δὲ βετονίκη, δύναμιν ἔχει τμητικὴν, ὡς ἡ γεῦσις δηλοῖ. πικροτέρα
γάρ ἐστι καὶ ὑπόδριμυς ἡ πόα, ὡς δηλοῖ καὶ ἡ κατὰ μέρος ἐνέργεια. καὶ γὰρ τοὺς ἐν νεφροῖς λίθους διαιρεῖ καὶ
πνεύμονα καὶ θώρακα καὶ ἧπαρ καθαίρει τε καὶ διαῤῥύπτει
καὶ καταμήνια κινεῖ καὶ ἐπιλήπτους ὠφελεῖ καὶ ῥήγματα
καὶ σπάσματα θεραπεύει, καὶ πᾶσι τοῖς τῶν θηρίων δήγμασιν
ἐπιπλαττομένη τῷ ἕλκει βοηθεῖ καὶ ὀξυρεγμιῶντάς τε καὶ
ἰσχιαδικοὺς ὀνίνησι πινόμενον.
De simplicium medicamentorum temperamentis ac facultatibus I-VI. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1826.
Funding provided by Andrew W. Mellon Foundation.