ζῴων ἢ διὰ τὸ συναμφότερον ἢ διὰ τὴν σκληρότητα τῆς σαρκὸς φευκτέα, μόνα δ’ ἐκ τῶν σελαχίων ἡ νάρκη τε καὶ ἡ τρυγὼν ἐπιτήδεια· καὶ χρῆσθαί ποτε καὶ τούτοις ἐγχω- 1 2 ρεῖ f. 137r G μὴ παρόντων πετραίων, σκευάζειν δ᾿ ἄμεινον ἅμα τεύτλοις τριπτοῖς ἢ τοῖς λευκοῖς ζωμοῖς ἀφθονώτερον ἐπεμβάλλοντα πράσου καί τι καὶ πεκέρεως προσεπιπάττοντα· κλησίον δὲ τῆς τούτων δυνάμεώς εἰσι τά τε βούγλωττα καὶ αἱ ψῆτται.
De victu attenuante. Galen. ed. Karl Kalbfleisch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.