ζ′.
Χίων Μάτριδι χαίρειν.
(2)
νῦν δὲ εἰς τὸν Πόντον ἐμπορεύεσθαί φησιν, οὐκ ἀφρόνως, εἰ δὴ τοῦτο μόνον ἑαυτῷ προσήκειν λελόγισται· ἀλλὰ τὸ ἀστάθμητον αὐτοῦ καὶ πετόμενον οὐδὲ ταύτην ἐπιδέχεται τὴν φρόνησιν, ἵνα ὅς τέ ἐστιν εἰδῇ καὶ εἰς ὃ χρήσιμος· πρὸς γὰρ τὸ ἀεὶ φανταζόμενον μετεωρίζεται. οὗτος ἐπιλαθόμενος τῶν βλασφημιῶν προσῆλθέ μοι καὶ ἐδεήθη σοι γράψαι περὶ αὐτοῦ, ἐγὼ δὲ ἐκείνῳ μέν, ἵνα μὴ ἀναξίῳ ὄντι Βελλεροφόντου σχῆμα περιθῶ, ἑτέραν ἐπιστολὴν ἔδωκα, οὐδὲ ἐκεῖ τι ὁμοίως ψευσάμενος, ταύτην δὲ προαναγομένῳ Λύσιδι ἐνεχείρισα.(3)
οἶμαι δὴ πάσῃ φιλανθρωπίᾳ δέξασθαί σε δεῖν τὸν ἄνθρωπον καὶ εἰπεῖν ἐπὶ τέλει ὅτι « οὕτως ἀμείϐεται Χίων τοὺς βλασφημήσαντας· τοῦτο γὰρ ἕν ἐστι τῶν μαθημάτων αὐτοῦ, ἃ σὺ ἐχλεύαζες, τὸ μηδένα κακὸν ἀμύνεσθαι μέχρι τοῦ μὴ αὐτὸν ἀγαθὸν εἶναι. » τοῦτο δὲ ἔσται, ἐὰν εὐποιίαις αὐτοὺς ἀμυνώμεθα. οἶδα μὲν οὖν ὅτι οὐδὲν πείσεται ἄτρωτος τὴν ψυχὴν ὑπὸ μωρίας, ὅμως δ’ οὖν ἡμῶν αὐτῶν χάριν γενέσθω τοῦτο τὸ πολίτευμα. τάδε περὶ αὐτοῦ λελυμένως καὶ ἀπροκαλύπτως ἐδήλωσα, πρὸς ἄλλον μὲν οὐδέν ποτε βλασφημήσας τῶν ὄντων οὐδένα, πρὸς σὲ δὲ τὸν ἐμὸν νοῦν ὑπὸ μηδενὸς παραμπεχόμενον λόγου ἁπλοῦν καὶ σαφῆ δικαιῶν εἶναι.Epistulae. Chionis Epistulae. ed. Rudolf Hercher. Paris. 1873.
Funding provided by Center for Hellenic Studies.