λυττῶντος κυνὸς ἔγραψάν τινες, εἰ ὀπτηθὲν βρωθείη, τοῖς
ὑπ’ αὐτοῦ δεδηγμένοις γίγνεσθαι βοήθημα, καί τινας μὲν οἶδα
τῶν προσενεγκαμένων αὐτὸ ζῇν, ἀλλ’ οὐκ ἐκείνῳ μόνῳ, χρησαμένους
δ’ ἐφεξῆς καὶ τοῖς ἄλλοις φαρμάκοις, ὧν πεῖραν
ἔχομεν ἐπὶ τῶν λυσσοδήκτων. ἤκουσα δέ τινας αὐτῷ μόνῳ
πιστεύσαντας ὕστερον ἀποθανόντας.
De simplicium medicamentorum temperamentis ac facultatibus I-VI. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1826.
Funding provided by Andrew W. Mellon Foundation.