κεφαλαλγίας καὶ ὁτιοῦν ἄλλο τῶν δεομένων φοινίξεως ἐκθερμαίνουσιν
αὐτῷ, καθάπερ τῷ νάπυϊ. μίγνυται δὲ καὶ
τοῖς πρὸς τοὺς ἀσθματικοὺς διδομένοις φαρμάκοις, ὡς ἂν
δηλονότι τέμνειν ἰσχυρῶς τοὺς παχεῖς χυμοὺς δυνάμενον,
ὥσπερ καὶ τὸ νᾶπυ· προσέοικε γὰρ ἐκείνῳ τὰ πάντα. καὶ
ἡ πόα δὲ ξηρὰ μὲν γενομένη παραπλησίας ἐστὶ τῷ σπέρματι
δυνάμεως, ὑγρὰ δὲ ἔτι καὶ χλωρὰ διὰ τὴν ἐπιμιξίαν
τῆς ὑδατώδους ὑγρότητος ἀπολείπεται πάμπολυ καὶ οὕτως
ἐστὶ μέτριος ἐν τῷ τοιῷδε τὴν δῆξιν ὥστε καὶ μετ’ ἄρτου
δυνατὸν αὐτῇ χρῆσθαι καθάπερ ὄψῳ.
De simplicium medicamentorum temperamentis ac facultatibus I-VI. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1826.
Funding provided by Andrew W. Mellon Foundation.