ἐπείπερ δὲ ἔστιν ὅπου τρέχειν δεήσει τὸν ἵππον καὶ πρανῆ καὶ ὄρθια καὶ πλάγια, ἔστι δʼ ὅπου διαπηδᾶν, ἔστι δʼ ὅπου καὶ ἐκπηδᾶν, ἔνθα δὲ καθάλλεσθαι, καὶ ταῦτα πάντα διδάσκειν τε δεῖ καὶ μελετᾶν καὶ αὑτὸν καὶ τὸν ἵππον. οὕτω γὰρ ἂν σωτήριοί τε εἶεν ἀλλήλοις καὶ καθόλου χρησιμώτεροι ἂν δοκοῖεν εἶναι.
παρήσομεν δὲ οὐδὲ ὅπως τὸν ἀναβάτην ὑπηρετεῖν δεῖ πρὸς ἕκαστα τούτων. χρὴ γὰρ ὁρμῶντος μὲν ἐξαίφνης τοῦ ἵππου προνεύειν· ἧττον γὰρ ἂν καὶ ὑποδύοι ὁ ἵππος καὶ ἀναβάλλοι τὸν ἀναβάτην· ἐν μικρῷ δὲ ἀναλαμβανομένου ἀναπίπτειν· ἧττον γὰρ ἂν αὐτὸς κόπτοιτο.
ὀρθῶς δʼ ἔχει καὶ τὸ ἄλλοτε μὲν ἐν ἄλλοις τόποις, ἄλλοτε δὲ μακράς, ἄλλοτε δὲ βραχείας τὰς ἱππασίας ποιεῖσθαι. ἀμισέστερα γὰρ καὶ ταῦτα τῷ ἵππῳ τοῦ ἀεὶ ἐν τοῖς αὐτοῖς τόποις καὶ ὁμοίας τὰς ἱππασίας ποιεῖσθαι.
On the Art of Horsemanship. Xenophon. ed. Edgar Carew Marchant. Oxford. 1920.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB Project.