ιγ′.
Χίων Μάτριδι χαίρειν.
(2)
ἐγὼ δ’ εὐθέως μὲν ὑπενόησα ὅπερ ἦν· ὡς δὲ ξιφίδιόν τι ὁρῶ κακῶς μεταλαμβάνοντα, βοήσας τε αὐτὸν ἐξέπληξα καὶ προσδραμὼν τὴν δεξιὰν αὐτοῦ μετειληφότος ἤδη τὸ ἐγχειρίδιον καταλαμβάνω, καὶ τὸ λοιπὸν δὴ λακτίζων καὶ περιαγνύων τὸν βραχίονα ἐξέβαλον αὐτοῦ τὸ ξίφος, καὶ ἐτρώθην μὲν κατενεχθέντος αὐτοῦ ἐπὶ τὸν πόδα, οὐ χαλεπῶς δὲ ὅμως. ἐκ τούτου δὴ ἰλιγγιῶντα ἔδησα τῷ ἰδίῳ ζώματι, ἀποστρέψας εἰς τοὐπίσω τὼ χεῖρε, καὶ πρὸς τοὺς στρατηγοὺς ἄγω. κἀκεῖνος μὲν ἔτισε δίκην, ἐγὼ δὲ οὐδὲν δειλότερος εἰς τὸν πλοῦν γέγονα, ἀλλὰ τῶν ἐτησίων παυσαμένων ὅπως ἂν ἔχω πλεύσομαι· ἄτοπον γὰρ τυραννουμένης τῆς πατρίδος ἡμᾶς δημοκρατεῖσθαι.(3)
καὶ τὰ μὲν ἐμά, ὡς ἂν ἔχῃ, ἀσφαλῶς ἔχει· ἀγαθὸς γὰρ καὶ ζῶν καὶ ἀποθνήσκων ἔσομαι. ὅπως δέ τι καὶ ὑπὲρ τῆς πατρίδος πολιτευώμεθα, πεῖθε τὸν Κλέαρχον, ὅτι φιλοσοφήσαντες ἡσυχίας γλιχόμεθα καὶ τελέως ἀπολίτευτοι τὰς ψυχὰς ἐσμέν· ταῦτα δὲ καὶ διὰ Νύμφιδος πεῖθε αὐτόν, ὃς ἡμῖν μὲν φίλος, ἐκείνῳ δὲ καὶ συγγενής ἐστιν· οὕτως γὰρ ἂν πορρωτάτω πάσης ὑποψίας ἀπάγοιτο. ἀπροκαλύπτως δέ σοι γράφομεν, ἐπεὶ καὶ πιστοῖς ἐπιτιθέμεθα ἀνδράσι τὰς ἐπιστολὰς καὶ Κλέαρχος, ὡς ἐδήλους καλῶς ποιῶν, περὶ γοῦν ταῦτα οὐ πολυπραγμονεῖ.Epistulae. Chionis Epistulae. ed. Rudolf Hercher. Paris. 1873.
Funding provided by Center for Hellenic Studies.