1 2 τοῖς κηπευομένοις — ἅπαντα ταῦτα δι’ ὄξους ἐσθίουσιν, ὅσα μὲν ἥδιον ὦμά προσφέρεσθαι, γάρου μιγνύντες, ὅσα δ’ ἑφθά, τοὔλαιον ἐπιχέοντες· ἔνια δὲ καὶ δι’ ὑποτριμμάτων ἐσθίουσιν ὄξος μὲν ἐχόντων
ἀπάντων, ἀλλ’ ἤτοι μετὰ μέλιτος ἢ νάπυος, ἄνηθον ἢ Λιβυστικὸν ἢ κύμινον ἢ σέλινον ἢ τὸ τοῦ κάρου σπέρμα μιγνύντες ἢ τι τοιοῦτον ἕτερον.
De victu attenuante. Galen. ed. Karl Kalbfleisch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.