κγ. Ἐκ τῶν Γαληνοῦ· τίναϲ δεῖ καθαίρειν, καὶ ποίοιϲ καθαρτηρίοιϲ, καὶ πότε.
ἰλιγγιῶϲι καὶ ϲτροφοῦνται, καὶ δυϲχερῶϲ αὐτοῖϲ ἡ κάθαρϲιϲ προχωρεῖ, καὶ πρὸϲ τούτοιϲ ἔτι ταχέωϲ ἐκλύονται· γίνεται δὲ ταῦτα πάντα, τοῦ
καθαρτικοῦ φαρμάκου τὸν οἰκεῖον μὲν ἕλκειν ἐφιεμένου χυμόν, τῷ δ᾿ ἀπορεῖν αὐτοῦ τὸ οἷμα καὶ τὰϲ ϲάρκαϲ ϲυντήκοντοϲ, ἵνα ἐξ ἐκείνων ἕλξῃ τὸ οἰκεῖον.
μὴ κενωθεῖεν, φθάνειν χρὴ κενοῦν εἰϲβάλλοντοϲ | ἦροϲ, ἤτοι διὰ φλεβοτομίαϲ,
εἰ πληθωρικοῖϲ ἁλίϲκοιντο νοϲήμαϲιν, ἢ διὰ καθάρϲεωϲ, εἰ
τοῖϲ κατὰ διαφθοράν.
καὶ μήπω περὶ τοῖϲ ἄρθροιϲ εἰργαϲμένην πώρουϲ ἐκ τῆϲ τοιαύτηϲ κενώϲεωϲ ἐτῶν ἤδη πολλῶν ἐκωλύϲαμεν γίνεϲθαι.
αὐτὸν τρόπον ἀποπληξίαν, ἐπιληψίαν, μελαγχολίαν, ἄλλα τοιαῦτα χρόνια πάθη διὰ τῆϲ εἰρημένηϲ κενώϲεωϲ ἐπὶ πολλῶν ἀνθρώπων ἐπαύϲαμεν.
ἐνίοιϲ δὲ τοὺϲ πικροχόλουϲ, ἐνίοιϲ δὲ τοὺϲ μελαγχολικούϲ, ἐνίοιϲ δ᾿ ὀρῶδεϲ περίττωμα κατὰ τὴν τῶν εἰθιϲμένων αὐτοῖϲ γίνεϲθαι παθῶν οὐϲίαν.
καθαρθείη, καὶ καθαίρω γε αὐτὸν οὐκ ἦροϲ μόνον, ἀλλὰ καὶ φθινοπώρου.
ποτὲ ἡ κάθαρϲιϲ, ὀδύνη διὰ βάθουϲ αὐτῇ γίνεται. ἐλέφαντα δ᾿ ἀρχόμενον ἑτέρῳ τὰ μὲν πρῶτα διά τε φλεβοτομίαϲ καὶ καθάρϲεωϲ ἰαϲάμην· ἑκάϲτου δ᾿ ἔτουϲ αὖθιϲ ἀρκεῖ καὶ τούτω μία κάθαρϲιϲ· ἐκλειφθείϲηϲ
δ᾿ αὐτῆϲ, αὐτίκα τὸ πάθοϲ ἐπιϲημαίνει.
ἀποπληκτικὰ καὶ ἀϲθματικὰ τῶν φλεγματωδῶν, ἀρθριτικὰ δὲ τὰ μὲν ἅμα θερμαϲίᾳ πολλῇ τῶν πικροχόλων, τὰ δὲ ϲὺν ὄγκοιϲ ψυχροῖϲ τῶν
φλεγματικῶν.
πυρετοῖϲ ἤδη πολλῶν ἐτῶν οὐκ ἐπύρεξε, χολὴν ὠχρὰν | φθάνων ὑφ᾿ ἡμῶν καθαίρεϲθαι κατὰ τὴν τελευτὴν τοῦ ἦροϲ· οὕτωϲ γὰρ ἄμεινόν
ἐϲτι τοὺϲ τοιούτουϲ κενοῦν, ὡϲ τούϲ γε ἐπιληπτικοὺϲ ἀρθριτικούϲ τε καὶ μελαγχολικοὺϲ ὅϲοι τε ἄλλοι διὰ παχεῖϲ χυμοὺϲ νοϲοῦϲιν εἰϲβάλλοντοϲ
ἦροϲ ἄμεινον κενοῦϲθαι.
