ἐστι φάρμακον, ἡ δὲ τοῦ σιδήρου μάλιστα. καὶ λειοτάτην γε ποιῶν αὐτὴν ἐν ὄξει δριμυτάτῳ, καὶ μετὰ ταῦθ’ ἑψῶν εἴς
τε τὰ πυοῤῥοῦντα τῶν ὤτων χρονίως χρῶμαι φαρμάκῳ ξηραντικωτάτῳ,
ὥστε θαυμάζειν τοὺς ἰδόντας σκευαζόμενον
αὐτὸ καὶ ἀπιστεῖν αὐτῷ πρὸ τῆς πείρας, εἰ ἀναδέχεσθαι
δύναται τὰ ὦτα τοιούτου φαρμάκου. τὴν δὲ τοῦ ἀργυρίου
σκωρίαν ἰδίως προσαγορεύουσιν ἕλκυσμα, καὶ μίγνυται δὲ καὶ
ἐμπλάστροις τισὶ ξηραντικῆς δηλονότι δυνάμεως οὖσιν.
De simplicium medicamentorum temperamentis ac facultatibus I-VI. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1826.
Funding provided by Andrew W. Mellon Foundation.