βολβοειδὴς ὑπάρχουσα τάξεώς ἐστι τῆς πρώτης μὲν ἐν τῷ
ξηραίνειν, δευτέρας δὲ ἐν τῷ ψύχειν ἤδη που συμπληρουμένης
ἢ καὶ τρίτης ἀρχομένης. ἀνήβους γοῦν ἐπιπλεῖστον πεπίστευται διαφυλάττειν τοὺς παῖδας ἐν οἴνῳ καταπλασσομένη.
ὁ δὲ καρπὸς ἀτρέμα τε ῥύπτει καὶ στύφει, καὶ διὰ
τοῦτο καὶ αὐτὸς ἰκτερικοῖς δίδοται σὺν οἴνῳ, ξηραίνων μὲν
ἤδη που κατὰ τὴν τρίτην τάξιν, θερμότητος δὲ καὶ ψύξεως
ἐν τῷ μέσῳ καθέστηκε.
οὐσίαν ἐπικρατοῦσαν, ἐν τῇ συστάσει κέκτηται βραχέος
τινὸς αὐτῇ μεμιγμένου τοῦ λεπτομεροῦς.
ἀπὸ τῶν χωρίων ἐν οἷς φύεται καὶ τῆς κατὰ τὴν γεῦσιν
ὁμοιότητος πρὸς τὸ πέπερι. ἔστι δὲ θερμὸν, ἀλλ’ οὐκ εἰς
ὅσον πέπερι καὶ μέντοι καὶ χλωρὸν ἔτι τὸ βοτάνιον, ἅμα
τῷ καρπῷ καταπλασθὲν, ὑπώπιά τε καὶ τοὺς σκιῤῥουμένους
ὄγκους διαφορεῖ.
σπέρμα μανιώδης τε καὶ καρωτικὸς ὑπάρχων. πλησίον δ’
αὐτοῦ τὴν δύναμίν ἐστι καὶ οὗ τὸ σπέρμα μετρίως ξανθόν ἐστι, φεύγειν δ’ ἀμφοτέρους ὡς ἀχρήστους τε καὶ δηλητηρίους.
ἐπιτηδειότατος δὲ πρὸς τὰς ἰάσεις οὗ καὶ τὸ σπέρμα
καὶ τὸ ἄνθος λευκὸν, ἐκ τῆς τρίτης που τάξεως ὑπάρχων
τῶν ψυχόντων. ἄνθος δὲ τοῦ μὲν τὸ μέλαν ἔχοντος σπέρμα
μετρίως πορφυρίζον, τοῦ δὲ τὸ ὑπόξανθον ἀτρέμα μηλίζον.
λεπτομεροῦς οὐσίας ὑπάρχον, ὡς καταμήνιά τε καὶ οὖρα
προκαλεῖσθαι. χρὴ δὲ ὅλον εἰς ταῦτα λαμβάνειν τὸν καρπὸν
οὐ τὸ σπέρμα μόνον, ἀλλὰ μετὰ τῶν φύλλων ἐπιπλασσόμενος
χλωρὸς, εἰς οὐλὴν ἄγειν δύναται τά τ’ ἄλλα καὶ πυρίκαυτα.
ξηρανθέντα δ’ εἰ κόψας ἐπιπάττοις, ἰάσῃ τὰ πλαδαρὰ
καὶ σηπεδονώδη τῶν ἑλκῶν. ἔνιοι δὲ καὶ τοῖς ἰσχιαδικοῖς
πίνειν αὐτὴν διδόασιν.
ἐκ τῆς τρίτης που τάξεως τῶν ψυχόντων, ὡς μήκωνος
ὀλίγον ἀποδεῖν.
οὕτως, ὅτι παραφύσεις ὑπ’ ἄκροις τοῖς κορύμβοις ποιεῖται γλωσσαρίων. ἔστι δ’ ἡ ῥίζα καὶ ὁ χυλὸς τοῦ θαμνίσκου
μαλακτικῆς δυνάμεως.
κατὰ τὴν τρίτην τάξιν, ἔστι δὲ καὶ λεπτομερές.
De simplicium medicamentorum temperamentis ac facultatibus I-VI. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1826.
Funding provided by Andrew W. Mellon Foundation.