αἰτίαι. τῶν δ’ ὑγρῶν αἱ ἐναντίαι σύμπασαι, ἐδεσμάτων μὲν
ὑγροτέρων τὴν δύναμιν ἀφθονία, καὶ πλείω τὰ πώματα, καὶ
σύμπασα ἡ ἁβροτέρα δίαιτα, καὶ ἡ θυμηδία, καὶ λουτρὰ γλυκέων ὑδάτων πολλὰ, καὶ μᾶλλον μετὰ τροφήν. οὕτω
δὲ καὶ ἀργὸς ὁ σύμπας βίος, καὶ ἄπονος, ὄμβροι τε πολλοὶ,
καὶ ἡ πᾶσα κατάστασις ὑγρὰ, καὶ φάρμακα ταὐτὸ τοῦτο
δρᾷν δυνάμενα.
De causis morborum. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1824.
Funding provided by Andrew W. Mellon Foundation.