τοῦ δέοντος ληφθέντα δῆξιν ἐργάζεται τῇ γαστρὶ καὶ ἄσην οὐ σμικράν, ἐμούμενά τε καὶ διαχωρούμενα δριμείας ὀσμὰς ἀποπέμπει· τὰ πλεῖστα δ’ αὐτῶν καὶ οὖρα καὶ ἱδρῶτας ἐκβάλλει δυσώδεις τε καὶ δριμεῖς· καὶ μέν γε καὶ φύμασιν ἐπιτιθέμενα καὶ δοθιῆσιν ἕνια
μὲν αὐτῶν ῥήγνυσι καὶ διαβιβρώσκει ῥᾳδίως, ἔνια δὲ κατατίτρησι τὸ δέρμα, πολλὰ δ’· οἷον λέπος ἀφίστησιν αὐτοῦ καί τινα ἕλκη καὶ μάλιστα τὰς καλουμένας ἐσχάρας ἐργάζεται.
De victu attenuante. Galen. ed. Karl Kalbfleisch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.