ἀγαθῶν τῆς ὑγιείας ἐσκέμμεθα, μεταβῶμεν ἐπὶ τὰ
10 λοιπά. τὰ μὲν δὴ περὶ κάλλους οὕτως αὐτοῖς ἔχει, ὡς
μὴ μόνον ὠφελεῖσθαί τι πρὸς τῆς ἀθλήσεως τὴν φύσιν,
ἀλλὰ καὶ πολλοὺς αὐτῶν πάνυ συμμέτρως ἔχοντας τῶν
μελῶν οἱ γυμνασταὶ παραλαβόντες, ὑπερπιάναντές τε καὶ
διασάξαντες αἵματί τε καὶ σαρξίν, εἰς τοὐναντίον ἤγαγον.
15 ἐνίων δὲ καὶ τὰ πρόσωπα παντάπασιν ἄμορφα καὶ δυσειδῆ
κατέστησαν καὶ μάλιστα τῶν παγκράτιον ἢ πυγμὴν
ἀσκησάντων. ὅταν δὲ καὶ τῶν μελῶν 〈τι〉 τελέως ἀποκλάσωσιν
ἢ διαστρέψωσιν ἢ τοὺς ὀφθαλμοὺς ἐκκόψωσι,
τότ’ οἶμαι τότε καὶ μάλιστα τὸ 〈διὰ〉 τῆς ἐπιτηδεύσεως
20 αὐτῶν ἀποτελούμενον κάλλος ἐναργῶς ὁρᾶσθαι. ταῦτα
μὲν οὖν αὐτοῖς ὑγιαίνουσιν εἰς κάλλος εὐτύχηται, καταλύσασι
δὲ καὶ τὰ λοιπὰ 〈τῶν〉 τοῦ σώματος αἰσθητηρίων
προσαπόλλυται καὶ πάνθ’ ὡς εἰπεῖν τὰ μέλη διαστρεφόμενα
παντοίας ἀμορφίας αἴτια γίγνεται.
Adhortatio ad artes addiscendas. Galen. ed. Georg Kaibel. Berlin. 1894.
Funding provided by Andrew W. Mellon Foundation.