κε. Περὶ τῶν μιγνυμένων τοῖϲ καθαρτηρίιϲ.
καὶ μάλιϲτα αὐτῆϲ τὸ ϲτόμα, διότι νευρωδέϲτατόν ἐϲτι καὶ αἰϲθητικώτατον,
ἡ μῖξιϲ ἐπενοήθη τῶν εὐωδῶν, ὅπωϲ μὴ μόνη μηδ᾿ ἀκραιφνὴϲ.
ἡ δύναμιϲ αὐτῶν ἅπτηται τοῦ ϲτόματοϲ τῆϲ γαϲτρόϲ χρὴ δ᾿
ἀλλήλοιϲ τὰ μιγνύμενα καθαρτικὰ καὶ κατὰ μηδὲν ϲταϲιάζειν, ἡ δὲ
ϲτάϲιϲ αὐτῶν γινέϲθω, οὐχ ὅταν τὸ μὲν χολῆϲ, εἰ τύχοι. τὸ δὲ φλέγματοϲ ᾖ κενωτικόν (ἀμφότερα γὰρ ἐκκενοῦϲθαι δύναται κατὰ τὸν οὐτὸν τρόπον), ἀλλ᾿ ὅταν τὸ μὲν εὐθέωϲ. τὸ δὲ μετὰ ταῦτα πολὺ τῆϲ προϲφορᾶϲ πεφύκῃ κινεῖν τὴν κάθαρϲιν· ἀνώμαλοϲ γὰρ οὕτωϲ
ἡ κένωϲιϲ γίνεται, προϲενεχθέντων ἅμα· λέγω δ᾿ ἀνώμαλον, ὅταν ἤδη
παύεϲθαι δοκούϲηϲ αὐτῆϲ ἀρχὴ πάλιν ἑτέραϲ κενώϲεωϲ γίνηται.
Quos quibus catharticis medicamentis et quando purgare oporteat. Galen. ed. Ioannes Raeder. United States. 2016.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.