Cap. X.
Ἄμεινον δ’ ἴσως ἀκριβέστερον ἐπεξελθεῖν τῷ λόγῳ πρῶτον μὲν τοῦτ’ ἀναμνήσαντας, ὃ μηδεὶς ἀγνοεῖ, || v5.p822 τὰς μὲν κακοτεχνίας τὸ φαινόμενον ἀγαθὸν ἐκποριζομένας ἑκάστῳ τῶν ὄντων, τὰς τέχνας δὲ τὸ κατ’ ἀλήθειαν ἐν αὐτοῖς ὑπάρχον, ἐφεξῆς δὲ τούτῳ λέγοντας, ὡς, εἴπερ ἡ κομμωτικὴ καλουμένη νόθου κάλλους ἐστὶ δημιουργός, αὕτη μὲν ἂν εἴη κακοτεχνία τε καὶ κολακεία, τέχνη δέ τις ἑτέρα συστήσεται περὶ τὸ γνήσιόν τε καὶ ὄντως ἀληθινὸν κάλλος, ὅπερ ἐστὶν εὔχροιά τε καὶ εὐσαρκία καὶ συμμετρία τῶν μορίων, ἃ τῇ κατὰ φύσιν εὐεξίᾳ συμβέβηκεν, ἣν καὶ δι’ ἄλλου μὲν λόγου τῆς γυμναστικῆς διωρισάμεθα, καὶ νῦν δ’ ἂν ἴσως ἐπὶ κεφαλαίων οὐδὲν ἂν εἴη χεῖρον ὑπὲρ αὐτῶν εἰπεῖν ἀρχὴν τῷ λόγῳ τήνδε ποιησαμένους.Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine. Galen. ed. George Helmreich. Leipzig. 1893.
Funding provided by Center for Hellenic Studies.