(3)
ἀλλά πως γλυκὺ πάθος ἐλπίς, οὐ τῇ ἐπιτυχίᾳ δελεάζουσα μόνον, κολακεύουσα δὲ καὶ τὸ ἀπότευγμα, δι’ ἣν οὐδενὸς ἄλλου λείπεσθαι δικαιῶ μάλιστά σοι χαριεῖσθαι. ἐπεὶ κἀκεῖνό με οὐ λέληθεν, ὅτι ὃ μὲν πολλοῖς ἀνδράσι καὶ δήμοις γράφων εἰκότως ἑνὸς ἐξείχετο χαρακτῆρος, ὃ δὲ ὑπὲρ πολλῶν διαλεγόμενος, ἐὰν μὲν ἀλλάσσῃ τὸν τύπον, ἀποπεπλανῆσθαι δόξει τοῦ σκοποῦ, τῇ δὲ αὐτῇ προσέχων ἰδέᾳ καὶ ἀπίθανος φανήσεται καὶ ἕωλος.Epistula. Mithridatis Epistula. ed. Rudolf Hercher. Paris. 1873.
Funding provided by Center for Hellenic Studies.