λέγω δὲ δηλονότι τὸ θαλάττιον ζῶον, ἔγραψαν ἔνιοι κεφαλαλγίας
ἰᾶσθαι προσφερομένην τῇ κεφαλῇ καὶ τὴν ἐξεστραμμένην
ἕδραν ἐντρέπειν. ἀλλ’ ἐγὼ πειραθεὶς ἀμφοῖν οὐδέτερον
ἐργαζομένην εὗρον. ἐννοήσας οὖν αὐτὴν ἔτι ζῶσαν προστιθέναι
τινὶ κεφαλὴν ὀδυνωμένῳ, δύνασθαι γὰρ ἀνώδυνον
εἶναι φάρμακον, ὁμοίως τοῖς ἄλλοις ὅσα ναρκοῖ τὴν αἴσθησιν
εὗρον οὕτως ἔχειν. οἴομαι δὲ καὶ τὸν πρῶτον χρησάμενον
ἔκ τινος τοιαύτης ἐπινοίας ὁρμηθέντα χρῆσθαι.
De simplicium medicamentorum temperamentis ac facultatibus I-VI. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1826.
Funding provided by Andrew W. Mellon Foundation.