τὴν τρίτην που τάξιν. ἔστι δὲ καὶ λεπτομερὴς ἱκανῶς, ἐν
δὲ τῇ γεύσει πλεῖστον μὲν ἐν αὐτῇ τὸ δριμὺ, βραχὺ δέ τι
καὶ στῦφον, ὥστε καὶ διὰ πάντα ταῦτα τέμνει τε ἅμα καὶ
διαφορεῖ τὰ κατὰ τὸ σῶμα περιττὰ, καὶ πρὸς τούτοις ἔτι
ῥώμην ἐντίθησι τοῖς ὀργάνοις. ἐπιτήδειος δὲ καὶ πρὸς τὰς
τῶν καταμηνίων ἐπισχέσεις ἐστὶν, ὅταν ὑπὸ πλήθους τε ἅμα
καὶ πάχους τῶν περιττωμάτων αὐτάρκως κενοῦσθαι
κωλύηται.
De simplicium medicamentorum temperamentis ac facultatibus I-VI. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1826.
Funding provided by Andrew W. Mellon Foundation.