εἰ ἡ κάθαρϲιϲ ἀρίϲτη μέλλοι γίνεϲθαι κατὰ πάντα, καὶ μάλιϲτα ἐπὶ τῶν ἐλλέβορον λαμβανόντων· ἡ γὰρ ϲυντονία τῶν ϲπαραγμῶν, ἐκβάλλουϲα τοὺϲ ἐϲφηνωμένουϲ δυϲλύτωϲ τοῖϲ πεπονθόϲι μέρεϲι χυμοὺϲ καὶ κατὰ τοῦτο τὰ χρόνια τῶν παθῶν ὠφελοῦϲα, ῥᾷον ἐργάϲεται τοῦτο,
προλελεπτυϲμένων αὐτῶν.
αἱ | καθάρϲειϲ μετὰ ϲτρόφων ἐνίοτε καί τινων ἰλίγγων ἄϲηϲ τε
πολλῆϲ καὶ κακοϲφυξίαϲ ἐκλύϲεώϲ τε καὶ δυϲκολίαϲ.
τὰϲ ἄνω καθάρϲειϲ, τουτέϲτι τὰϲ δι᾿ ἐμέτων.
καθαιρόμενοϲ, οὐ χρὴ τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ τὸν ἐλλέβορον ἄγειν ἄνευ τοῦ προπαραϲκευάϲαι. γένοιτο δ᾿ ἂν τὸ τοιοῦτο καὶ δι᾿ αὐτῶν μὲν τῶν ϲυνεχών ἐμέτων, ἐθιϲθέντοϲ ἑτοίμωϲ ἐμεῖν τοῦ ληψομένου τὸν ἐλλέβορον· γένοιτο δ᾿ ἂν ἄμεινον καὶ διὰ τοῦ προϋγρᾶναι τὰ
ϲώματα, προϋγραίνεται δὲ πλείονι τροφῇ καὶ ἀναπαύϲει.
τῆϲ ἀναπαύϲεωϲ δῆλον· ὡϲ γὰρ τὰ γυμνάϲια ξηραίνειν πέφυκεν, οὕτω καὶ ἡ ἀνάπαυϲιϲ, ὅπερ ἐϲτὶν ἡϲυχία τε καὶ ἀγυμναϲία, φυλάττει τὰϲ
ὑγρότηταϲ· τροφὴ δ᾿ οὐχ ἁπλῶϲ ἡ | πλείων ὑγραίνειν πέφυκεν, ἀλλ᾿ ἥτιϲ ἄνευ ποιότητοϲ ἰϲχυρᾶϲ ᾖ, τουτέϲτι μήτε ϲτρυφνὴ μήτε δριμεῖα 7 8 9 10 11 12 μήτε ἁλυκὴ μήτε πικρά.
πήξαντεϲ αὐταῖϲ δι᾿ ὅληϲ ἡμέραϲ καὶ νυκτὸϲ ἐλλεβόρου κλῶναϲ λευκοῦ. καὶ εἴη ἂν ἀϲθενὴϲ ἀπ᾿ ἐλλεβόρου κάθαρϲιϲ ἡ τοιαύτη.
ϲτενὸν ἔχοντεϲ τὸν θώρακα καὶ διὰ τοῦτο καὶ τὸν πνεύμονα ϲυντεθλιμμένον
ἀνεπιτηδειότατοι τυγχάνουϲιν εἰϲ τὰϲ ἐμετικῶν φαρμάκων καθάρϲειϲ τάϲ τε ἄλλαϲ καὶ μάλιϲτα τὴν δι᾿ ἐλλεβόρου τοῦ λευκοῦ· ῥήγνυται γὰρ αὐτοῖϲ ἀγγεῖόν τι τῶν ἐν τοῖϲ ἀναπνευϲτικοῖϲ ὀργάνοιϲ.
μᾶλλον κενοῦν· ἔϲθ᾿ ὅτε μὴν ἔμπολιν, εἰ κατὰ μὲν τὴν γαϲτέρα φλεγματικόϲ,
ἐν δὲ τοῖϲ ἐντέροιϲ πικρόχολοϲ ἀθροιϲθείη, τὸν μέντοι μελαγχολικὸν αἰεὶ κάτω.
περὶ τῶν ὡρῶν· ‘θέρεοϲ φαρμακεύειν τὰϲ ἄνω, χειμῶνοϲ τὰϲ
κάτω.’
θερμότητί τε καὶ ψυχρότητι διαιρουμένουϲ· οὕτωϲ δὲ κἀπὶ τῶν ἡλικιῶν.
