ψυχρᾶς καὶ ξηρᾶς, οὐ μετρίως καὶ ταύτης ψυχρᾶς συνέστηκεν.
ἐπικρατεῖ δ’ ἐν μὲν τῷ χερσαίῳ τὸ γεῶδες ψυχρὸν,
ὅπερ καὶ στῦφον ἐδείξαμεν, ἐν δὲ τῷ ἐνύγρῳ, τὸ ὑδατῶδες
καὶ διὰ τοῦτο ἀμφότερον καὶ πρὸς τὰς γενέσεις τῶν φλεγμονῶν
καὶ ὅλως πρὸς ἁπάσας τὰς ἐπιῤῥοὰς ἁρμόττουσι.
τοῦ δὲ χερσαίου λεπτομερὴς ὁ καρπὸς ὑπάρχων, τοὺς ἐν
νεφροῖς λίθους θρύπτει πινόμενος.
De simplicium medicamentorum temperamentis ac facultatibus I-VI. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1826.
Funding provided by Andrew W. Mellon Foundation.