ἑωρακὼς τὸν ἐν τῇ Μυσίᾳ χρώμενον ἐπὶ τῶν ὑπὸ
τῆς μυκήτων ἐδωδῆς πνιγομένων ἐχρησάμην καὶ αὐτὸς ἐπί
τινων ἐν τῇ πόλει προσενηνεγμένων αὐτὴν, ἐπὶ πάντων λειουμένην
κυάθοις τρισὶν ἢ τέτρασιν ὀξυκράτου τε καὶ ὀξυμέλιτος,
καὶ προφανῶς ὠφέλησεν διὰ ταχέων. ἤμεσαν γὰρ ὀλίγον
ὕστερον οἱ πνιγόμενοι φλεγματώδη παχύτατον χυμὸν, ἐφ’
ᾧ τελέως ἐπαύσαντο τοῦ συμπτώματος. ἔστι δὲ τῆς τῶν
περιστερῶν ἧττον ἡ κόπρος αὕτη θερμή. ὁ δ’ ἐπὶ τῆς Μυσίας ἰατρὸς καὶ τοῖς χρονίοις κωλικοῖς ἐδίδου πίνειν τῆς
τῶν ἀλεκτορί 140 δων κόπρου δι’ οἰνομέλιτος· εἰ δὲ μὴ
παρείη τοῦτο, δι’ ὄξους ἢ οἴνου κεκραμένου ὕδατι. μεμνῆσθαι
δέ σε χρὴ τοῦ κοινοῦ περὶ πάντων ζώων λόγου, κατά
τε τὰ περιεχόμενα κατὰ τὰ σώματα αὐτῶν, ὑγρά τε καὶ
στερεὰ, καὶ κατὰ τὰ μόρια παμπόλλην εἶναι τὴν διαφορὰν
τῶν ὀρείων καλουμένων, παρά τε τὰ κατὰ πεδία καὶ ἕλη
καὶ λίμνας καὶ κατὰ τὴν 293 οἰκίαν. ἀεὶ γὰρ τὰ γυμναζόμενα
τῶν ἀγυμνάστων ἐστὶ ξηρότερα καὶ τὰ τροφαῖς χρώμενα
ξηροτέραις τε καὶ θερμοτέραις τῶν ὑγροτέραις τε καὶ
ψυχροτέραις χρωμένων. ἐπὶ γοῦν τῶν περιστερῶν διὰ τὸ
συνεχῶς χρῆσθαι τῇ κόπρῳ πάμπολυ λειπομένην εὗρον ἀεὶ
τῶν ἐπὶ ταῖς οἰκίαις τρεφομένων τῆς τῶν ὀρείων νομάδων.
εὗρον δὲ καὶ τὴν τῶν ἀλεκτορίδων ἀσθενεστέραν πολὺ τῶν
ἐγκεκλεισμένων τε καὶ πιτύροις τρεφομένων, ἰσχυρότερον δ’
οὐκ ὀλίγῳ τῶν ἐν τοῖς ἀγροῖς κατὰ τὰς αὐλάς τε καὶ τούτων
ἔξωθεν νεμομένων.
De simplicium medicamentorum temperamentis ac facultatibus I-VI. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1826.
Funding provided by Andrew W. Mellon Foundation.