μὴν καὶ τά μύρτα καὶ τὰ διόσπυρα καὶ τἆλλ’ ὅσα τούτοις ἔοικεν οὐκ ἐπιτήδεια· καὶ τοῖς οὔοις δὲ καὶ τοῖς μεσπίλοις εἰς ἄλλα μὲν ὀρθῶς ἄν τις χρῷτο, πρὸς δὲ τὴν λεπτύνουσαν δίαιταν οὐκ ἐπιτήδεια, καὶ μάλιστα τὰ μέσπιλα· τὸ καθόλου δ’ εἰπεῖν ὅσα σφοδρῶς αὐστηρὰ
καὶ στρυφνά, μοχθηρὰ τῇ διαίτῃ ταύτῃ, συμφέρει δὲ 1 2 μόνοις τοῖς κατὰ κοιλίαν ῥεύμασιν ἢ ἐκλύτῳ στομάχῳ καὶ γαστρί.
De victu attenuante. Galen. ed. Karl Kalbfleisch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.