κγ′.
Πυθαγόρᾳ.
(2)
λαμβάνων δέ μου διάπειραν, ἐὰν μὲν ὡς τύραννον ἐξετάζῃς, ἰδιώτην εὑρήσεις με μᾶλλον ἢ τύραννον· ἐὰν δὲ ὡς ἰδιώτην, ἔχοντά τι διὰ τὴν ἀνάγκην καὶ τυράννου. κρατεῖν γὰρ οὐχ οἷόν τε τοιαύτης ἀρχῆς ὠμότητι μὴ χρώμενον, οὐδ ᾽ ἔστιν ἐν τυραννίδι χρηστότης ἀκίνδυνον. διά τε οὖν τἄλλα καὶ διὰ τοῦτό σοι ποθῶ συγγενέσθαι· πείσομαι γάρ σοι τὴν ἡμερωτέραν ὁδὸν πορευθῆναι, ἐὰν τὸ πιστὸν εἰς σωτηρίαν τῷ πεισθησομένῳ μετὰ τῶν Πυθαγόρου λόγων ἡ ἀλήθεια προσβεβαιώσῃ.Epistulae. Phalaridis Epistulae. ed. Rudolf Hercher. Paris. 1873.
Funding provided by Center for Hellenic Studies.