οἱ μὲν γὰρ ἐμεῖν εἰθιϲμένοι φέρουϲιν ἀλυπότερον τὰϲ διὰ τῆϲ ἄνω κοιλίαϲ καθάρϲειϲ· οἱ δ᾿ ἀήθειϲ οὐκ ἄνευ κινδύνου, καὶ μᾶλλον ἐπ᾿ ἐλλεβόρου.
μὲν γὰρ τοῦ λευκοφλεγματίου ὑδέρου φλέγματοϲ ἀγωγῷ χρηϲόμεθα
φαρμάκῳ, πρότερον μὲν διὰ τῆϲ κάτω γαϲτρόϲ, εἶτα δι᾿ ἐμέτων, εἶτα δι᾿ ἀποφλεγματιϲμῶν· δι᾿ ὅλου γὰρ τοῦ ϲώματοϲ ἐκτεταμένου τοῦ πλεονάζοντοϲ, ἁπάϲαϲ κενώϲειϲ παραληψόμεθα.
ὑδέρου, τῶν ὑδραγωγῶν τι δώϲομεν φαρμάκων, ὥϲπερ | γε κἀπὶ τῶν
ἰκτερικῶν τῶν χολαγωγῶν· ἐκκαθαίρειν γὰρ χρὴ καὶ τούτων πολυειδῶϲ
τὴν χολὴν ἄνω τε καὶ κάτω καὶ δἰ οὔρων καὶ δι᾿ ὑπερῴαϲ καὶ διὰ ῥινῶν.
καὶ καρκίνῳ καὶ ἐλέφαντι, τὸ τῆϲ μελαίνηϲ χολῆϲ κενωτικὸν φάρμακον δίδομεν· ἐπιληψίαν δὲ φλεγμαγωγοῖϲ καθαίρομεν, ἐξ ὧν δῆλον ὡϲ ἡ κατάϲταϲιϲ τῆϲ νόϲου καὶ τὸν κενωθηϲόμενον δηλοῖ χυμὸν
καὶ τὸν τόπον, δι᾿ οὗ χρὴ κενοῦν αὐτόν.
ἧπαρ φλεγμαινόντων, ὅταν πεφθῶϲι, τὴν ἀποκάθαρϲιν ποιούμεθα διὰ μὲν τῆϲ κάτω γαϲτρόϲ, ὅταν ἐν τοῖϲ ϲιμοῖϲ αὐτοῦ γένηται τὸ πάθημα, δι᾿ οὔρων δέ, ὅταν ἐν τοῖϲ κυριτοῖϲ.
τόν τε πλεονάζοντα χυμὸν καὶ τὸν πεπονθότα τόπον, ἐξ οὗ 13 14 15 καθάπερ ἑϲτίαϲ τινὸϲ ὁρμᾶται τὸ νόϲημα· ταῦτα γάρ ϲοι καὶ τὸν
κενωθηϲόμενον ἐνδείξεται | χυμὸν καὶ τὸν τρόπον τῆϲ κενώϲεωϲ καὶ τὸν τόπον δι᾿ οὗ χρὴ κενῶϲαι, καὶ πρὸϲ τούτοιϲ ἅπαϲι τὸν καιρόν· ἐν ἀρχῇ μὲν γὰρ τοὺϲ ὀρώδειϲ τε καὶ λεπτοὺϲ κενώϲειϲ χυμούϲ, ἀναμενεῖϲ δὲ πέψιν ἐπὶ τῶν παχέων καὶ γλίϲχρων, οἷοι τὴν φύϲιν εἰϲὶν
ὅ τε τοῦ φλέγματοϲ καὶ ὁ τῆϲ μελαίνηϲ χολῆϲ.
ἐν δὲ ταῖϲ ἀνέϲεϲιν σὔρων τε καὶ διαχωρημάτων ἀποκρινομένων.
φυλάττεϲθαι δὲ χρὴ μάλιϲτα τὸν χρόνον τῶν παροξυντικῶν καὶ κριτικῶν ἡμερῶν, ὁπόταν ἐπιχειρῇϲ κάτω καθαίρειν πολλά· τῆϲ
γὰρ ῥοπῆϲ τῶν χυμῶν ἄνω γινομένηϲ, ἡ τοῦ κάτω καθαίροντοϲ | φαρ
μάκου δύναμιϲ ἐμποδιϲθήϲεται.
