αἰθέρος ἀκτίνεσσι διαυγέας, αἷς ἔνι σαργοὶ
πολλοὶ ναιετάουσιν, ὁμόκτιτον αὖλιν ἔχοντες·
ἔξοχα γὰρ πυρσοῖσιν ἐπʼ ἠελίοιο γάνυνται.
ἐνθάδʼ ἀνὴρ μελέεσσιν ἐφεσσάμενος δέρος αἰγός,
δοιὰ κέρα κροτάφοισι περὶ σφετέροισιν ἀνάψας,
355
στέλλεται ὁρμαίνων νόμιον δόλον, ἐς δʼ ἅλα βάλλει
κρείασιν αἰγείοισιν ὁμοῦ κνίσσῃ τε λιπήνας
ἄλφιτα· τοὺς δʼ ὀδμή τε φίλη δολόεσσά τʼ ἐσωπὴ
φορβή τʼ εὐδώρητος ἐφέλκεται, οὐδέ τινʼ ἄτην
ἐν φρεσὶν ὁρμαίνουσιν, ἀγαλλόμενοι δὲ μένουσιν
360
αἰγὶ περισαίνοντες ἐοικότα δήϊον ἄνδρα·
δύσμοροι, ὡς ὀλοοῖο τόχʼ ἀντιόωσιν ἑταίρου,
οὐ φρεσὶν αἰγείῃσιν ἀρηρότος· αὐτίκα γάρ σφιν
ῥάβδον τε κραναὴν ὁπλίζεται ἠδὲ λίνοιο
ὁρμιὴν πολιοῖο, βάλεν δʼ ὑπὲρ ἀγκίστροιο
365
χηλῆς αἰγείης κρέας ἔμφυτον· οἱ μὲν ἐδωδὴν
ἐσσυμένως ἥρπαξαν, ὁ δʼ ἔσπασε χειρὶ παχείῃ
αὖ ἐρύων· εἰ γάρ τις ὀΐσεται ἔργα δόλοιο,
οὐκ ἂν ἔτʼ ἐμπελάσειε καὶ εἰ λασιότριχας αὐτὰς
αἶγας ἄγοι, φεύγουσι δʼ ἀποστύξαντες ὁμαρτῇ
370
καὶ μορφὴν καὶ δαῖτα καὶ αὐτῆς ἔνδια πέτρης·
εἰ δὲ λάθοι καὶ κραιπνὸν ἔχοι πόνον, οὔ κέ τις ἄγρης
λειφθείη, πάντας δὲ δαμάσσεται αἰγὸς ὀπωπή.
ἄλλος δʼ αὖ σαργοῖσι μέλει πόθος εἴαρος ὥρῃ
ἀλλήλων, εὐνῆς δὲ γάμων πέρι δηριόωνται·
375
πολλαῖς δʼ εἷς ἀλόχοις πέρι μάρναται· ὃς δέ κεν ἀλκῇ
νικήσῃ, πάσῃσιν ἐπάρκιος ἔπλετʼ ἀκοίτης,
πέτρας δʼ εἰσελάει θῆλυν στόλον· ἔνθʼ ἁλιῆες
κύρτον ἐτεχνήσαντο βαθύν, περιηγέα πάντῃ·