διασκηνούντων δὲ μετὰ δεῖπνον ἐπήρετο ὁ Κῦρος· εἰπέ μοι, ἔφη, ὦ Τιγράνη, ποῦ δὴ ἐκεῖνός ἐστιν ὁ ἀνὴρ ὃς συνεθήρα ἡμῖν καὶ σύ μοι μάλα ἐδόκεις θαυμάζειν αὐτόν. οὐ γάρ, ἔφη, ἀπέκτεινεν αὐτὸν οὑτοσὶ ὁ ἐμὸς πατήρ; τί λαβὼν ἀδικοῦντα; διαφθείρειν αὐτὸν ἔφη ἐμέ. καίτοι γʼ, ἔφη, ὦ Κῦρε, οὕτω καλὸς κἀγαθὸς ἐκεῖνος ἦν ὡς καὶ ὅτε ἀποθνῄσκειν ἔμελλε προσκαλέσας με εἶπε· μήτι σύ, ἔφη, ὦ Τιγράνη, ὅτι ἀποκτείνει με, χαλεπανθῇς τῷ πατρί· οὐ γὰρ κακονοίᾳ τῇ σῇ τοῦτο ποιεῖ, ἀλλʼ ἀγνοίᾳ. ὁπόσα δὲ ἀγνοίᾳ ἄνθρωποι ἐξαμαρτάνουσι, πάντʼ ἀκούσια ταῦτʼ ἔγωγε νομίζω.
Cyropaedia. Xenophon. ed. Edgar Carew Marchant. Oxford. 1910.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.