τοιάδε. κατὰ μὲν τὸ μέσον ἀμφοῖν τοῖν μεροῖν τῆς
ἐσχισμένης δίχα κοίλης ἡ ἐπὶ τὸ δεξιὸν μέρος τοῦ στέρνου
φερομένη φλὲψ ἀποφύεται, κατὰ δὲ τὸ τῇδε μόριον τοῦ
τῶν ἀριστερῶν ἡ ἑτέρα. φέρονται δὲ δι’ ὅλου τοῦ θώρακος
ὑποτεταγμέναι τῷ στέρνῳ μέχρι τῆς ῥίζης ἑξῆς τοῦ ξιφοειδοῦς
ὀνομαζομένου χόνδρου, καθ’ ἕκαστον μεσοπλεύριον
ἀπόφυσιν ἑαυτῶν ποιούμεναι μικρὰν, καθ’ ἣν ἀναμίγνυνται
τοῖς πέρασι τῆς κατὰ τὰ μεσοπλεύρια φλεβός· διεκπίπτει
τέ τι μόριον αὐτῶν ἔξω τοῦ θώρακος εἰς τοὺς ὑποκειμένους
μύας. αὗται δὲ αἱ παρὰ τὸν ξιφοειδῆ χόνδρον ἀνίσχουσαι τοῖς τιτθοῖς, ἀπονεμήσεις δοῦσαι τῷ λοιπῷ, φέρονται
κάτω τοῖς ὀρθίοις ὑποφυόμεναι μυσὶ, 231 εἰς
οὓς καὶ πέμπουσί τινα μοῖραν. ὑφ’ ὧν αὐτῶν οὐκ ὀλίγη
μοῖρα αὐτῶν εἰς ταὐτὸ ἥκει πέρασιν ἑτέρων φλεβῶν κάτωθεν
ἄνω φερομένων, 200 ὑπὲρ ὧν ἐν τοῖς ἑξῆς εἰρήσεται
κατὰ τὴν διήγησιν τῶν κατὰ τὸ πλατὺ καλούμενον ὀστοῦν
φλεβῶν. ἕτεραι δ’ ἐπιπολῆς ὑπὸ τῷ καθ’ ὑποχόνδρια δέρματι
γεννῶνται φλέβες ἐξ ἐπιμιξίας μορίων ἀπό τε τῶν
εἰρημένων φλεβῶν ἀνίσχειν ἔξω παρὰ τὸν ξιφοειδῆ χόνδρον,
ἔτι τε τῶν ἐν τοῖς ταύτῃ μεσοπλευρίοις. αἷς αὖ πάλιν
ἕτεραί τινες εἰς ταὐτὸν ἥκουσιν ἀπὸ τῶν βουβώνων ἀναφερόμεναι,
περὶ ὧν εἰρήσεται κατὰ τὴν οἰκείαν τάξιν. αὕτη
μὲν ἡ νομὴ τῶν φλεβῶν ἐστιν, ὅσαι τῆς κοίλης δίχα σχισθείσης
ἀποφύονται, πρὶν ἅψασθαι τῶν κλειδῶν, κατ’
ἐκεῖνο μάλιστα γενόμεναι τὸ χωρίον, ἐν ᾧ μέγας ἀδὴν κεῖται,
προσαγορευόμενος ὑπὸ τῶν ἀνατομικῶν θυμός. ἔνθα
καὶ ἄλλαι φλέβες μικραὶ, τινὲς μὲν ἀραχνοειδεῖς, τινὲς δὲ τριχοειδεῖς, εἰς αὐτόν τε τὸν ἀδένα καὶ τοὺς διαφράττοντας
ὑμένας ἐμφύονται, τῆς κοίλης ἀποσχιζόμεναι. τινὲς δὲ μείζους
μὲν τούτων, ἔτι δὲ καὶ αὗται μικραὶ, πρός τε τὸν
περικάρδιον ἔρχονται χιτῶνα καὶ κατὰ τῆς ἄνω φερομένης
ἀπὸ καρδίας ἀρτηρίας ἐκτείνονται.
De venarum arteriarumque dissectione. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1821.
Funding provided by Andrew W. Mellon Foundation.