ἀσκοὶ ἐπαντέλλουσι καὶ ἀνδύνουσι θαλάσσης,
βριθὺ πέλωρ σύροντες· ὁ δʼ ἕλκεται οὐλόμενος θὴρ
οὐκ ἐθέλων, μόχθῳ τε καὶ ἕλκεϊ θυμὸν ἀλύων.
240
ἔνθα τότʼ ἰχθυβόλων θράσος ἔγρεται, ἄγχι δὲ νῆας
εὐκώπους ἐλόωσιν ἐπειγομένοισιν ἐρετμοῖς·
πολλὴ δὲ σμαραγή, πολλὴ δʼ ἀνὰ πόντον ἀϋτὴ
σπερχομένων τέτρηχε καὶ ἀλλήλους ἐς ἄεθλον
κεκλομένων· φαίης κεν ἐνύαλιον πόνον ἀνδρῶν
245
δέρκεσθαι· τοίη γὰρ ἐνὶ φρεσὶν ἵσταται ἀλκή,
τόσσος δὲ φλοῖσβός τε καὶ ἵμερος ἰωχμοῖο.
τῶν μέν τις καὶ τῆλε δυσηχέα δοῦπον ἀκούσας
αἰπόλος ἤ βαθύμαλλον ἐν ἄγκεσι πῶϋ κομίζων,
ἢ δρυτόμος πεύκης ὀλετήρ ἢ θῆρας ἐναίρων
250
θαμβήσας πόντου τε καὶ ᾐόνος ἐγγὺς ἱκάνει,
στὰς δὲ κατὰ προβλῆτος ὑπερφίαλον πόνον ἀνδρῶν
φυλόπιδος βυθίης θηήσατο καὶ τέλος ἄγρης
εὐπάγλου· τοὺς δʼ ὑγρὸς Ἄρης ἄσβεστος ὀρίνει.
ἔνθʼ ὁ μὲν ἐν παλάμῃσι τανυγλώχινα τρίαιναν
255
πάλλει, ὁ δʼ ὀξείης ἀκίδος βέλος, οἱ δὲ φέρουσιν
εὐκαμπῆ δρεπάνην, ὁ δέ τις βουπλῆγα τιταίνει
ἀμφιτόμον· πᾶσιν δὲ πόνος, πᾶσιν δὲ σιδήρου
χεῖρας ἐφοπλίζει βριαρὴ γένυς, ἄγχι δὲ θῆρα
βάλλουσʼ, οὐτάζουσι, καταΐγδην ἐλόωντες.
260
αὐτὰρ ὅ γʼ ἠνορέης μὲν ὑπερφιάλοιο λέλησται,
οὐδʼ ἔτʼ ἔχει γενύεσσι καὶ ἱέμενός περ ἐρύκειν
νῆας ἐπεσσυμένας, πτερύγων δʼ ὑπεραχθέϊ ῥιπῇ
ἄκρῃ τʼ ἀλκαίῃ βύθιον διὰ κῦμα λαχαίνων
ἔμπαλιν ἐς πρύμνας ὠθεῖ νέας, ἔργα δʼ ἐρετμῶν
265
ἀνδρῶν τʼ ἠνορέην γνάμπτει πάλιν, ἠΰτʼ ἀήτης
ἀντίβιος πρώρῃσιν ἐναντία κῦμα κυλίνδων·
τῶν δʼ ἐνοπὴ κέκληγεν ἐφιεμένων πονέεσθαι,
κῦμα δʼ ἅπαν λύθροιο φορύσσεται ἐκχυμένοιο