ῥοιᾶς, οἷόν περ τῶν ἡμέρων ὁ κύτινος. ἰσχυρῶς δὲ στύφει τὴν
γεῦσιν. 163 καὶ δὴ καὶ ξηραντικῆς καὶ στυπτικῆς ἐστι δυνάμεως
καὶ δηλονότι καὶ παχυμεροῦς, εἴ τι μεμνήμεθα τῶν ἐν
τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων εἰρημένων, ἡνίκα ἐδείκνυμεν
ἅπαν τὸ στῦφον γεῶδες εἶναι ψυχρόν. οὐδεμιᾶς δ’
ἔμφασιν ἔχει ποιότητος ἑτέρας, καὶ διὰ τοῦτο ἄν τις αὐτὸ
θείη ξηραίνειν καὶ ψύχειν οὐκ ἀγεννῶς, εἴ γε δὴ μὴ κακῶς ἡμῖν
ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ἐδείκνυτο τοῖς γεώδεσι
ψυχροῖς σώμασιν ὑπάρχειν ἡ στύφουσα ποιότης. ἀτὰρ
οὖν καὶ τὰ φαινόμενα μαρτυρεῖ. καὶ γὰρ εἰ παρατρίμμασι καὶ
εἰ τοῖς ἄλλοις ἕλκεσιν ἐπιπάττοις αὐτὸ, τάχιστ’ ἂν ἴδοις εἰς οὐλὴν
ἰόντα. ταῦτά τοι κᾀπὶ τῶν ἀναγόντων αἷμα δυσεντερικῶν,
ἔτι τε τῶν κατὰ γαστέρα καὶ μήτραν ῥευμάτων, οὐκ
ἔστιν ὅστις οὐ χρῆται τῷ φαρμάκῳ τούτῳ τῶν τὰς θεραπευτικὰς
πραγματείας γραψάντων ἰατρῶν.
De simplicium medicamentorum temperamentis ac facultatibus I-VI. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1826.
Funding provided by Andrew W. Mellon Foundation.