καλούμενα καὶ τὰ μελάσματα, πρεσβύταις μάλιστα συμβαίνοντα
θλασθεισῶν τῶν φλεβῶν. ἔστι δὲ καὶ τούτων
ἔνια μὲν, ὡς εἴρηται, μέλανα, καὶ μάλιστα γέρουσι γίγνεται
ταῦτα, διὰ σμικρὰς προφάσεις· ἔνιοι δὲ καὶ ἐρυθροὶ
καὶ μέλανες ἐν τῷ μεταξὺ, τὰ καλούμενα πελιδνά. γίγνεται δ’ ἅπαντα τὰ τοιαῦτα ἐκ τῶν φλεβῶν αἵματος ἐκχεομένου,
ποτὲ μὲν διὰ τῶν χιτώνων θλασθέντων, ἔστι δ’
ὅτε ἀναστομωθέντων κατὰ τὸ πέρας.
De tumoribus praeter naturam. Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1824.
Funding provided by Andrew W. Mellon Foundation.