Ο ΠΡΕΣΒΥΤΕΡΟΣ Γαίῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή.
Ἔγραψά τι τῇ ἐκκλησίᾳ· ἀλλʼ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρέφης οὐκ ἐπιδέχεται ἡμᾶς.
Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστίν· ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν.
Πολλὰ εἶχον γράψαι σοι, ἀλλʼ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράφειν·
Third Letter of John. New Testament. ed. Brooke Foss Westcott, ed. Fenton John Anthony Hort. New York. 1882-1892.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.