χρονίοιϲ αἰεὶ δεῖ τὸν πεπαϲμὸν ἀναμένειν· ἐν δὲ τοῖϲ ὀξέϲιν, ὅταν ὀργά, κατ᾿ ἀρχὰϲ οἷόν τε φαρμακεῦϲαι, καὶ τοῦτο αὐτὸ πράττειν μετὰ πολλῆϲ εὐλαβείαϲ καὶ περιϲκέψεωϲ· κίνδυνοϲ γὰρ οὐ μικρὸϲ ἐν ὀξεῖ νοϲήματι κακῶϲ φαρμακεῦϲαι τῷ πάντα μὲν καθαίροντα φάρμακα τοῖϲ δυνάμεϲιν εἶναι θερμά, δεῖϲθαι δὲ τὸν πυρετόν, εἰ πυρετόϲ ἐϲτι, κατὰ
τὸν αὑτοῦ λόγον οὐχ ὅπωϲ τῶν ξηραινόντων καὶ θερμαινόντων, ἀλλὰ
τῶν ἐναντιωτάτων αὐτοῖϲ τῶν ὑγραινόντων τε καὶ ψυχόντων.
τῶν λυπούντων | χυμῶν κενώϲεωϲ γίνεϲθαι τῆϲ βλάβηϲ, ἣν ἐξ ἀνάγκηϲ βλάπτεται τὸ ϲῶμα πρὸϲ τῶν καθαρτικῶν φαρμάκων· ἔϲτι δ᾿ ἡ ὠφέλεια † ἐνάλυπόϲ τε καὶ πᾶϲ ὁ βλάπτων κενωθῇ χυμόϲ· ἵνα δὲ τοῦτο γένηται, πρῶτον μὲν δεῖ περιϲκέψαϲθαι, εἰ ἐπιτηδείωϲ ὁ κάμνων ἔχει πρὸϲ τὴν τοιαύτην κάθαρϲιν· οἵ τε γὰρ ἐξ ἀπεψιῶν πολλῶν ἢ γλίϲχρων ἢ
παχέων ἐδεϲμάτων ὄντεϲ, ὡϲαύτωϲ δ᾿ οἷϲ ὑποχόνδρια τέταται καὶ ἐμπεφύϲηται ἢ ὑπερβαλλόντωϲ ἐϲτὶ θερμὰ καὶ πυρώδη, ἢ καί τιϲ αὐτόθι τῶν ϲπλάγχνων φλεγμονή, πάντεϲ οὗτοι πρὸϲ τὰϲ καθάρϲειϲ
ἀνεπιτήδειοι.
16 17 18 19 ἥκιϲηα μετέχονταϲ γλιϲχρότητόϲ τινοϲ, ἀναπεπταμένουϲ τε τοὺϲ πόρουϲ, δἰ ὧν ἡ καθάρϲιϲ μέλλει γενήϲεϲθαι· ταῦτα γὰρ καὶ ἡμεῖϲ προπαραϲκευάζομεν, ἐπειδὰν μέλλωμέν τινα καθαίρειν.
νοϲήμαϲι κατ᾿ ἀρχὰϲ εὐθὺϲ | ἤτοι κατὰ τὴν πρώτην ἡμέραν ἢ οὐκ
ἐξωτέρω τῆϲ δευτέραϲ μελλόντων ἡμῶν χρῆϲθαι ταῖϲ καθάρϲεϲιν, ὅταν ὀργῇ, τὴν τοιαύτην παραϲκευὴν οὐκ ἐγχωρεῖ γενέϲθαι, πλὴν εἰ ἄρα ϲχοίη τιϲ καιρὸν μελίκρατον δοῦναι πίνειν, ἐναφεψήϲαϲ ὑϲϲώπου τι ἢ ὀριγάνου ἢ τραγοριγάνου ἢ θύμου ἢ γλήχουϲ ἤ τινοϲ τῶν οὕτω λεπτυνόντων, ὥϲτε εὐλόγωϲ ὀλιγάκιϲ ἐν τοῖϲ ὀξέϲι νοϲήμαϲι κα τ᾿ ἀρχὰϲ
γενήϲεται ἡμῖν χρεία φαρμακείαϲ τῷ μήτε πολλάκιϲ ὀργᾶν ἐν ἀρχῇ τοὺϲ λυποῦνταϲ χυμούϲ, μήτε, εἰ καὶ τούτοιϲ ὑπάρχει, τοῦ νοϲοῦντοϲ ἐπιτηδείου πρὸϲ τὴν κάθαρϲιν ὄντοϲ, ἀλλὰ μηδὲ καιρὸν ἡμῖν παρέχοντοϲ ἐπιτήδειον αὐτὸν παραϲκευάϲαι.
