περὶ μὲν δὴ τῶν ἄρτων ὧδε γινώσκειν χρή· ὀλιγότροφοι πάντες εἰσὶ καὶ παχύχυμοι καὶ φυσώδεις ἤκιστα, ὅπως ἂν σκευασθῶσι· περὶ δὲ τῶν ἀλφίτων· ἅπαντα ὀλιγότροφα τοῖς ἄρτοις ὁμοίως, ξηραίνει δὲ μᾶλλον τῷ πεφρῦχθαι· τὸ δ’ ἄλευρον ὑγρότερόν τ’
ἐστὶν ἀμφοῖν καὶ περιττωματικώτερον καὶ φυσωδέδτερον καὶ μάλιστ’ ἂν μετὰ γάλακτος σκευασθῇ ὁμοίως τῴ χόνδρῳ.
De victu attenuante. Galen. ed. Karl Kalbfleisch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.