ἢ σκιῤῥούμενα, ἢ τεταμένα, ἢ ἐπωδύνως ἔχοντα,
ἢ ῥευματισθέντα, ἤδη στάσιν εἰληφότος τοῦ ῥευματισμοῦ, ἢ
δριμείας ὕλης παρακειμένης, ἢ ἰώδους δυνάμεως ἔξωθεν ἐμπεσούσης,
ἢ βουλόμενοι μεταγαγεῖν ἐξ ἑτέρων μερῶν εἰς ἄλλο
τὴν ὕλην. οἷον σκέλη κατασχάζομεν κεφαλῆς πεπονθυίας ἢ
πλεοναζούσης ὕλης ἐν τῷ σώματι μειῶσαι θέλοντες. καὶ
μάλισθ’ ὅταν ὁ πλεονασμὸς γένηται δι’ ἐποχὴν ὕλης εἰωθυίας
ἀποκρίνεσθαι συνήθως. οἷον αἱμοῤῥοΐδων ἐπισχεθεισῶν
ἐγχαράσσομεν σκέλη προλουσάμενοι ἢ ἐν θερμῷ πυριᾷν ἢ σπόγγῳ. τὸ μὲν γὰρ φλέβα διελεῖν πολλάκις τοῦ ἔτους οὐκ
ἐπιτήδειον ἐνόμισα. ἅμα γὰρ αἵματι πολλῷ συνεκκρίνεται τὸ
ζωτικὸν πνεῦμα. τούτου δὲ ἀναλισκομένου πυκνότερον ὅ τε
ὅλος ὄγκος καταψύχεται καὶ πάντα τὰ ψυχικὰ ἔργα χεῖρον
γίνεται. διὰ τοῦτο ἀπὸ τῶν ἀκυρωτέρων, οἷον σκελῶν, τὴν
ἀφαίρεσιν δεῖ ποιεῖσθαι. ὠφελεῖ δὲ ἡ ἐγχάραξις καὶ ὀφθαλμοὺς
χρονίως ῥευματιζομένους καὶ κεφαλῆς διαθέσεις καὶ
τὰ περὶ θώρακα καὶ μετάφρενα καὶ συνάγχας καὶ
σφηνώσεις.
De hirudinibus, revulsione, cucurbitula, incisione et scarificatione. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1826.
Funding provided by Andrew W. Mellon Foundation.