Κῦρος δʼ ἑαυτῷ σκηνὴν μὲν κατεσκευάσατο ὥστε ἱκανὴν ἔχειν οἷς καλοίη ἐπὶ δεῖπνον. ἐκάλει δὲ ὡς τὰ πολλὰ τῶν ταξιάρχων οὓς καιρὸς αὐτῷ δοκοίη εἶναι, ἔστι δʼ ὅτε καὶ τῶν λοχαγῶν καὶ τῶν δεκαδάρχων τινὰς καὶ τῶν πεμπαδάρχων ἐκάλει, ἔστι δʼ ὅτε καὶ τῶν στρατιωτῶν, ἔστι δʼ ὅτε καὶ πεμπάδα ὅλην καὶ δεκάδα ὅλην καὶ λόχον ὅλον καὶ τάξιν ὅλην. ἐκάλει δὲ καὶ ἐτίμα ὁπότε τινὰς ἴδοι τοιοῦτόν τι ποιήσαντας ὃ αὐτὸς ἐβούλετο ποιεῖν. ἦν δὲ τὰ παρατιθέμενα ἀεὶ ἴσα αὐτῷ τε καὶ τοῖς καλουμένοις ἐπὶ δεῖπνον.
Cyropaedia. Xenophon. ed. Edgar Carew Marchant. Oxford. 1910.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.