τὰ δὲ ἴχνη τοῦ λαγῶ τοῦ μὲν χειμῶνος μακρά ἐστι διὰ τὸ μῆκος τῶν νυκτῶν· τοῦ δὲ θέρους βραχέα διὰ τὸ ἐναντίον. χειμῶνος μὲν οὖν πρῲ οὐκ ὄζει αὐτῶν, ὅταν πάχνη ᾖ ἢ παγετός· ἡ μὲν γὰρ πάχνη τῇ αὑτῆς ἰσχύι ἀντισπάσασα τὸ θερμὸν ἔχει ἐν ἑαυτῇ, ὁ δὲ παγετὸς ἐπιπήξας.
κατακλίνονται δʼ εἰς ἃ ἡ γῆ φύει ἢ ἔχει ἐφʼ ἑαυτῆς ὑπὸ παντί, ἐπʼ αὐτῶν, ἐν αὐτοῖς, παρʼ αὐτά, ἄπωθεν πολύ, μικρόν, μεταξὺ τούτων· ὁτὲ δὲ καὶ ἐν τῇ θαλάττῃ διαρριπτῶν ἐπὶ τὸ δυνατὸν καὶ ἐν ὕδατι, ἐάν τι ᾖ ὑπερέχον ἢ ἐμπεφυκὸς ἐν τούτῳ·
πολύγονον δʼ ἐστὶν οὕτως, ὥστε τὰ μὲν τέτοκε, τὰ δὲ τίκτει, τὰ δὲ κύει. τῶν δὲ μικρῶν λαγίων ὄζει μᾶλλον ἢ τῶν μεγάλων· ἔτι γὰρ ὑγρομελῆ ὄντα ἐπισύρεται ὅλα ἐπὶ τῆς γῆς.
λαμβάνειν δὲ τοῦ λαγῶ τὰ ἴχνη ὑπάγοντα τὰς κύνας ἐκ τῶν ἔργων ἄνωθεν· ὅσοι δὲ μὴ ἔρχονται αὐτῶν εἰς τὰ ἐργάσιμα, τοὺς λειμῶνας, τὰς νάπας, τὰ ῥεῖθρα, τοὺς λίθους, τὰ ὑλώδη· καὶ ἐὰν ὑποκινῇ, μὴ ἀναβοᾶν, ἵνα μὴ αἱ κύνες ἔκφρονες γιγνόμεναι χαλεπῶς τὰ ἴχνη γνωρίζωσιν.
δύο δὲ τὰ γένη ἐστὶν αὐτῶν· οἱ μὲν γὰρ μεγάλοι τὸ χρῶμα ἐπίπερκνοι καὶ τὸ λευκὸν τὸ ἐν τῷ μετώπῳ μέγα ἔχουσιν, οἱ δʼ ἐλάττους ἐπίξανθοι, μικρὸν τὸ λευκὸν ἔχοντες.
βλέπει δὲ οὐκ ὀξὺ διὰ πολλά· τά τε γὰρ ὄμματα ἔχει ἔξω καὶ τὰ βλέφαρα ἐλλείποντα καὶ οὐκ ἔχοντα προβολὴν ταῖς αὐγαῖς· ἡ ὄψις οὖν διὰ ταῦτα ἀμαυρά, ἐσκεδασμένη.
ἐν δὲ τοῖς ἔργοις κυνηγετοῦντα ἀπέχεσθαι ὧν ὧραι φέρουσι καὶ τὰ νάματα καὶ τὰ ῥεῖθρα ἐᾶν· τὸ γὰρ ἅπτεσθαι τούτων αἰσχρὸν καὶ κακόν, καὶ ἵνα μὴ τῷ νόμῳ ἐναντίοι ὦσιν οἱ ἰδόντες· καὶ ὅταν ἀναγρία ἐμπίπτῃ, ἀναλύειν χρὴ τὰ περὶ τὸ κυνηγέσιον πάντα.
On Hunting. Xenophon. ed. Edgar Carew Marchant. Oxford. 1920.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB Project.