ιζ′.
Χίων Πλάτωνι χαίρειν.
(2)
οἶδα μὲν οὖν ὡς ἀναιρεθήσομαι, τελειώσας δὲ μόνον τὴν τυραννοκτονίαν τοῦτο παθεῖν εὔχομαι. μετὰ παιᾶνος γὰρ ἂν καὶ νικητηρίων ἀπολείποιμι τὸν βίον, εἰ καταλύσας τὴν τυραννίδα ἐξ ἀνθρώπων ἀπελεύσομαι. σημαίνει γάρ μοι καὶ ἱερὰ καὶ οἰωνίσματα καὶ πᾶσα ἁπλῶς μαντεία θάνατον κατορθώσαντι τὴν πρᾶξιν. ἐθεασάμην δὲ καὶ αὐτὸς ἐναργεστέραν ἢ κατ’ ὄνειρον ὄψιν. ἔδοξε γάρ μοι γυνή, θεῖόν τι χρῆμα κάλλους καὶ μεγέθους, ἀναδεῖν με κοτίνῳ καὶ ταινίαις καὶ μετὰ μικρὸν ἀποδεῖξαί τι μνῆμα περικαλλὲς καὶ εἰπεῖν « ἐπειδὴ κέκμηκας, ὦ Χίων, ἴθι εἰς τουτὶ τὸ μνῆμα ἀναπαυσόμενος. » ἐκ τούτου δὲ τοῦ ὀνείρατος εὔελπίς εἰμι καλοῦ θανάτου τυχεῖν· νομίζω γὰρ μηδὲν κίβδηλον εἶναι ψυχῆς μάντευμα, ἐπεὶ καὶ σὺ οὕτως ἐγίνωσκες.(3)
εἰ δὲ καὶ ἀληθεύσειεν ἡ μαντεία μακαριώτερον ἐμαυτὸν ἡγοῦμαι γενήσεσθαι ἢ εἰ βίος μοι μετὰ τὴν τυραννοκτονίαν εἰς γῆρας ἐδίδοτο· καλὸν γάρ μοι μεγάλα διαπραξαμένῳ πρότερον ἐξ ἀνθρώπων ἀπαλλάττεσθαι ἢ χρόνου τι συναπολαῦσαι, καὶ ἃ ἂν δράσωμεν, πολὺ νομισθήσεται μείζονα ὧν πεισόμεθα, καὶ αὐτοὶ τιμιώτεροι ἐσόμεθα τοῖς εὖ παθοῦσιν, εἰ τῷ ἰδίῳ θανάτῳ τὴν ἐλευθερίαν αὐτοῖς ὠνησόμεθα. μείζων γὰρ ὠφέλεια τοῖς εὐεργετηθεῖσιν εἶναι φαίνεται, ἧς ὁ δράσας οὐ μεταλαμβάνει. οὕτως μὲν δὴ προθύμως ἔχομεν πρὸς τὴν μαντείαν τοῦ θᾶνάτου. σὺ δὲ χαῖρέ τε, ὧ Πλάτων, καὶ εὐδαιμονοίης εἰς τέλειον γῆρας. προσαγορεύω δέ σε ὕστατα, ὡς πείθομαι.Epistulae. Chionis Epistulae. ed. Rudolf Hercher. Paris. 1873.
Funding provided by Center for Hellenic Studies.