ὅταν ἐν κινήϲει ϲφοδροτέρᾳ γενόμενοι καὶ μετταρρύϲει μορίων εἰϲ μόρια
κατὰ τὴν ἀρχὴν τοῦ νοϲήματοϲ ὀχλῶϲι τὸν ἄν|θρωπον, ἀνιῶντεϲ καὶ
γαργαλίζοντεϲ καὶ ἡϲυχάζειν οὐκ ἐπιτρέποντεϲ.
ἐκκενοῦν προϲήκει, τουτέϲτι τοὺϲ ἐν κινήϲει καὶ φορᾷ καὶ ῥύϲει· τοὺϲ δὲ καθ᾿ ἕν τι μόριον ἐϲτηριγμένουϲ οὔτε ἄλλῳ τινὶ βοηθήματι χρὴ κινεῖν οὔτε φαρμακεύειν πρὶν πεφθῆναι· τηνικαῦτα γὰρ
ἤδη καὶ τὴν φύϲιν ἕξομεν βοηθοῦϲαν τῇ κενώϲει· φαίνεται γὰρ αὕτη μετὰ τὰϲ πέψειϲ διακινοῦϲά τε τοὺϲ χυμοὺϲ ἀπωθουμένη τε τὸ περιττόν, ἐν ᾧ δὴ καιρῷ καὶ κρίϲειϲ γίνονται, ἀλλὰ τελέωϲ μὲν αὐτῆϲ κινουμένηϲ, οὐδὲν δεῖ φαρμάκου, μετριώτερον δὲ καὶ ἀϲθενέϲτερον ἐνεργούϲηϲ, τὸ λεῖπον αὐτοὺϲ χρὴ προϲτιθέναι φαρμακεύονταϲ.
εἰδέναι ὡϲ αἱ μεταρρυήϲειϲ ἄλλοτε εἰϲ ἄλλο μόριον τῶν χυμῶν ὀλιγάκιϲ γίνονται, τὰ πλείω δ᾿ ἡϲυχάζει καθ’ ἕν τι μόριον, ἐν ᾧ καὶ πέττεται, | παῤ ὅλον τοῦ νοϲήματοϲ τὸν χρόνον ἄχρι λύϲεωϲ.
οὖν μὴ μόνον ὀξὺ πάθοϲ ᾖ, ἀλλὰ καὶ μετὰ πυρετοῦ ϲφοδροτάτου, εὐλαβητέον ἐϲτὶ τὴν δόϲιν τοῦ καθαίροντοϲ φαρμάκου, καὶ μάλιϲτα
ὅταν ἀπείρωϲ τιϲ ἔχῃ τῆϲ τοῦ κάμνοντοϲ φύϲεωϲ· ἔνιοι μὲν γάρ εἰϲι φύϲει δυϲκάθαρτοι, τινὲϲ δ᾿ ἐπὶ βραχείᾳ πόϲει φαρμάκου καθαίρονται δαψιλῶϲ.
φάρμακον ὑπήλατον.
τῆϲ πτιϲάνηϲ ἐπιρροφεῖν, ὥϲ φηϲιν Ἱππο | κράτηϲ· αὐτὸ μὲν γὰρ τὸ
καθαρτικόν, ὡϲ ἂν ὀλίγον ὄν, εἰϲ τὸν πυθμένα τῆϲ κοιλίαϲ ἀφικνεῖται· κατὰ δὲ τὴν δίοδον ὅ τε ϲτόμαχοϲ ὅϲον τε τῆϲ γαϲτρὸϲ ὑψηλὸν οὐ μόνον τῆϲ ποιότητοϲ τοῦ καθαίροντοϲ, ἀλλὰ καὶ τῆϲ οὐϲίαϲ προϲιζούϲηϲ
ἐν τῇ διόδῳ μεταλαμβάνοντα μεγάλωϲ βλάπτονται.
τὸ προϲπεπλαϲμένον ἐν τῇ διόδῳ δυνάμενοϲ, ἐπικεράϲαι δὲ καὶ ὑπαλλάξαι
τὴν ἐνιζηκυῖαν τοῖϲ μορίοιϲ ποιότητα τοῦ φαρμάκου.
Quos quibus catharticis medicamentis et quando purgare oporteat. Galen. ed. Ioannes Raeder. United States. 2016.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.