δέχνυνται· τοὺς δʼ οὔτις ἔχει κόρος εὐφροσυνάων.
οὐ τόσον ἐν σταθμοῖσι κατηρεφέεσσι νομήων
325
μητέρας ἐκ βοτάνης ἔριφοι περικαγχαλόωντες
πολλῇ γηθοσύνῃ τε φιλοφροσύνῃ τε δέχονται,
ἦμος ἅπας περὶ χῶρος ἀγαλλομένῃσιν ἰωῇς
νηπιάχων κέκληγε, νόος δʼ ἐγέλασσε βοτήρων,
ὣς κεῖνοι κεραῇσι περισπέρχουσʼ ἀγέλῃσιν.
330
εὖτʼ ἂν δʼ εἰναλίων ἄδδην ἴσχωσι λοετρῶν,
αἱ δὲ πάλιν στείχωσιν ἐς αὔλια, δὴ τότε σαργοὶ
ἀχνύμενοι μάλα πάντες ἀολλέες ἐγγὺς ἕπονται,
κύματος ἀκροτάτοιο γέλως ὅθι χέρσον ἀμείβει.
ὡς δʼ ὅτε τηλύγετον μήτηρ γόνον ἢ καὶ ἀκοίτην
335
εὐνέτις ἀλλοδαπὴν τηλέχθονα γαῖαν ἰόντα
ἀχνυμένη στέλλῃσι, νόος δέ οἱ ἔνδον ἀλύει,
ὅσση οἱ μεσσηγὺς ἁλὸς χύσις, ὅσσα τε κύκλα
μηνῶν· ἀκροτάτοισι δʼ ἐπεμβαίνουσα θαλάσσης
κύμασι δακρυόεσσαν ὑπὸ στόμα γῆρυν ἵησι,
340
σπεύδειν λισσομένη καί μιν πόδες οὐκέτʼ ὀπίσσω
ἱεμένην φορέουσιν, ἔχει δʼ ἐπὶ πόντον ὀπωπάς·
ὣς κείνους καί κέν τις ὑπʼ ὄμμασι δάκρυα φαίη
στάζειν οἰωθέντας ἐλαυνομένων πάλιν αἰγῶν.
σαργὲ τάλαν· τάχα γάρ σε κακὸν πόθον αἰπολίοισι
345
φημὶ συνοίσεσθαι· τοῖος νόος ἀσπαλιήων
εἰς ἀπάτην καὶ κῆρα τεοὺς ἔτρεψεν ἔρωτας.
πέτρας μὲν κείνας τεκμαίρεται ἐγγύθι γαίης
πρῶτον ἀνὴρ διδύμοισιν ἀνισταμένας κροτάφοισιν
ἐγγύθεν, αἳ στεινωπὸν ἁλὸς διὰ χῶρον ἔχουσιν,
350