εἰρημένων λίθων ἰσχυροτέραν ἔχει δύναμιν ὁ ἐκ τῆς Αἰθιοπίας
κομιζόμενος, ὑπόχλωρός πως, ὡς ἴασπις ὀνομαζόμενος.
ἀνιέμενος οὗτος ὁ λίθος εἰς χυλὸν γαλακτώδη κατὰ τὴν χρόαν
δακνώδη τοῖς γενομένοις, καὶ διὰ τοῦτ’ αὐτὴν οὐδεὶς ἔμιξεν ὀφθαλμικαῖς δυνάμεσιν, οὔτ’ ἀποκρουστικαῖς ῥευμάτων οὔθ’
ἑλκῶν ἰατικαῖς, ἀλλὰ μόνον εἰς τὸ καθῆραί τε καὶ ῥύψαι
τὰ χωρὶς φλεγμονῆς ἐπισκοτοῦντα ταῖς κόραις, ἐξ ὧν εἰσι
καὶ αἱ πρόσφατοι τῶν οὐλῶν, ἃς λεπτύνειν πέφυκεν. ἀποῤῥύπτει
δὲ καὶ τὰ μὴ πάνυ σκληρὰ τῶν πτερυγίων.
De simplicium medicamentorum temperamentis ac facultatibus I-VI. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1826.
Funding provided by Andrew W. Mellon Foundation.