος. ἐὰν δ᾿ εὐτονώτερον θελήσῃ χρήσασθαι,
διπλοῦν δίδου.
Οὐκ οἶδ᾿ ὅπως ἀτάκτως πρὸς ἰσχιαδικοὺς ποτήματα
γράψας β΄. μετὰ ταῦτα πάλιν ἔγραψεν ἀντιδότους,
τὴν Ζωπύριον ὀνομαζομένην, καὶ ἄλλην θινὰ πολυμίγματον
ἅπασι τοῖς θανασίμοις ἁρμόττουσαν, ὣς φησι, προλαμβανομένην
τε καὶ ἐπιλαμβανομένην. ἁρμόττει δὲ καὶ λυσσοδήκτοις,
καὶ πλευριτικοῖς, καὶ τοῖς ἐντὸς ἀλγήμασιν ἅπασιν,
ὥσπερ γε καὶ τοῖς γυναικείοις πάθεσι, καὶ μετὰ ταύτην πάλιν ἑτέραν πολύχρηστον ἔγραψεν ἐξ ρ΄. συγκειμένην, ἐξαιρέτως
δὲ, ὥς φησι, πρὸς τὰ θανάσιμα καὶ τοὺς πνιγομένους
ὑπὸ ψιμμυθίου. εἶτα μετὰ ταύτας τὴν διὰ τῆς Λημνίας
μίλτου, περὶ ἧς ἤδη καὶ πρόσθεν ἔγραψα, παραγράψας τὰ
Δαμοκράτους ἔπη. τὴν ἄλλην οὖν παραλιπὼν, τὴν ἐξ ρ΄.
συγκειμένην, ἀρκεσθήσομαι τῇ τε Ζωπυρίῳ καὶ τῇ μετ᾿
αὐτὴν γεγραμμένῃ. καὶ προσέτι τὴν διὰ τῆς Λημνίας
456 μίλτου παραλιπὼν τὴν ἑκατονταμίγματον. ἡ αὐτὴ
γὰρ ἐστὶ τῇ ὑπ᾿ Ἀνδρομάχου γεγραμμένῃ Ζωπύριος ἀντίδοτος,
ποιοῦσα πρὸς ἅπαντα, ἰδιαίτερον δὲ πρὸς τὰ θανάσιμα
καὶ πρὸς ἡπατικοὺς, καὶ τὰς ἐμπνευματώσεις τῆς κοιλίας,
καὶ τὰς ἀρχομένας παρεγχύσεις, καὶ μάλιστ᾿ ἐφ᾿ ὧν
ἐστι πλέον πνεῦμα, τὸ παρακείμενον. ♃ Σμύρνης δραχ. ε΄.
νάρδου Συριακῆς δραχ. ε΄. S". κρόκου δραχ. δ΄ S". σχοίνου ἄνθους
δραχ. β΄ S". κασσίας δραχ. δ΄. κινναμώμου δραχ. γ΄. πεπέρεως
λευκοῦ δραχ. α΄ S". λιβάνου δραχ. α΄. ὀβολὸν α΄. κόστου δραχ. α΄.
μέλιτι Ἀττικῷ ἀναλάμβανε, καὶ ποιῶν τροχίσκους καρύου
Ποντικοῦ τὸ μέγεθος, δίδου μετ᾿ οἰνομέλιτος ἢ μεθ᾿ ὕδατος. Ἄλλη ἀντίδοτος, ποιοῦσα πρὸς πάντα τὰ θανάσιμα,
καὶ προλαμβανομένη, καὶ ἐπιλαμβανομένη. ποιεῖ καὶ πρὸς
λυσσοδήκτους. ποιεῖ δὲ καὶ πρὸς πλευριτικοὺς, καὶ τὰ ἐκτὸς
ἀλγήματα· εὐθετεῖ δὲ καὶ πρὸς τὰ γυναικεῖα ἀλγήματα
καὶ πάθη. ♃ Γλυκυῤῥίζης δραχ. στ΄. καὶ ὀβολὸν α΄ S": δαύκου
Κρητικοῦ σπέρματος δραχ. στ΄. ὀβολὸν α΄ S". ὀπίου δραχ. δ΄.
ὀβολοὺς β΄. καστορίου δραχ. β΄. ὀβολὸν ἕνα, πεπέρεως μακροῦ
δραχ. στ΄. τετρώβολον, κόστου δραχ. στ΄. ὀβολοὺς β΄. ναρδοστάχυος
δραχ. στ΄. ὀβολὸν α΄ S". κασσίας μελαίνης δραχ. ε΄. ὀβολοὺς
β΄. λιβάνου ἄῤῥενος δραχ. α΄ S". σεσέλεως δραχ. ε΄. ὀβολοὺς β΄.
σκορδίου δραχ. στ΄. ὀβολοὺς β΄ S". ὑποκυστίδος χυλοῦ δραχ. στ΄.
ἀκόρου δραχ. β΄. μαλαβάθρου φύλλων δραχ. στ΄. ὀβολὸν ἕνα, σαγαπηνοῦ
δραχ. β΄. βαλσάμου καρποῦ δραχ. ε΄. ὀβολοὺς β΄. σμύρνης
δραχ. στ΄. κρόκου δραχ. ζ΄. ὀβολοὺς β΄. στύρακος δραχ. στ΄.
κινναμώμου δραχ. ζ΄. ὀβολοὺς β΄. ζιγγιβέρεως δραχ. ζ΄. ὀβολοὺς
β΄. πεπέρεως λευκοῦ δραχ. ε΄. ὀβολοὺς β΄. φοῦ δραχ. ε΄. πετροσελίνου
δραχ. δ΄. νάρδου Κελτικῆς δραχ. δ΄. ὀβολοὺς β΄ S". ὑπερικοῦ
δραχ. β΄. ἀκακίας χυλοῦ δραχ. β΄. γεντιανῆς δραχ. δ΄. Ἰλλυρικῆς δραχ. β΄. ἀνίσου δραχ. γ΄. θλάσπεως δραχ. στ΄. ὀβολοὺς β΄ S".
ῥόδων ξηρῶν δραχ. δ΄. μήου δραχ. β΄. κόμμεως δραχ. β΄. καρδαμώμου
δραχ. δ΄. σχοίνου ἄνθους δραχ. στ΄. ὀβολοὺς β΄. ὀποπάνακος
δραχ. ζ΄. ὀποβαλσάμου δραχ. στ΄ S". χαλβάνης δραχ. γ΄. ὀβολοὺς
β΄. τερμινθίνης δραχ. στ΄. ὀβολοὺς β΄. ἀγαρικοῦ δραχ. ζ΄ S".
κύφεως δραχ. στ΄. βδελλίου δραχ. στ΄. σκίγκου δραχ. β΄. ἀμώμου
δραχ. γ΄. πολίου δραχ. ε΄. ὀβολοὺς β΄. δικτάμνου δραχ. στ΄. πηγάνου
ἀγρίου σπέρματος δραχ. δ΄. σφραγῖδος Λημνίας δραχ. β΄ S".
ἐρυσίμου δραχ. δ΄. οἴνῳ Φαλερίνῳ ἀναλάμβανε, καὶ μέλιτι
Ἀττικῷ.
καὶ ἐπιδιδομένη, καὶ οὐδὲν ἐμποδίζουσα πρὸς τὰ λοιπὰ
διδόμενα φάρμακα· ὅταν δὲ δοθῇ, ναυτίαν κινεῖ, ὥστε ἀναβάλλεσθαι
πᾶν τὸ φθαρτικόν.] ♃ Μίλτου σφραγῖδος Λημνίας
δραχ. α΄. ὀβολοὺς β΄. ἀρκευθίδων δραχ. β΄. λεῖα τρίψας,
ἀναλάμβανε ἐλαίῳ καλλίστῳ, καὶ δίδου καρύου Ποντικοῦ τὸ
μέγεθος σὺν οἰνομέλιτι.
δραχμῆς ῥοδίνου πίνειν.
δραχ. α΄. S". λαθυρίδων κόκκους θ΄. δίδου.
λυκίου Ἰνδικοῦ δραχ. δ΄. γεντιανῆς δραχ. β΄. καρκίνων κεκαυμένων
δραχ. α΄ S". μέλιτι μίξας δίδου.
ἀποκαταῤῥίπτουσιν οἱ σιδηρουργοὶ τὰ σιδηρᾶ, ἀγνοοῦντος
τοῦ τεχνίτου δίδοται, λίαν θαυμάζεται. τοῖς δὲ ἤδη φοβουμένοις
τὸ ὕδωρ, ἵνα πίῃ, ὑπόθες τῷ ποτηρίῳ ῥάκος ἀπὸ
ἀφέδρου, καὶ πίεται. ποιεῖ δὲ καὶ γεντιανὴ καθ᾿ ἑαυτὴν,
κοχλιάρια γ΄. σὺν ὕδατι.
αὐτὸς ἐχρῆτο.] ♃ Ῥήου Ποντικοῦ δραχ. ι΄. πεπέρεως λευκοῦ
δραχ. η΄. πετροσελίνου, ἀγαρικοῦ, ὑπερικοῦ, ἀκόρου, ἠρυγγίου,
ἀνὰ δραχ. ιστ΄. καρδαμώμου, θλάσπεως, ἀκακίας, γλυκείας
χυλοῦ δραχ. β΄. ῥόδων ξηρῶν, ἀνὰ δραχ. ιδ΄. μαράθρου σπέρματος δραχ. β΄. ἀριστολοχίας μακρᾶς δραχ. β΄. καὶ στρογγύλης, ὀξυμυρσίνης
καρποῦ, ἀνὰ δραχ. γ΄. σελίνου σπέρματος δραχ. γ΄. βουνιάδος
ἀγρίας σπέρματος δραχ. γ΄. ζιγγιβέρεως δραχ. γ΄. γεντιανῆς
δραχ. στ΄. σκίγκου δραχ. β΄. λιβανωτοῦ δραχ. ε΄. φοῦ Ποντικοῦ
δραχ. γ΄. ἐρυσίμου δραχ. στ΄. ἴρεως Ἰλλυρικῆς δραχ. ιγ΄. κασσίας,
λιγυστικοῦ, σχοίνου ἄνθους, ναρδοστάχυος, σίου, σκορπιούρου,
ἀνὰ δραχ. στ΄. μέλιτος τὸ ἱκανόν. δίδου μέγεθος Ποντικοῦ
καρύου ἐπ᾿ ἐνιαυτόν.
δραχ. γ΄. πετροσελίνου δραχ. γ΄. καρδαμώμου δραχ. γ΄. πρασίου,
γεντιανῆς ἀνὰ δραχ. δ΄. κενταυρίου δραχ. δ΄ S". ἀριστολοχίας
στρογγύλης ἴσον, μέλιτος τὸ ἱκανόν. δίδου Ποντικοῦ καρύου
μέγεθος σὺν ὕδατι ἐπ᾿ ἐνιαυτόν.
De antidotis. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1827.
Funding provided by Andrew W. Mellon Foundation.